§10.29.1τῶν δὲ ἤδη μοι κατειλεγμένων εἰσὶν ἀνώτεροι τούτων ἱερεῖα οἱ ἑταῖροι τοῦ Ὀδυσσέως Περιμήδης καὶ Εὐρύλοχος φέροντες· τὰ δέ ἐστι μέλανες κριοὶ τὰ ἱερεῖα.
在我已经列出的人之上,是奥德修斯的伙伴培里墨得斯和欧律洛科斯,他们正抬着祭品;祭品是黑色的公羊。
μετὰ δὲ αὐτοὺς ἀνήρ ἐστι καθήμενος, ἐπίγραμμα δὲ Ὄκνον εἶναι λέγει τὸν ἄνθρωπον·
在他们之后,有一个人坐着,铭文说这个人是奥克诺斯。
πεποίηται μὲν πλέκων σχοινίον, παρέστηκε δὲ θήλεια ὄνος ἐπεσθίουσα τὸ πεπλεγμένον ἀεὶ τοῦ σχοινίου.
他被描绘成正在编织一根绳子,旁边站着一头母驴,不断吃掉已经编织好的部分。
τοῦτον εἶναι τὸν Ὄκνον φίλεργόν φασιν ἄνθρωπον, γυναῖκα δὲ ἔχειν δαπανηράν· καὶ ὁπόσα συλλέξαιτο ἐργαζόμενος, οὐ πολὺ δὴ ὕστερον ὑπὸ ἐκείνης ἀνήλωτο.
人们说这个奥克诺斯是个勤劳的人,但他有一个挥霍无度的妻子;凡是他通过劳动积攒下来的,不久之后都被她挥霍一空。
§10.29.2τὰ οὖν ἐς τοῦ Ὄκνου τὴν γυναῖκα ἐθέλουσιν αἰνίξασθαι τὸν Πολύγνωτον.
因此,人们认为波吕格诺托斯是想以此来暗示奥克诺斯的妻子。
οἶδα δὲ καὶ ὑπὸ Ἰώνων, ὁπότε ἴδοιέν τινα πονοῦντα ἐπὶ οὐδενὶ ὄνησιν φέροντι, ὑπὸ τούτων εἰρημένον ὡς ὁ ἀνὴρ οὗτος συνάγει τοῦ Ὄκνου τὴν θώμιγγα.
我也知道,每当爱奥尼亚人看到有人在做没有任何收益的苦工时,他们就会说这个人正在编织奥克诺斯的绳索。
ὄκνον δʼ οὖν καὶ μάντεων οἱ ὁρῶντες τοὺς οἰωνοὺς καλοῦσί τινα ὄρνιθα· καὶ ἔστιν οὗτος ὁ ὄκνος μέγιστος μὲν καὶ κάλλιστος ἐρωδιῶν, εἰ δὲ ἄλλος τις ὀρνίθων σπάνιός ἐστι καὶ οὗτος.
不过,占卜者中观察鸟类的人也把某种鸟称为奥克诺斯;这种奥克诺斯是苍鹭中最大、最美丽的,如果还有其他稀有的鸟类,这种鸟也是其中之一。
§10.29.3γέγραπται δὲ καὶ Τιτυὸς οὐ κολαζόμενος ἔτι, ἀλλὰ ὑπὸ τοῦ συνεχοῦς τῆς τιμωρίας ἐς ἅπαν ἐξανηλωμένος, ἀμυδρὸν καὶ οὐδὲ ὁλόκληρον εἴδωλον.
画中也描绘了提堤俄斯,他不再受罚,而是被持续的惩罚折磨得完全消磨殆尽,成了一个模糊且不完整的幻影。
ἐπιόντι δὲ ἐφεξῆς τὰ ἐν τῇ γραφῇ, ἔστιν ἐγγυτάτω τοῦ στρέφοντος τὸ καλῴδιον Ἀριάδνη· κάθηται μὲν ἐπὶ πέτρας, ὁρᾷ δὲ ἐς τὴν ἀδελφὴν Φαίδραν, τό τε ἄλλο αἰωρουμένην σῶμα ἐν σειρᾷ καὶ ταῖς χερσὶν ἀμφοτέραις ἑκατέρωθεν τῆς σειρᾶς ἐχομένην·
对于顺着画中内容依次看去的人来说,最靠近那个拧绳子的人的是阿里阿德涅;她坐在一块岩石上,看着她的妹妹法德拉,法德拉在绳索上荡着身子,双手紧紧抓着绳索的两侧。
παρεῖχε δὲ τὸ σχῆμα καίπερ ἐς τὸ εὐπρεπέστερον πεποιημένον συμβάλλεσθαι τὰ ἐς τῆς Φαίδρας τὴν τελευτήν.
这个姿势虽然被画得比较得体,但仍然能让人推测出法德拉的结局。
§10.29.4τὴν δὲ Ἀριάδνην ἢ κατά τινα ἐπιτυχὼν δαίμονα ἢ καὶ ἐπίτηδες αὐτὴν λοχήσας ἀφείλετο Θησέα ἐπιπλεύσας Διόνυσος στόλῳ μείζονι, οὐκ ἄλλος κατὰ ἐμὴν δόξαν, ἀλλὰ ὁ πρῶτος μὲν ἐλάσας ἐπὶ Ἰνδοὺς στρατείᾳ, πρῶτος δὲ Εὐφράτην γεφυρώσας ποταμόν·
至于阿里阿德涅,狄奥尼索斯率领更大的舰队航行而来,或是因为某种神明的指引,或是故意设伏,将她从忒修斯手中夺走。 在我的看法中,这位狄奥尼索斯不是别人,正是那个首先率军征讨印度人、首先在幼发拉底河上架桥的人。
Ζεῦγμά τε ὠνομάσθη πόλις καθʼ ὅ τι ἐζεύχθη τῆς χώρας ὁ Εὐφράτης, καὶ ἔστιν ἐνταῦθα ὁ κάλως καὶ ἐς ἡμᾶς ἐν ᾧ τὸν ποταμὸν ἔζευξεν, ἀμπελίνοις ὁμοῦ πεπλεγμένος καὶ κισσοῦ κλήμασι.
在幼发拉底河那片区域架桥的地方,那座城市被命名为泽乌格马,直到我们的时代,那里依然保存着他用来架桥的缆绳,那是由葡萄藤和常春藤枝条交织而成的。
§10.29.5τὰ μὲν δὴ ἐς Διόνυσον πολλὰ ὑπό τε Ἑλλήνων λεγόμενα καὶ ὑπὸ Αἰγυπτίων ἐστίν·
关于狄奥尼索斯,希腊人和埃及人都流传着许多说法。
ὑπὸ δὲ τὴν Φαίδραν ἐστὶν ἀνακεκλιμένη Χλῶρις ἐπὶ τῆς Θυίας γόνασιν.
在法德拉下方,克勒俄斯正斜靠在帖伊亚的膝盖上。
οὐχ ἁμαρτήσεται μὲν δὴ οὐδὲ ὅστις φησὶ φιλίαν εἶναι ἐς ἀλλήλας, ἡνίκα ἔτυχον αἱ γυναῖκες ζῶσαι· ἦσαν γὰρ δὴ ἡ μὲν ἐξ Ὀρχομενοῦ τοῦ ἐν Βοιωτίᾳ ἡ Χλῶρις, ἡ δὲ Κασταλίου θυγάτηρ ἀπὸ τοῦ Παρνασσοῦ.
如果有人说她们生前彼此之间有着友谊,也绝非错误;因为克勒俄斯来自波奥蒂亚的奥尔科墨诺斯,而帖伊亚是帕尔纳索斯山麓卡斯塔利奥斯的女儿。
εἶπον δʼ ἂν καὶ ἄλλοι τὸν ἐς αὐτὰς λόγον, τῇ μὲν συγγενέσθαι Ποσειδῶνα τῇ Θυίᾳ, Χλῶριν δὲ Ποσειδῶνος παιδὶ Νηλεῖ συνοικῆσαι.
其他人也会讲述关于她们的传说,即波塞冬曾与帖伊亚结合,而克勒俄斯则与波塞冬之子涅琉斯结婚。