§10.19.1παρὰ δὲ τὸν Γοργίαν ἀνάθημά ἐστιν Ἀμφικτυόνων Σκιωναῖος Σκύλλις, ὃς καταδῦναι καὶ ἐς τὰ βαθύτατα θαλάσσης πάσης ἔχει φήμην· ἐδιδάξατο δὲ καὶ Ὕδναν τὴν θυγατέρα δύεσθαι.
在戈尔吉亚斯的雕像旁,是近邻同盟奉纳的斯基奥涅人斯库利斯,他拥有能潜入所有海洋最深处的名声;他甚至还教会了自己的女儿许德纳潜水。
§10.19.2οὗτοι περὶ τὸ ὄρος τὸ Πήλιον ἐπιπεσόντος ναυτικῷ τῷ Ξέρξου βιαίου χειμῶνος προσεξειργάσαντό σφισιν ἀπώλειαν, τάς τε ἀγκύρας καὶ εἰ δή τι ἄλλο ἔρυμα ταῖς τριήρεσιν ἦν ὑφέλκοντες.
当一场暴风雨在佩利翁山附近袭击薛西斯的舰队时,这两位通过暗中拔除锚以及三列桨座战船的其他防御设施,进一步促成了他们的毁灭。
ἀντὶ τούτου μὲν οἱ Ἀμφικτύονες καὶ αὐτὸν Σκύλλιν καὶ τὴν παῖδα ἀνέθεσαν· ἐν δὲ τοῖς ἀνδριᾶσιν ὁπόσους Νέρων ἔλαβεν ἐκ Δελφῶν, ἐν τούτοις τὸν ἀριθμὸν καὶ τῆς Ὕδνης ἀπεπλήρωσεν ἡ εἰκών.
作为对此的回报,近邻同盟奉纳了斯库利斯本人和他的女儿;但在尼禄从德尔斐运走的众多肖像雕刻中,许德纳的画像也填补了那个数量。
§10.19.3τὸ ἀπὸ τούτου δὲ ἔρχομαι διηγησόμενος λόγον Λέσβιον.
在这之后,我将叙述一个莱斯波斯的故事。
ἁλιεῦσιν ἐν Μηθύμνῃ τὰ δίκτυα ἀνείλκυσεν ἐκ θαλάσσης πρόσωπον ἐλαίας ξύλου πεποιημένον· τοῦτο ἰδέαν παρείχετο φέρουσαν μὲν ἐς τὸ θεῖον, ξένην δὲ καὶ ἐπὶ θεοῖς Ἑλληνικοῖς οὐ καθεστῶσαν.
在美索姆纳,渔民的网从海里捞出了一个用橄榄木制成的面容;这呈现出一种带有些许神圣色彩的外观,但这种外观十分奇特,在希腊诸神中并不多见。
εἴροντο οὖν οἱ Μηθυμναῖοι τὴν Πυθίαν ὅτου θεῶν ἢ καὶ ἡρώων ἐστὶν ἡ εἰκών· ἡ δὲ αὐτοὺς σέβεσθαι Διόνυσον Φαλλῆνα ἐκέλευσεν.
于是,美索姆纳人询问皮托的女祭司,这尊雕像是哪位神明或英雄的;女祭司命令他们崇拜狄奥尼索斯·法伦。
ἐπὶ τούτῳ οἱ Μηθυμναῖοι ξόανον μὲν τὸ ἐκ τῆς θαλάσσης παρὰ σφίσιν ἔχοντες καὶ θυσίαις καὶ εὐχαῖς τιμῶσι, χαλκοῦν δὲ ἀποπέμπουσιν ἐς Δελφούς.
基于此,美索姆纳人将海里捞出的木雕留在自己身边,用祭祀和祈祷来尊崇它,同时向德尔斐送去了一尊青铜复制品。
§10.19.4τὰ δὲ ἐν τοῖς ἀετοῖς, ἔστιν Ἄρτεμις καὶ Λητὼ καὶ Ἀπόλλων καὶ Μοῦσαι δύσις τε Ἡλίου καὶ Διόνυσός τε καὶ αἱ γυναῖκες αἱ Θυιάδες.
山墙里的装饰是阿耳忒弥斯、勒托、阿波罗、缪斯、落日,以及狄奥尼索斯和斯雅德斯女信徒们。
τὰ μὲν δὴ πρῶτα αὐτῶν Ἀθηναῖος Πραξίας μαθητὴς Καλάμιδός ἐστιν ὁ ἐργασάμενος· χρόνου δὲ ὡς ὁ ναὸς ἐποιεῖτο ἐγγινομένου Πραξίαν μὲν ἔμελλεν ἀπάξειν τὸ χρεών, τὰ δὲ ὑπολειπόμενα τοῦ ἐν τοῖς ἀετοῖς κόσμου ἐποίησεν Ἀνδροσθένης, γένος μὲν καὶ οὗτος Ἀθηναῖος, μαθητὴς δὲ Εὐκάδμου.
其中最初的部分是由雅典人普拉克西亚斯(卡拉米斯的弟子)制作的;但随着神殿建造过程中时间的推移,普拉克西亚斯被命运连带死亡带走了,山墙中剩余的装饰则由安德罗斯特尼斯(他也是雅典出身,是欧卡德莫斯的弟子)制作。
ὅπλα δὲ ἐπὶ τῶν ἐπιστυλίων χρυσᾶ, Ἀθηναῖοι μὲν τὰς ἀσπίδας ἀπὸ τοῦ ἔργου τοῦ Μαραθῶνι ἀνέθεσαν, Αἰτωλοὶ δὲ τά τε ὄπισθεν καὶ τὰ ἐν ἀριστερᾷ Γαλατῶν δὴ ὅπλα· σχῆμα δὲ αὐτῶν ἐστιν ἐγγυτάτω τῶν Περσικῶν γέρρων.
至于额枋上的金色武具,雅典人奉纳了马拉松战役中的盾牌,而埃托利亚人则奉纳了背面和左侧的那些,它们确实是加拉太人的武具;其形状极接近波斯人的轻盾。
§10.19.5Γαλατῶν δὲ τῆς ἐς τὴν Ἑλλάδα ἐπιστρατείας ἔχει μέν τινα μνήμην καὶ ἡ ἐς τὸ βουλευτήριον ἡμῖν τὸ Ἀττικὸν συγγραφή· προάγειν δὲ ἐς τὸ σαφέστερον τὰ ἐς αὐτοὺς ἠθέλησα ἐν τῷ λόγῳ τῷ ἐς Δελφούς, ὅτι ἔργων τῶν ἐπὶ τοὺς βαρβάρους τὰ μέγιστα Ἕλλησιν ἐνταῦθα ἦν.
关于加拉太人入侵希腊,我们在关于阿提卡议事堂的叙述中也有所提及;但我希望在关于德尔斐的叙述中更详细地阐明他们,因为希腊人对抗野蛮人的最大功绩就是在这里完成的。
ὑπερόριον μὲν οἱ Κελτοὶ στρατείαν πρώτην ὑπὸ ἡγεμόνι ἐποιήσαντο Καμβαύλῃ· προελθόντες δὲ ἄχρι τῆς Θρᾴκης τὸ πρόσω τῆς πορείας οὐκ ἀπεθάρσησαν, καταγνόντες αὑτῶν ὅτι ὀλίγοι τε ἦσαν καὶ οὐκ ἀξιόμαχοι κατʼ ἀριθμὸν Ἕλλησιν.
凯尔特人在领袖坎包勒斯的带领下进行了第一次境外远征;但行进到色雷斯后,他们没敢继续前进,因为他们自我评估,认为自己人数较少,在数量上无法与希腊人抗衡。
§10.19.6ἐπεὶ δὲ καὶ δεύτερον ἐπιφέρειν ἐδόκει ὅπλα ἐπὶ τὴν ἄλλων— ἐνῆγον δὲ μάλιστα οἱ ὁμοῦ Καμβαύλῃ ἐκστρατεύσαντες ἅτε λῃστειῶν τε ἤδη γεγευμένοι καὶ ἁρπαγῆς καὶ κερδῶν ἐς ἔρωτα ἥκοντες—, πολὺς μὲν δὴ πεζός, οὐκ ἐλάχιστοι δὲ ἠθροίσθησαν καὶ ἐς τὸ ἱππικόν·
但当决定第二次对其他人的土地动用武力时——尤其是那些曾与坎包勒斯一同远征的人,由于已经尝到了劫掠的甜头并对利益产生了强烈的渴望,他们最极力地促成此事——集结了大量的步兵,骑兵的数量也绝非少数。
ἐς μοίρας οὖν τρεῖς ἔνεμον οἱ ἡγεμόνες τὸν στρατόν, καὶ ἄλλος ἐξ αὐτῶν ἐπὶ ἄλλην ἐτέτακτο ἰέναι χώραν.
因此,领袖们将军队分为三部分,每个人都被派往不同的地区。