§10.12.6τὸ μέντοι χρεὼν αὐτὴν ἐπέλαβεν ἐν τῇ Τρῳάδι, καί οἱ τὸ μνῆμα ἐν τῷ ἄλσει τοῦ Σμινθέως ἐστὶ καὶ ἐλεγεῖον ἐπὶ τῆς στήλης· "
ἅδʼ ἐγὼ ἁ Φοίβοιο σαφηγορίς εἰμι Σίβυλλα
τῷδʼ ὑπὸ λαϊνέῳ σάματι κευθομένα,
παρθένος αὐδάεσσα τὸ πρίν, νῦν δʼ αἰὲν ἄναυδος,
μοίρᾳ ὑπὸ στιβαρᾷ τάνδε λαχοῦσα πέδαν.
然而,注定的死亡在特罗阿斯夺去了她,她的坟墓位于斯明透斯的圣林之中,石碑上刻有双行体墓志铭: “在此,我是阿波罗传达真言的西比拉,被掩埋在这座石墓之下,昔日是能言的少女,如今却永远无声,因严酷的命运而承受了这副锁链。
ἀλλὰ πέλας Νύμφαισι καὶ Ἑρμῇ τῷδʼ ὑπόκειμαι,
μοῖραν ἔχοισα κάτω τᾶς τότʼ ἀνακτορίας.
但我躺在宁芙和这尊赫耳墨斯像身旁,在地下享有我的分额,以取代昔日的统治。
"
ὁ μὲν δὴ παρὰ τὸ μνῆμα ἕστηκεν Ἑρμῆς λίθου τετράγωνον σχῆμα· ἐξ ἀριστερᾶς δὲ ὕδωρ τε κατερχόμενον ἐς κρήνην καὶ τῶν Νυμφῶν ἐστι τὰ ἀγάλματα.
“在墓旁立着的赫耳墨斯像呈四角石柱形;左边有水流下汇入泉水中,还有宁芙们的雕像。
§10.12.7Ἐρυθραῖοι δὲ—ἀμφισβητοῦσι γὰρ τῆς Ἡροφίλης προθυμότατα Ἑλλήνων—Κώρυκόν τε καλούμενον ὄρος καὶ ἐν τῷ ὄρει σπήλαιον ἀποφαίνουσι, τεχθῆναι τὴν Ἡροφίλην ἐν αὐτῷ λέγοντες, Θεοδώρου δὲ ἐπιχωρίου ποιμένος καὶ νύμφης παῖδα εἶναι·
埃留特拉伊人——因为他们在希腊人中最积极地争夺赫罗菲莱的归属——指着一座被称为科吕科斯的山以及山中的一个洞穴,说赫罗菲莱诞生于其中,并且她是当地牧人提奥多洛斯与一位宁芙的孩子。
Ἰδαίαν δὲ ἐπίκλησιν γενέσθαι τῇ νύμφῃ κατʼ ἄλλο μὲν οὐδέν, τῶν δὲ χωρίων τὰ δασέα ὑπὸ τῶν ἀνθρώπων ἴδας τότε ὀνομάζεσθαι.
他们说,这位宁芙获得“伊达亚”的别名并无其他原因,只是因为当时树木茂密的地方被人们称为“伊达”。
τὸ δὲ ἔπος τὸ ἐς τὴν Μάρπησσον καὶ τὸν ποταμὸν τὸν Ἀϊδωνέα, τοῦτο οἱ Ἐρυθραῖοι τὸ ἔπος ἀφαιροῦσιν ἀπὸ τῶν χρησμῶν.
至于关于马尔佩索斯和艾多纽斯河的那段诗句,埃留特拉伊人将这段诗句从神谕中删去了。
§10.12.8τὴν δὲ ἐπὶ ταύτῃ χρησμοὺς κατὰ ταὐτὰ εἰποῦσαν ἐκ Κύμης τῆς ἐν Ὀπικοῖς εἶναι, καλεῖσθαι δὲ Δημὼ συνέγραψεν Ὑπέροχος ἀνὴρ Κυμαῖος.
在赫罗菲莱之后以同样方式传达神谕的女子来自奥皮科伊地区的库墨,库墨人许佩罗科斯撰文记载她名叫德茉。
χρησμὸν δὲ οἱ Κυμαῖοι τῆς γυναικὸς ταύτης οὐδένα εἶχον ἐπιδείξασθαι, λίθου δὲ ὑδρίαν ἐν Ἀπόλλωνος ἱερῷ δεικνύουσιν οὐ μεγάλην, τῆς Σιβύλλης ἐνταῦθα κεῖσθαι φάμενοι τὰ ὀστᾶ.
然而,库墨人无法出示这位女子的任何神谕,只指着阿波罗神庙中一口不大的石水罐,声称西比拉的遗骨保存在这里。
§10.12.9ἐπετράφη δὲ καὶ ὕστερον τῆς Δημοῦς παρʼ Ἑβραίοις τοῖς ὑπὲρ τῆς Παλαιστίνης γυνὴ χρησμολόγος, ὄνομα δὲ αὐτῇ Σάββη· Βηρόσου δὲ εἶναι πατρὸς καὶ Ἐρυμάνθης μητρός φασι Σάββην· οἱ δὲ αὐτὴν Βαβυλωνίαν, ἕτεροι δὲ Σίβυλλαν καλοῦσιν Αἰγυπτίαν.
在德茉之后,在巴勒斯坦上方的希伯来人中也成长起一位传达神谕的女子,名叫萨贝;他们说萨贝的父亲是贝罗索斯,母亲是埃里曼特,但也有人称她为巴比伦西比拉,另一些人则称她为埃及西比拉。
§10.12.10Φαεννὶς δὲ θυγάτηρ βασιλεύσαντος ἀνδρὸς ἐν Χάοσι καὶ αἱ Πέλειαι παρὰ Δωδωναίοις ἐμαντεύσαντο μὲν ἐκ θεοῦ καὶ αὗται, Σίβυλλαι δὲ ὑπὸ ἀνθρώπων οὐκ ἐκλήθησαν.
在哈奥内斯人中称王的男子的女儿法恩尼斯,以及多多纳人中的佩莱阿得斯(女祭司们)虽然也受神启示而预言,但并没有被人们称为西比拉。
τῆς μὲν δὴ πυθέσθαι τὴν ἡλικίαν καὶ ἐπιλέξασθαι τοὺς χρησμούς Ἀντιόχου γὰρ μετὰ τὸ ἁλῶναι Δημήτριον αὐτίκα ἐς τὴν ἀρχὴν καθισταμένου γέγονε Φαεννίς.
至于法恩尼斯,确实可以了解她的时代并阅读她的神谕;因为法恩尼斯正是在德米特里被俘后,安条克立即登基执政的时期生活的。
τὰς Πελειάδας δὲ Φημονόης τε ἔτι προτέρας γενέσθαι λέγουσι καὶ ᾆσαι γυναικῶν πρώτας τάδε τὰ ἔπη· "
Ζεὺς ἦν, Ζεὺς ἐστίν, Ζεὺς ἔσσεται· ὦ μεγάλε Ζεῦ.
人们说,佩莱阿得斯的产生甚至比斐莫诺埃还要早,并且是女性中最早吟唱以下诗句的: “宙斯曾是,宙斯是,宙斯将是;噢,伟大的宙斯。
Γᾶ καρποὺς ἀνίει, διὸ κλῄζετε Ματέρα γαῖαν. "
大地生发果实,因此当赞美母亲大地。
§10.12.11χρησμολόγους δὲ ἄνδρας Κύπριόν τε Εὔκλουν καὶ Ἀθηναίους Μουσαῖον τὸν Ἀντιοφήμου καὶ Λύκον τὸν Πανδίονος, τούτους τε γενέσθαι καὶ ἐκ Βοιωτίας Βάκιν φασὶ κατάσχετον ἄνδρα ἐκ νυμφῶν· τούτων πλὴν Λύκου τῶν ἄλλων ἐπελεξάμην τοὺς χρησμούς.
“他们说,传达神谕的男子有塞浦路斯人欧克罗斯、雅典人穆塞奥斯(安提奥斐莫斯之子)和吕科斯(潘迪翁之子),以及来自波奥蒂亚、被宁芙附身的男子巴基斯;在这些人中,除了吕科斯,我阅读了其他所有人的神谕。
τοσαῦται μὲν ἄχρι ἐμοῦ λέγονται γυναῖκες καὶ ἄνδρες ἐκ θεοῦ μαντεύσασθαι· ἐν δὲ τῷ χρόνῳ τῷ πολλῷ καὶ αὖθις γένοιτο ἂν ἕτερα τοιαῦτα.
直到我的时代,据说受神启示而预言的男女就是这些;在漫长的岁月中,今后可能还会再次出现其他这样的人。