§1.8.1ἀπαιτεῖ δὲ ὁ λόγος δηλῶσαι καὶ τὰ ἐς Ἄτταλον ἔχοντα, ὅτι καὶ οὗτος τῶν ἐπωνύμων ἐστὶν Ἀθηναίοις.
现在,叙述的展开要求我们也说明有关阿塔罗斯的事。 因为此人也是雅典人的名祖之一。
ἀνὴρ Μακεδὼν Δόκιμος ὄνομα, στρατηγὸς Ἀντιγόνου, Λυσιμάχῳ παραδοὺς ὕστερον αὑτὸν καὶ τὰ χρήματα, Φιλέταιρον Παφλαγόνα εἶχεν εὐνοῦχον.
一个名叫多客摩斯的马其顿人,是安提柯的将军,后来将自己和财产交给了利西马科斯,他手下有一名帕弗拉戈尼亚太监菲莱泰罗斯。
ὅσα μὲν δὴ Φιλεταίρῳ πεπραγμένα ἐς τὴν ἀπόστασίν ἐστι τὴν ἀπὸ Λυσιμάχου καὶ ὡς Σέλευκον ἐπηγάγετο, ἔσται μοι τῶν ἐς Λυσίμαχον παρενθήκη· ὁ δὲ Ἄτταλος Ἀττάλου μὲν παῖς ὤν, ἀδελφιδοῦς δὲ Φιλεταίρου, τὴν ἀρχὴν Εὐμένους παραδόντος ἔσχεν ἀνεψιοῦ.
关于菲莱泰罗斯背叛利西马科斯所做的一切,以及他如何招来塞琉古,将作为我关于利西马科斯叙述的插话;而阿塔罗斯是阿塔罗斯之子,也是菲莱泰罗斯的侄子,在堂兄欧墨尼斯让位后继承了统治权。
μέγιστον δέ ἐστίν οἱ τῶν ἔργων· Γαλάτας γὰρ ἐς τὴν γῆν, ἣν ἔτι καὶ νῦν ἔχουσιν, ἀναφυγεῖν ἠνάγκασεν ἀπὸ θαλάσσης.
在他的功绩中,最伟大的是他迫使加拉太人从海边退却,进入他们直到现在仍占有的土地。
§1.8.2μετὰ δὲ τὰς εἰκόνας τῶν ἐπωνύμων ἐστὶν ἀγάλματα θεῶν, Ἀμφιάραος καὶ Εἰρήνη φέρουσα Πλοῦτον παῖδα.
在名祖的雕像之后,有神明们的雕像,即安菲阿拉俄斯和抱着幼儿普鲁托斯的埃瑞涅。
ἐνταῦθα Λυκοῦργός τε κεῖται χαλκοῦς ὁ Λυκόφρονος καὶ Καλλίας, ὃς πρὸς Ἀρταξέρξην τὸν Ξέρξου τοῖς Ἕλλησιν, ὡς Ἀθηναίων οἱ πολλοὶ λέγουσιν, ἔπραξε τὴν εἰρήνην· ἔστι δὲ καὶ Δημοσθένης, ὃν ἐς Καλαυρείαν Ἀθηναῖοι τὴν πρὸ Τροιζῆνος νῆσον ἠνάγκασαν ἀποχωρῆσαι, δεξάμενοι δὲ ὕστερον διώκουσιν αὖθις μετὰ τὴν ἐν Λαμίᾳ πληγήν.
这里还立着来库古(莱科夫隆之子)的青铜像,以及卡里亚斯,据大多数雅典人所说,卡里亚斯为希腊人与薛西斯之子阿尔塔薛西斯达成了和平协定;这里还有德摩斯梯尼,雅典人曾强迫他退避到特罗曾前方的卡劳雷亚岛,后来虽将他接回,但在拉米亚战役惨败后又再次驱逐他。
§1.8.3Δημοσθένης δέ ὡς τὸ δεύτερον ἔφυγε, περαιοῦται καὶ τότε ἐς τὴν Καλαυρείαν, ἔνθα δὴ πιὼν φάρμακον ἐτελεύτησεν· φυγάδα τε Ἕλληνα μόνον τοῦτον Ἀντιπάτρῳ καὶ Μακεδόσιν οὐκ ἀνήγαγεν Ἀρχίας.
当德摩斯梯尼第二次逃亡时,他当时也渡海到了卡劳雷亚,并在那里饮毒自尽;而阿尔基亚斯未能将这个唯一的希腊流亡者带回给安提帕特和马其顿人。
ὁ δὲ Ἀρχίας οὗτος Θούριος ὢν ἔργον ἤρατο ἀνόσιον· ὅσοι Μακεδόσιν ἔπραξαν ἐναντία πρὶν ἢ τοῖς Ἕλλησι τὸ πταῖσμα τὸ ἐν Θεσσαλίᾳ γενέσθαι, τούτους ἦγεν Ἀρχίας Ἀντιπάτρῳ δώσοντας δίκην.
这位阿尔基亚斯是昔里伊人,他承担了一项不敬神的勾当:凡是在希腊人在色萨利遭受挫败之前对抗马其顿人的人,阿尔基亚斯都把他们带去给安提帕特接受惩罚。
Δημοσθένει μὲν ἡ πρὸς Ἀθηναίους ἄγαν εὔνοια ἐς τοῦτο ἐχώρησεν· εὖ δέ μοι λελέχθαι δοκεῖ ἄνδρα ἀφειδῶς ἐκπεσόντα ἐς πολιτείαν καὶ πιστὰ ἡγησάμενον τὰ τοῦ δήμου μήποτε καλῶς τελευτῆσαι.
对德摩斯梯尼而言,他对雅典人的过度善意导致了这一结局;在我看来,说“一个不遗余力投身公共政治、视民众承诺为可靠的人绝无善终”这句话,确实说得很对。
§1.8.4τῆς δὲ τοῦ Δημοσθένους εἰκόνος πλησίον Ἄρεώς ἐστιν ἱερόν, ἔνθα ἀγάλματα δύο μὲν Ἀφροδίτης κεῖται, τὸ δὲ τοῦ Ἄρεως ἐποίησεν Ἀλκαμένης, τὴν δὲ Ἀθηνᾶν ἀνὴρ Πάριος, ὄνομα δὲ αὐτῷ Λόκρος.
在德摩斯梯尼的雕像附近,有一座阿瑞斯神庙,那里立着两尊阿佛洛狄忒的雕像,而阿瑞斯的雕像是阿尔卡梅尼斯制作的,阿典娜的雕像则是由一个帕罗斯人制作的,他的名字叫洛克罗斯。
ἐνταῦθα καὶ Ἐνυοῦς ἄγαλμά ἐστιν, ἐποίησαν δὲ οἱ παῖδες οἱ Πραξιτέλους· περὶ δὲ τὸν ναὸν ἑστᾶσιν Ἡρακλῆς καὶ Θησεὺς καὶ Ἀπόλλων ἀναδούμενος ταινίᾳ τὴν κόμην, ἀνδριάντες δὲ Καλάδης Ἀθηναίοις ὡς λέγεται νόμους γράψας καὶ Πίνδαρος ἄλλα τε εὑρόμενος παρὰ Ἀθηναίων καὶ τὴν εἰκόνα, ὅτι σφᾶς ἐπῄνεσεν ᾆσμα ποιήσας.
这里还有一尊厄倪俄的雕像,是普拉克西特列斯的儿子们制作的;在神庙周围立着赫拉克勒斯、忒修斯和用发带束发的阿波罗,还有据说为雅典人起草法律的卡拉德斯的雕像,以及品达的雕像,品达因作诗赞美他们,从而从雅典人那里获得了其他奖赏并包括这尊雕像。
§1.8.5οὐ πόρρω δὲ ἑστᾶσιν Ἁρμόδιος καὶ Ἀριστογείτων οἱ κτείναντες Ἵππαρχον· αἰτία δὲ ἥτις ἐγένετο καὶ τὸ ἔργον ὅντινα τρόπον ἔπραξαν, ἑτέροις ἐστὶν εἰρημένα.
在不远处立着哈尔摩狄乌斯和阿里斯托革顿,他们杀死了希帕库斯;起因是什么以及他们如何执行了这一行动,已有其他人叙述过了。
τῶν δὲ ἀνδριάντων οἱ μέν εἰσι Κριτίου τέχνη, τοὺς δὲ ἀρχαίους ἐποίησεν Ἀντήνωρ· Ξέρξου δέ, ὡς εἷλεν Ἀθήνας ἐκλιπόντων τὸ ἄστυ Ἀθηναίων, ἀπαγαγομένου καὶ τούτους ἅτε λάφυρα, κατέπεμψεν ὕστερον Ἀθηναίοις Ἀντίοχος.
在这些雕像中,有些是克里提乌斯的手艺,而古老的那些则是安特诺尔制作的;当薛西斯在雅典人弃城后占领雅典并把这些雕像也作为战利品带走时,安条克后来把它们送还给了雅典人。
§1.8.6τοῦ θεάτρου δὲ ὃ καλοῦσιν Ὠιδεῖον ἀνδριάντες πρὸ τῆς ἐσόδου βασιλέων εἰσὶν Αἰγυπτίων.
在他们称为音乐厅的剧场入口前,立着埃及国王们的雕像。
ὀνόματα μὲν δὴ κατὰ τὰ αὐτὰ Πτολεμαῖοί σφισιν, ἄλλη δὲ ἐπίκλησις ἄλλῳ· καὶ γὰρ Φιλομήτορα καλοῦσι καὶ Φιλάδελφον ἕτερον, τὸν δὲ τοῦ Λάγου Σωτῆρα παραδόντων Ῥοδίων τὸ ὄνομα.
他们的名字虽然同样都叫托勒密,但每个人都有不同的别称;因为他们称其中一个为“爱母者”(菲洛墨托尔),另一个为“爱姐妹者”(菲拉德尔福斯),而拉戈斯之子则被称为“救主”(索特尔),这是罗得斯人赋予的名号。
τῶν δὲ ἄλλων ὁ μὲν Φιλάδελφός ἐστιν οὗ καὶ πρότερον μνήμην ἐν τοῖς ἐπωνύμοις ἐποιησάμην, πλησίον δέ οἱ καὶ Ἀρσινόης τῆς ἀδελφῆς ἐστιν εἰκών.
在其他人中,“爱姐妹者”就是我之前在名祖中提到过的那位,而在他的附近也有他的姐妹阿尔西诺伊的雕像。