Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.41.1-1.41.4

阿尔克墨涅之墓与阿尔卡托奥斯斩狮

第 47 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯描述了卫城北坡的阿尔克墨涅之墓及其地方传说,游历了被称为“鲁斯”的地方和许洛斯之墓,并通过与其他诗歌资料的对比,考察了阿尔卡托奥斯杀死基泰隆狮子并建立神殿的神话。

§1.41.1ἐκ δὲ τῆς ἀκροπόλεως κατιοῦσιν, ᾗ πρὸς ἄρκτον τέτραπται τὸ χωρίον, μνῆμά ἐστιν Ἀλκμήνης πλησίον τοῦ Ὀλυμπιείου.
从卫城下来的人,在地方转向北方之处,奥林匹亚神庙附近有阿尔克墨涅的墓。
βαδίζουσαν γὰρ ἐς Θήβας ἐξ Ἄργους τελευτῆσαι καθʼ ὁδὸν λέγουσιν αὐτὴν ἐν τοῖς Μεγάροις, καὶ τοὺς Ἡρακλείδας ἐς ἀμφισβήτησιν ἐλθεῖν, τοὺς μὲν ἐς Ἄργος ἐθέλοντας ὀπίσω κομίσαι τὸν νεκρὸν τῆς Ἀλκμήνης, τοὺς δʼ αὐτῶν ἐς Θήβας· καὶ γὰρ τοῖς Ἡρακλέους παισὶ τοῖς ἐκ Μεγάρας τάφον εἶναι καὶ Ἀμφιτρύωνος ἐν Θήβαις.
因为人们说她从阿耳戈斯步行前往底比斯时在梅加拉中途去世,而赫拉克勒斯的孩子们因此陷入争端,一些人想要将阿尔克墨涅的尸体带回阿耳戈斯,而另一些人则想带往底比斯;因为在底比斯既有赫拉克勒斯与梅加拉所生孩子的坟墓,也有安菲特律翁的坟墓。
ὁ δὲ ἐν Δελφοῖς θεὸς ἔχρησε θάψαι Ἀλκμήνην ἐν τοῖς Μεγάροις ἄμεινον εἶναί σφισιν.
而德尔斐的神明下达神谕说,在梅加拉葬埋阿尔克墨涅对他们更好。
§1.41.2ἐντεῦθεν ὁ τῶν ἐπιχωρίων ἡμῖν ἐξηγητὴς ἡγεῖτο ἐς χωρίον Ῥοῦν ὡς ἔφασκεν ὀνομαζόμενον, ταύτῃ γὰρ ὕδωρ ποτὲ ἐκ τῶν ὀρῶν τῶν ὑπὲρ τὴν πόλιν ῥυῆναι· Θεαγένης δέ, ὃς τότε ἐτυράννει, τὸ ὕδωρ ἑτέρωσε τρέψας βωμὸν ἐνταῦθα Ἀχελῴῳ ἐποίησε.
从这里开始,当地的向导引导我们前往一个据他说被称为‘鲁斯(径流)’的地方,因为曾经有水从城市上方的山中流过这里;但当时身为僭主的泰阿革奈斯将水转向别处,并在那里为阿克洛奥斯建造了祭坛。
καὶ Ὕλλου πλησίον τοῦ Ἡρακλέους μνῆμά ἐστιν ἀνδρὶ Ἀρκάδι Ἐχέμῳ τῷ Ἀερόπου μονομαχήσαντος· καὶ ὅστις μὲν Ἔχεμος ὢν ἀπέκτεινεν Ὕλλον, ἑτέρωθι τοῦ λόγου δηλώσω, τέθαπται δὲ καὶ Ὕλλος ἐν τοῖς Μεγάροις.
附近还有赫拉克勒斯之子许洛斯的墓,他曾与阿埃罗波斯之子、阿卡迪亚人埃赫摩斯进行单挑;而埃赫摩斯究竟是谁并杀死了许洛斯,我将在叙述的其他部分说明,但许洛斯也葬在梅加拉。
αὕτη καλοῖτο ἂν ὀρθῶς στρατεία τῶν Ἡρακλειδῶν ἐς Πελοπόννησον ἐπὶ Ὀρέστου βασιλεύοντος.
这可以被正确地称为俄瑞斯忒斯统治时期赫拉克勒斯后裔对伯罗奔尼撒的远征。
§1.41.3οὐ πόρρω δὲ τοῦ Ὕλλου μνήματος Ἴσιδος ναὸς καὶ παρʼ αὐτὸν Ἀπόλλωνός ἐστι καὶ Ἀρτέμιδος· Ἀλκάθουν δέ φασι ποιῆσαι ἀποκτείναντα λέοντα τὸν καλούμενον Κιθαιρώνιον.
离许洛斯墓不远有一座伊西斯神殿,紧邻它的是阿波罗和阿耳忒弥斯的神殿;据说阿尔卡托奥斯在杀死了被称为‘基泰隆的’狮子后建造了这些。
ὑπὸ τούτου τοῦ λέοντος διαφθαρῆναι καὶ ἄλλους καὶ Μεγαρέως φασὶ τοῦ σφετέρου βασιλέως παῖδα Εὔιππον, τὸν δὲ πρεσβύτερον τῶν παίδων αὐτῷ Τίμαλκον ἔτι πρότερον ἀποθανεῖν ὑπὸ Θησέως, στρατεύοντα ἐς Ἄφιδναν σὺν τοῖς Διοσκούροις· Μεγαρέα δὲ γάμον τε ὑποσχέσθαι θυγατρὸς καὶ ὡς διάδοχον ἕξει τῆς ἀρχῆς, ὅστις τὸν Κιθαιρώνιον λέοντα ἀποκτείναι· διὰ ταῦτα Ἀλκάθουν τὸν Πέλοπος ἐπιχειρήσαντα τῷ θηρίῳ κρατῆσαί τε καὶ ὡς ἐβασίλευσε τὸ ἱερὸν ποιῆσαι τοῦτο, Ἀγροτέραν Ἄρτεμιν καὶ Ἀπόλλωνα Ἀγραῖον ἐπονομάσαντα.
据说,不仅其他人,连他们自己的国王梅加雷乌斯的儿子欧伊波斯也被这只狮子杀害,而他的长子蒂马尔科斯在此之前更早地在与双子神一同远征阿菲德纳时被忒修斯杀死;梅加雷乌斯曾许诺将女儿嫁给并让其继承王位,无论是谁只要杀死那只基泰隆的狮子;因此,珀罗普斯之子阿尔卡托奥斯向那只猛兽挑战并战胜了它,在他即位为王时,建造了这座圣所,将阿耳忒弥斯命名为‘阿格罗苔拉(野外的)’,将阿波罗命名为‘阿格拉伊奥斯(野外的)’。
§1.41.4ταῦτα μὲν οὕτω γενέσθαι λέγουσιν· ἐγὼ δὲ γράφειν μὲν ἐθέλω Μεγαρεῦσιν ὁμολογοῦντα, οὐκ ἔχω δὲ ὅπως εὕρωμαι πάντα σφίσιν, ἀλλὰ ἀποθανεῖν μὲν λέοντα ἐν τῷ Κιθαιρῶνι ὑπὸ Ἀλκάθου πείθομαι, Μεγαρέως δὲ Τίμαλκον παῖδα τίς μὲν ἐς Ἄφιδναν ἐλθεῖν μετὰ τῶν Διοσκούρων ἔγραψε;
这些事情他们说是这样发生的;而我虽然想要顺从梅加拉人的说法来写,却不知如何才能在所有事情上都符合他们的意愿,尽管我相信基泰隆的一只狮子被阿尔卡托奥斯杀死,但又有谁写过梅加雷乌斯之子蒂马尔科斯曾与双子神一同前往阿菲德纳?
πῶς δʼ ἂν ἀφικόμενος ἀναιρεθῆναι νομίζοιτο ὑπὸ Θησέως, ὅπου καὶ Ἀλκμὰν ποιήσας ᾆσμα ἐς τοὺς Διοσκούρους, ὡς Ἀθήνας ἕλοιεν καὶ τὴν Θησέως ἀγάγοιεν μητέρα αἰχμάλωτον, ὅμως Θησέα φησὶν αὐτὸν ἀπεῖναι;
而且,即使他到达了那里,他又怎么可能被认为是被忒修斯所杀,因为连阿尔克曼在创作关于双子神的诗歌、讲述他们如何攻占雅典并带走忒修斯的母亲作为俘虏时,却依然说忒修斯本人当时不在场?

词汇与语法注释

  1. 1.41.1κατιοῦσιν — 现在分词复数与格。意为“对于下来的人”,在地理指南等描述性文献中,常作为“关涉与格”(或称“判断与格”,dativus iudicantis)使用,用以提示旅人的移动轨迹或视角。
  2. 1.41.4οὐκ ἔχω δὲ ὅπως εὕρωμαι — 动词 `ἔχω` 与否定词连用,表示“不知如何”或“不能”,并与间接疑问副词 `ὅπως` 共同引导虑疑语气虚拟语气(`εὕρωμαι`,不定过去时中间因虚拟式)。直译为“我不知道该如何去找到”。

引用这一段

保萨尼亚斯, 希腊志 §1.41.1-1.41.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.41.1-1.41.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。