§1.39.1ἑτέρα δὲ ὁδὸς ἐξ Ἐλευσῖνος πρὸς Μέγαρα ἄγει·
从厄琉息斯有另一条路通往梅加拉。
ταύτην ἐρχομένοις τὴν ὁδὸν φρέαρ ἐστὶν Ἄνθιον καλούμενον.
对于沿这条路前行的人来说,有一口被称为“安提翁”的井。
ἐποίησε δὲ Πάμφως ἐπὶ τούτῳ τῷ φρέατι καθῆσθαι Δήμητρα μετὰ τὴν ἁρπαγὴν τῆς παιδὸς γραῒ εἰκασμένην·
潘福斯在他的诗中写道,德美特尔在女儿被掠走后曾坐在这口井旁,化身为一个老妇人。
ἐντεῦθεν δὲ αὐτὴν ἅτε γυναῖκα Ἀργείαν ὑπὸ τῶν θυγατέρων τῶν Κελεοῦ κομισθῆναι παρὰ τὴν μητέρα καί οἱ τὴν Μετάνειραν οὕτω πιστεῦσαι τοῦ παιδὸς τὴν ἀνατροφήν.
从那里,她被刻勒俄斯的女儿们当作阿尔戈斯妇女带到母亲那里,梅塔内拉因此信赖她,将孩子的抚养托付给她。
§1.39.2ὀλίγῳ δὲ ἀπωτέρω τοῦ φρέατος ἱερὸν Μετανείρας ἐστὶ καὶ μετʼ αὐτὸ τάφοι τῶν ἐπὶ Θήβας.
离这口井不远的地方是梅塔内拉的神殿,紧接着是那些远征底比斯之人的坟墓。
Κρέων γάρ, ὃς ἐδυνάστευε τότε ἐν Θήβαις Λαοδάμαντα ἐπιτροπεύων τὸν Ἐτεοκλέους, οὐ παρῆκε τοῖς προσήκουσιν ἀνελομένοις θάψαι·
因为当时在底比斯摄政并监护埃特俄克勒斯之子劳达马斯的克勒翁,不准亲属收殓并安葬他们。
ἱκετεύσαντος δὲ Ἀδράστου Θησέα καὶ μάχης Ἀθηναίων γενομένης πρὸς Βοιωτούς, Θησεὺς ὡς ἐκράτησε τῇ μάχῃ κομίσας ἐς τὴν Ἐλευσινίαν τοὺς νεκροὺς ἐνταῦθα ἔθαψε.
但当阿德拉斯托斯向忒修斯请求,且雅典人与波奥蒂亚人发生战争时,忒修斯在战斗中获胜,将尸体运往厄琉息斯领地并在此处安葬。
Θηβαῖοι δὲ τὴν ἀναίρεσιν τῶν νεκρῶν λέγουσιν ἐθελονταὶ δοῦναι καὶ συνάψαι μάχην οὔ φασι.
然而,底比斯人说,他们是自愿交出尸体进行安葬的,并否认曾交战。
§1.39.3—μετὰ δὲ τῶν Ἀργείων τοὺς τάφους ἐστὶν Ἀλόπης μνῆμα, ἣν τεκοῦσαν Ἱπποθόωντα ἐκ Ποσειδῶνος ἀποθανεῖν ἐνταῦθά φασιν ὑπὸ τοῦ πατρὸς Κερκυόνος.
—在阿尔戈斯人的坟墓之后,是阿洛佩的纪念碑。 据说她与波塞冬生下希波托翁后,在此处被父亲刻耳库翁杀死。
εἶναι δὲ ὁ Κερκυὼν λέγεται καὶ τὰ ἄλλα ἄδικος ἐς τοὺς ξένους καὶ παλαίειν οὐ βουλομένοις·
据说刻耳库翁在其他方面也对异乡人极不公正,强迫不愿摔跤的人与他摔跤。
καὶ ὁ τόπος οὗτος παλαίστρα καὶ ἐς ἐμὲ ἐκαλεῖτο Κερκυόνος, ὀλίγον τοῦ τάφου τῆς Ἀλόπης ἀπέχων.
这个地方直到我的时代仍被称为“刻耳库翁的角力场”,离阿洛佩的墓不远。
λέγεται δὲ ὁ Κερκυὼν τοὺς καταστάντας ἐς πάλην διαφθεῖραι πλὴν Θησέως, Θησεὺς δὲ κατεπάλαισεν αὐτὸν σοφίᾳ τὸ πλέον·
据说刻耳库翁杀死了所有与他角力的人,唯独忒修斯例外,而忒修斯主要是靠技巧战胜了他。
παλαιστικὴν γὰρ τέχνην εὗρε Θησεὺς πρῶτος καὶ πάλης κατέστη ὕστερον ἀπʼ ἐκείνου διδασκαλία· πρότερον δὲ ἐχρῶντο μεγέθει μόνον καὶ ῥώμῃ πρὸς τὰς πάλας.
因为忒修斯最先发明了角力的艺术,此后才确立了摔跤的教学;在此之前,人们在摔跤时仅靠体格和力量。
τοσαῦτα κατὰ γνώμην τὴν ἐμὴν Ἀθηναίοις γνωριμώτατα ἦν ἔν τε λόγοις καὶ θεωρήμασιν, ἀπέκρινε δὲ ἀπὸ τῶν πολλῶν ἐξ ἀρχῆς ὁ λόγος μοι τὰ ἐς συγγραφὴν ἀνήκοντα.
在我看来,这些就是雅典人在传说和景观中最著名的东西。 但我的记叙从一开始就从众多事物中挑选出属于历史撰述的部分。
§1.39.4Ἐλευσῖνι δὲ ἤδη πλησιόχωρος ἡ καλουμένη Μεγαρίς·
与厄琉息斯接壤的已经是被称为梅加里斯的地区。
τῆς Ἀθηναίων ἦν καὶ αὕτη τὸ ἀρχαῖον, Πύλα τοῦ βασιλέως καταλιπόντος Πανδίονι.
这里在古代也属于雅典人,因为国王皮拉斯曾将其留给潘迪翁。
μαρτύρια δέ μοι τάφος τε Πανδίονος ἐν τῇ γῇ καὶ Νῖσος Αἰγεῖ μὲν πρεσβυτάτῳ τοῦ παντὸς γένους παραχωρήσας Ἀθηναίων ἄρχειν, αὐτὸς δὲ Μεγάρων καὶ τῆς ἄχρι Κορίνθου βασιλεύειν ἀξιωθείς·
我的证据是该地潘迪翁的墓,以及尼索斯。 尼索斯将雅典人的统治权让给了整个家族中最年长的埃勾斯,而他自己则被认为应当统治梅加拉及直至科林斯的土地。
Νίσαιά τε ἔτι καὶ νῦν Μεγαρεῦσιν ἐπίνειον ἀπʼ αὐτοῦ καλεῖται.
被称为尼塞亚的港口至今仍是梅加拉人的港湾,便是得名于他。
Κόδρου δὲ ὕστερον βασιλεύοντος στρατεύουσιν ἐπʼ Ἀθήνας Πελοποννήσιοι·
后来在科德罗斯统治时期,伯罗奔尼撒人向雅典进军。
καὶ ὡς οὐδὲν ἀποδειξάμενοι λαμπρὸν ἐκομίζοντο ὀπίσω, Μέγαρα Ἀθηναίων ἑλόντες Κορινθίων καὶ τῶν ἄλλων συμμάχων τοῖς ἐθέλουσιν ἔδωκαν οἰκῆσαι.
由于未能展现出任何显赫战绩,他们便撤了回去,但他们从雅典人手中夺取了梅加拉,并将其交给了科林斯人以及其他愿意在此居住的同盟者。
§1.39.5Μεγαρεῖς μὲν οὕτως ἔθη καὶ φωνὴν μεταβαλόντες Δωριεῖς γεγόνασι, κληθῆναι δὲ οὕτω τὴν πόλιν φασὶν ἐπὶ Καρὸς τοῦ Φορωνέως ἐν τῇ γῇ ταύτῃ βασιλεύοντος·
梅加拉人就这样改变了习惯和语言,成为了多利安人。 他们说,在佛罗内乌斯之子卡斯统治这片土地时,这座城市因此得名。
τότε πρῶτον λέγουσιν ἱερὰ γενέσθαι Δήμητρος αὐτοῖς, τότε ἀνθρώπους ὀνομάσαι Μέγαρα.
他们说,当时首次为他们建立了德美特尔的神殿,当时人们便命名其为梅加拉。
οὕτω μὲν αὐτοὶ περὶ σφῶν Μεγαρεῖς λέγουσι·
梅加拉人自己就是这样谈论自己的。
Βοιωτοὶ δὲ ἐν Ὀγχηστῷ Μεγαρέα τὸν Ποσειδῶνος οἰκοῦντα ἀφικέσθαι στρατιᾷ Βοιωτῶν φασι Νίσῳ τὸν πρὸς Μίνω πόλεμον συνδιοίσοντα, πεσόντα δὲ αὐτὸν ἐν τῇ μάχῃ ταφῆναί τε αὐτοῦ καὶ τῇ πόλει Μέγαρα ὄνομα ἀπὸ τούτου γενέσθαι, πρότερον Νίσᾳ καλουμένῃ.
但波奥蒂亚人说,居住在昂刻斯托斯的波塞冬之子梅加勒乌斯,率领波奥蒂亚人的军队来到尼索斯处,协助共同承担对米诺斯的战争。 而他在战斗中牺牲,被安葬在那里,这座城市也因此得名梅加拉,此前它被称为尼萨。
§1.39.6δωδεκάτῃ δὲ ὕστερον μετὰ Κᾶρα τὸν Φορωνέως γενεᾷ λέγουσιν οἱ Μεγαρεῖς Λέλεγα ἀφικόμενον ἐξ Αἰγύπτου βασιλεῦσαι καὶ τοὺς ἀνθρώπους κληθῆναι Λέλεγας ἐπὶ τῆς ἀρχῆς αὐτοῦ·
在佛罗内乌斯之子卡斯之后的第十二代,梅加拉人说,从埃及来的莱莱克斯成为国王,在他的统治下,人们被称为莱莱格斯。
Κλήσωνος δὲ τοῦ Λέλεγος γενέσθαι Πύλαν, τοῦ Πύλα δὲ Σκίρωνα·
莱莱克斯之子克勒松生皮拉斯,皮拉斯生西隆。
τοῦτον συνοικῆσαι Πανδίονος θυγατρί, καὶ ὕστερον Νίσῳ τῷ Πανδίονος ἐς ἀμφισβήτησιν ἐλθεῖν περὶ τῆς ἀρχῆς Σκίρωνα καί σφισιν Αἰακὸν δικάσαι, βασιλείαν μὲν διδόντα Νίσῳ καὶ τοῖς ἀπογόνοις, Σκίρωνι δὲ ἡγεμονίαν εἶναι πολέμου.
这位西隆娶了潘迪翁的女儿,后来西隆与潘迪翁之子尼索斯为了统治权发生争执,埃阿科斯为他们进行了裁决,将王权给予了尼索斯及其后代,而让西隆担任战争的统帅。
Μεγαρέα δὲ τὸν Ποσειδῶνος θυγατρὶ Νίσου συνοικήσαντα Ἰφινόῃ διαδέξασθαι τὴν τοῦ Νίσου φασὶν ἀρχήν·
他们说,娶了尼索斯之女伊菲诺厄的波塞冬之子梅加勒乌斯继承了尼索斯的统治权。
τὸν δὲ Κρητικὸν πόλεμον καὶ τὴν ἐπὶ Νίσου βασιλεύοντος ἅλωσιν τῆς πόλεως οὐκ ἐθέλουσιν εἰδέναι.
但关于克里特战争以及在尼索斯统治期间城市的陷落,他们不愿承认。