Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.35.1-1.35.8

萨拉米斯岛的埃阿斯传说与巨人的遗骨

第 41 段,共 465 段 · 希腊语

内容简介

作者探讨了阿提卡周边岛屿的起源及萨拉米斯岛上关于埃阿斯的传说,并结合自己的观察与当地人的解释,考察了各地关于巨人遗骨的传闻。

§1.35.1νῆσοι δὲ Ἀθηναίοις οὐ πόρρω τῆς χώρας εἰσίν, ἡ μὲν Πατρόκλου καλουμένη—τὰ δὲ ἐς αὐτὴν ἤδη μοι δεδήλωται—, ἄλλη δὲ ὑπὲρ Σουνίου τὴν Ἀττικὴν ἐν ἀριστερᾷ παραπλέουσιν· ἐς ταύτην ἀποβῆναι λέγουσιν Ἑλένην μετὰ τὴν ἅλωσιν τὴν Ἰλίου, καὶ διὰ τοῦτο ὄνομά ἐστιν Ἑλένη τῇ νήσῳ.
雅典人在离他们的土地不远的地方有一些岛屿,其中一个被称为帕特罗克洛斯岛——关于它的情况我已经说明过了——另一个是在越过苏尼翁、将阿提卡置于左侧航行时的前方;他们说海伦在伊利翁陷落后曾在此岛登陆,因此该岛的名字叫海伦娜。
§1.35.2Σαλαμὶς δὲ κατὰ Ἐλευσῖνα κειμένη παρήκει καὶ ἐς τὴν Μεγαρικήν.
萨拉米斯坐落在埃勒乌斯对面,一直延伸到麦加拉领地。
πρῶτον δὲ τῇ νήσῳ τὸ ὄνομα θέσθαι τοῦτο Κυχρέα ἀπὸ τῆς μητρὸς Σαλαμῖνος τῆς Ἀσωποῦ, καὶ ὕστερον Αἰγινήτας τοὺς σὺν Τελαμῶνι ἐποικῆσαι· Φίλαιον δὲ τὸν Εὐρυσάκους τοῦ Αἴαντος παραδοῦναι λέγουσιν Ἀθηναίοις τὴν νῆσον, γενόμενον ὑπʼ αὐτῶν Ἀθηναῖον.
据说库克柔斯最初以他母亲、阿索波斯之女萨拉米斯的名字命名该岛,后来泰拉蒙随同阿派吉纳人在此定居;又说艾阿斯之子欧律萨克斯的儿子菲莱乌斯在被雅典人接纳为公民后,将该岛移交给了雅典人。
Σαλαμινίους δὲ Ἀθηναῖοι τούτων ὕστερον πολλοῖς ἔτεσιν ἀναστάτους ἐποίησαν, καταγνόντες ἐθελοκακῆσαι σφᾶς ἐν τῷ πολέμῳ τῷ πρὸς Κάσσανδρον καὶ τὴν πόλιν γνώμῃ τὸ πλέον Μακεδόσιν ἐνδοῦναι· καὶ Αἰσχητάδου τε κατέγνωσαν θάνατον, ὃς τότε ᾕρητο ἐς τὴν Σαλαμῖνα στρατηγός, καὶ ἐς τὸν πάντα ἐπώμοσαν χρόνον Σαλαμινίοις ἀπομνημονεύςειν προδοσίαν.
在此事许多年后,雅典人驱逐了萨拉米斯人,指控他们在对抗卡桑德拉的战争中故意懈怠,并蓄意将城市的大部分献给了马其顿人;他们判处了当时被选为萨拉米斯将军的埃斯基塔德斯死刑,并宣誓将永远记住萨拉米斯人的背叛。
§1.35.3ἔστι δὲ ἀγορᾶς τε ἔτι ἐρείπια καὶ ναὸς Αἴαντος, ἄγαλμα δὲ ἐξ ἐβένου ξύλου· διαμένουσι δὲ καὶ ἐς τόδε τῷ Αἴαντι παρὰ Ἀθηναίοις τιμαὶ αὐτῷ τε καὶ Εὐρυσάκει, καὶ γὰρ Εὐρυσάκους βωμός ἐστιν ἐν Ἀθήναις.
那里如今还有广场的遗迹和艾阿斯的神殿,神像是由乌木制成的;直到今天,雅典人对艾阿斯本人以及欧律萨克斯的崇敬依然存在,因为在雅典确实有欧律萨克斯的祭坛。
δείκνυται δὲ λίθος ἐν Σαλαμῖνι οὐ πόρρω τοῦ λιμένος· ἐπὶ τούτου καθήμενον Τελαμῶνα ὁρᾶν λέγουσιν ἐς τὴν ναῦν ἀποπλεόντων οἱ τῶν παίδων ἐς Αὐλίδα ἐπὶ τὸν κοινὸν τῶν Ἑλλήνων στόλον.
在萨拉米斯距离港口不远的地方展示着一块石头;据说当泰拉蒙的儿子们为了希腊联军而乘船前往奥利斯时,他就是坐在这块石头上注视着他们离去的船只。
§1.35.4λέγουσι δὲ οἱ περὶ τὴν Σαλαμῖνα οἰκοῦντες ἀποθανόντος Αἴαντος τὸ ἄνθος σφίσιν ἐν τῇ γῇ τότε φανῆναι πρῶτον· λευκόν ἐστιν, ὑπέρυθρον, κρίνου καὶ αὐτὸ ἔλασσον καὶ τὰ φύλλα· γράμματα δὲ ἔπεστιν οἷα τοῖς ὑακίνθοις καὶ τούτῳ.
居住在萨拉米斯周边的人说,当艾阿斯死时,那种花在他们的土地上首次出现;它是白色的,微红,花朵和叶子都比百合花小;这花上也有字样,就像风信子上的字样一样。
λόγον δὲ τῶν μὲν Αἰολέων τῶν ὕστερον οἰκησάντων Ἴλιον ἐς τὴν κρίσιν τὴν ἐπὶ τοῖς ὅπλοις ἤκουσα, οἳ τῆς ναυαγίας Ὀδυσσεῖ συμβάσης ἐξενεχθῆναι κατὰ τὸν τάφον τὸν Αἴαντος τὰ ὅπλα λέγουσι· τὸ δὲ ἐς τὸ μέγεθος αὐτοῦ Μυσὸς ἔλεγεν ἀνήρ.
我从后来居住在伊利翁的埃奥利斯人那里听到了关于争夺武具裁判的传说,他们说在奥德修斯遭遇海难时,那些武具被冲到了艾阿斯的墓旁;而一个米西亚人向我谈到了他的身材大小。
§1.35.5τοῦ γὰρ τάφου τὰ πρὸς τὸν αἰγιαλὸν ἔφασκεν ἐπικλύσαι τὴν θάλασσαν καὶ τὴν ἔσοδον ἐς τὸ μνῆμα οὐ χαλεπὴν ποιῆσαι, καί με τοῦ νεκροῦ τὸ μέγεθος τεκμαίρεσθαι τῇδε ἐκέλευε· πεντάθλου γὰρ παιδὸς εἶναί οἱ κατὰ δίσκον μάλιστα τὰ ἐπὶ τοῖς γόνασιν ὀστᾶ, καλουμένας δὲ ὑπὸ τῶν ἰατρῶν μύλας.
因为他说海浪冲刷了坟墓朝向海岸的部分,使得进入墓穴变得并不困难,并让我通过这种方式推测死者的身材:他说他膝盖上的骨头(被医生们称为膝盖骨)大小大约相当于参加五项全能运动的少年的铁饼。
ἐγὼ δέ, ὁπόσοι μὲν οἰκοῦσιν ἔσχατοι Κελτῶν ἔχοντες ὅμορον τῇ διὰ κρυμὸν ἐρήμῳ, οὓς Καβαρεῖς ὀνομάζουσι, τούτων μὲν οὐκ ἐθαύμασα τὸ μῆκος, οἳ νεκρῶν οὐδέν τι διαφόρως ἔχουσιν Αἰγυπτίων· ὁπόσα δὲ ἄξια ἐφαίνετο εἶναί μοι θέας, διηγήσομαι.
但我对于居住在极地、与因严寒而形成的荒野相邻的凯尔特人(他们被称为卡巴雷斯人)的身高并不感到惊奇,他们的尸体与埃及人的尸体毫无二致;然而,凡是我认为值得一看的事物,我都会一一叙述。
§1.35.6Μάγνησι τοῖς ἐπὶ Ληθαίῳ Πρωτοφάνης τῶν ἀστῶν ἀνείλετο ἐν Ὀλυμπίᾳ νίκας ἡμέρᾳ μιᾷ παγκρατίου καὶ πάλης· τούτου λῃσταὶ κερδανεῖν πού τι δοκοῦντες ἐσῆλθον ἐς τὸν τάφον, ἐπὶ δὲ τοῖς λῃσταῖς ἐσῄεσαν ἤδη θεασόμενοι τὸν νεκρὸν τὰς πλευρὰς οὐκ ἔχοντα διεστώσας, ἄλλά οἱ συμφυὲς ἦν ὅσον ἀπʼ ὤμων ἐς τὰς ἐλαχίστας πλευράς, καλουμένας δὲ ὑπὸ τῶν ἰατρῶν νόθας.
在勒泰乌斯河畔的马格内西亚人中,公民之一普罗托法内斯在奥林匹亚的同一天内获得了潘克拉辛和摔跤的胜利;一些盗贼以为能捞到便宜便进入了他的墓穴,在盗贼之后人们也进去观看尸体,发现他的肋骨并不是分开的,而是从肩膀到最小的肋骨(被医生们称为假肋)都是连在一起的。
ἔστι δὲ Μιλησίοις πρὸ τῆς πόλεως Λάδη νῆσος, ἀπερρώγασι δὲ ἀπʼ αὐτῆς νησῖδες· Ἀστερίου τὴν ἑτέραν ὀνομάζουσι καὶ τὸν Ἀστέριον ἐν αὐτῇ ταφῆναι λέγουσιν, εἶναι δὲ Ἀστέριον μὲν Ἄνακτος, Ἄνακτα δὲ Γῆς παῖδα· ἔχει δʼ οὖν ὁ νεκρὸς οὐδέν τι μεῖον πηχῶν δέκα.
在米利都人的城市前有拉德岛,从该岛分裂出一些小岛;他们将其中一个称为阿斯特里奥斯岛,并说阿斯特里奥斯葬在其中,阿斯特里奥斯是阿纳克斯之子,阿纳克斯是盖亚之子;总之,这具尸体不下十肘。
§1.35.7τὸ δʼ ἐμοὶ θαῦμα παρασχόν, Λυδίας τῆς ἄνω πόλις ἐστὶν οὐ μεγάλη Τημένου θύραι· ἐνταῦθα παραραγέντος λόφου διὰ χειμῶνα ὀστᾶ ἐφάνη τὸ σχῆμα παρέχοντα ἐς πίστιν ὡς ἔστιν ἀνθρώπου, ἐπεὶ διὰ μέγεθος οὐκ ἔστιν ὅπως ἂν ἔδοξεν.
而令我惊奇的是:在上吕底亚有一座不大的城市叫特梅诺提莱;在那里,由于冬日风暴导致山丘崩塌,露出了骨骼,其形状让人不得不相信这是人类的骨骼,因为单凭其大小,根本无法想象这曾是人类。
αὐτίκα δὲ λόγος ἦλθεν ἐς τοὺς πολλοὺς Γηρυόνου τοῦ Χρυσάορος εἶναι μὲν τὸν νεκρόν, εἶναι δὲ καὶ τὸν θρόνον· καὶ γὰρ θρόνος ἀνδρός ἐστιν ἐνειργασμένος ὄρους λιθώδει προβολῇ· καὶ χείμαρρόν τε ποταμὸν Ὠκεανὸν ἐκάλουν καὶ βοῶν ἤδη κέρασιν ἔφασάν τινας ἐντυχεῖν ἀροῦντας, διότι ἔχει λόγος βοῦς ἀρίστας θρέψαι τὸν Γηρυόνην.
很快,大群人中流传开一个说法,称这具尸体属于克律萨奥尔之子格律翁,而且那座宝座也是他的;因为在一处石质的山体突出部上,确实雕刻着一个人的宝座;他们还将一条急流的河称为俄刻阿诺斯,并声称耕作的人已经发现了牛角,因为传说格律翁曾饲养过最优秀的牛群。
§1.35.8ἐπεὶ δέ σφισιν ἐναντιούμενος ἀπέφαινον ἐν Γαδείροις εἶναι Γηρυόνην, οὗ μνῆμα μὲν οὔ, δένδρον δὲ παρεχόμενον διαφόρους μορφάς, ἐνταῦθα οἱ τῶν Λυδῶν ἐξηγηταὶ τὸν ὄντα ἐδείκνυον λόγον, ὡς εἴη μὲν ὁ νεκρὸς Ὕλλου, παῖς δὲ Ὕλλος εἴη Γῆς, ἀπὸ τούτου δὲ ὁ ποταμὸς ὠνομάσθη· Ἡρακλέα δὲ διὰ τὴν παρʼ Ὀμφάλῃ ποτὲ ἔφασαν δίαιταν Ὕλλον ἀπὸ τοῦ ποταμοῦ καλέσαι τὸν παῖδα.
但当我反驳他们,指出格律翁在加德伊拉(那里没有他的坟墓,只有一棵呈现出各种奇特形态的树)时,吕底亚的解说人便道出了真实的传说,说这具尸体属于许罗斯,而许罗斯是盖亚之子,这条河就是以他命名的;他们说赫拉克勒斯因为曾与翁法勒共同生活,便以这条河的名字将他的儿子命名为许罗斯。

词汇与语法注释

  1. 1.35.1παραπλέουσιν — 现在分词的复数与格,用作表示视角或参照的与格(“对于航行的人来说”)。它从将阿提卡置于左侧航行者的视角指明了该岛的空间位置。
  2. 1.35.3ἀποπλεόντων οἱ τῶν παίδων — 此处的 οἱ 是第三人称单数代名词的与格(相当于 αὐτῷ,指代泰拉蒙),而 ἀποπλεόντων τῶν παίδων 是属格独立结构。因此,其意为“当他的孩子们航行离去时,泰拉蒙[为他自己]注视着”。将 οἱ 解释为与部分属格连用的复数主格定冠词在语法和语境上皆不妥当。
  3. 1.35.5εἶναί οἱ — 代名词 οἱ 是第三人称单数的与格,在间接引语中用作表示判断或参照的与格(“对他而言似乎是”)。它表达了该米西亚人自己的估量,即那块膝盖骨有铁饼那么大。

引用这一段

保萨尼亚斯, 希腊志 §1.35.1-1.35.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.35.1-1.35.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。