§1.23.6ταύταις δὲ οὐκ ἐθέλειν νήσοις προσίσχειν τοὺς ναύτας οἷα πρότερόν τε προσσχόντας καὶ τῶν ἐνοικούντων οὐκ ἀπείρως ἔχοντας, βιασθῆναι δʼ οὖν καὶ τότε.
水手们不愿在这些岛屿停靠,因为他们以前曾停靠过,对那里的居民并非不了解,但当时他们还是被迫停靠了。
ταύτας καλεῖσθαι μὲν ὑπὸ τῶν ναυτῶν Σατυρίδας, εἶναι δὲ τοὺς ἐνοικοῦντας καπυροὺς καὶ ἵππων οὐ πολὺ μείους ἔχειν ἐπὶ τοῖς ἰσχίοις οὐράς.
他说,这些岛屿被水手们称为萨堤里得斯,那里的居民皮肤泛红,腰部有不比马尾小多少的尾巴。
τούτους, ὡς ᾔσθοντο, καταδραμόντας ἐπὶ τὴν ναῦν φωνὴν μὲν οὐδεμίαν ἱέναι, ταῖς δὲ γυναιξὶν ἐπιχειρεῖν ταῖς ἐν τῇ νηί·
当这些人发现他们时,便奔向船只,不发一声,却企图侵犯船上的妇女。
τέλος δὲ δείσαντας τοὺς ναύτας βάρβαρον γυναῖκα ἐκβαλεῖν ἐς τὴν νῆσον· ἐς ταύτην οὖν ὑβρίζειν τοὺς Σατύρους οὐ μόνον ᾗ καθέστηκεν, ἀλλὰ καὶ τὸ πᾶν ὁμοίως σῶμα.
最后,水手们感到恐惧,把一个异族妇女丢弃到岛上;萨堤罗斯们便对她进行凌辱,不仅在自然的部位,而且对整个身体也同样如此。
§1.23.7καὶ ἄλλα ἐν τῇ Ἀθηναίων ἀκροπόλει θεασάμενος οἶδα, Λυκίου τοῦ Μύρωνος χαλκοῦν παῖδα, ὃς τὸ περιρραντήριον ἔχει, καὶ Μύρωνος Περσέα τὸ ἐς Μέδουσαν ἔργον εἰργασμένον.
在雅典的卫城上,我还看到并了解其他事物:米伦之子吕基奥斯制作的青铜少年像,他手持净水盆;以及米伦的珀耳修斯像,那是表现他对美杜莎所作所为的作品。
καὶ Ἀρτέμιδος ἱερόν ἐστι Βραυρωνίας, Πραξιτέλους μὲν τέχνη τὸ ἄγαλμα, τῇ θεῷ δέ ἐστιν ἀπὸ Βραυρῶνος δήμου τὸ ὄνομα καὶ τὸ ἀρχαῖον ξόανόν ἐστιν ἐν Βραυρῶνι, Ἄρτεμις ὡς λέγουσιν ἡ Ταυρική.
这里还有一座布劳龙的阿耳忒弥斯神殿,其雕像是普拉克西特列斯的作品,而女神的称号来自布劳龙区,古老的木雕神像则在布劳龙,即人们所说的陶里卡阿耳忒弥斯。
§1.23.8ἵππος δὲ ὁ καλούμενος Δούριος ἀνάκειται χαλκοῦς.
那匹被称为“木马”的青铜马也被奉纳于此。
καὶ ὅτι μὲν τὸ ποίημα τὸ Ἐπειοῦ μηχάνημα ἦν ἐς διάλυσιν τοῦ τείχους, οἶδεν ὅστις μὴ πᾶσαν ἐπιφέρει τοῖς Φρυξὶν εὐήθειαν· λέγεται δὲ ἔς τε ἐκεῖνον τὸν ἵππον ὡς τῶν Ἑλλήνων ἔνδον ἔχοι τοὺς ἀρίστους, καὶ δὴ καὶ τοῦ χαλκοῦ τὸ σχῆμά ἐστι κατὰ ταῦτα·
至于说艾佩奥斯的创造物是用来拆毁城墙的攻城器械,任何不把完全的愚蠢归于弗里吉亚人的人都会明白这一点;但关于那匹马,据说它里面藏有希腊人中最优秀的人物,而青铜马的形状也确实与此相符。
καὶ Μενεσθεὺς καὶ Τεῦκρος ὑπερκύπτουσιν ἐξ αὐτοῦ, προσέτι δὲ καὶ οἱ παῖδες οἱ Θησέως.
梅内斯修斯和特乌克罗斯从里面探出头来,此外还有忒修斯的儿子们。
§1.23.9ἀνδριάντων δὲ ὅσοι μετὰ τὸν ἵππον ἑστήκασιν Ἐπιχαρίνου μὲν ὁπλιτοδρομεῖν ἀσκήσαντος τὴν εἰκόνα ἐποίησε Κριτίας, Οἰνοβίῳ δὲ ἔργον ἐστὶν ἐς Θουκυδίδην τὸν Ὀλόρου χρηστόν·
在马像后面耸立的所有肖像雕刻中,克里提亚斯制作了练习重装步兵赛跑的埃皮哈里诺斯的像;而奥伊诺比奥斯则对奥洛罗斯之子修昔底德立有善行之功。
ψήφισμα γὰρ ἐνίκησεν Οἰνόβιος κατελθεῖν ἐς Ἀθήνας Θουκυδίδην, καί οἱ δολοφονηθέντι ὡς κατῄει μνῆμά ἐστιν οὐ πόρρω πυλῶν Μελιτίδων.
因为奥伊诺比奥斯通过了一项法令,使修昔底德得以回到雅典;而在他返回途中遭到谋杀后,他的墓碑就在离梅利提德斯门不远的地方。
§1.23.10τὰ δὲ ἐς Ἑρμόλυκον τὸν παγκρατιαστὴν καὶ Φορμίωνα τὸν Ἀσωπίχου γραψάντων ἑτέρων παρίημι· ἐς δὲ Φορμίωνα τοσόνδε ἔχω πλέον γράψαι.
关于潘克拉辛选手赫尔莫吕科斯和阿索皮科斯之子福尔米翁的事,因为别人已经写过,我就略而不提;但关于福尔米翁,我有这么多可以补充写下的。
Φορμίωνι γὰρ τοῖς ἐπιεικέσιν Ἀθηναίων ὄντι ὁμοίῳ καὶ ἐς προγόνων δόξαν οὐκ ἀφανεῖ συνέβαινεν ὀφείλειν χρέα·
因为福尔米翁虽然与雅典的贤能之士同样高尚,且祖先的名声也非默默无闻,却碰巧欠下了债务。
ἀναχωρήσας οὖν ἐς τὸν Παιανιέα δῆμον ἐνταῦθα εἶχε δίαιταν, ἐς ὃ ναύαρχον αὐτὸν Ἀθηναίων αἱρουμένων ἐκπλεύσεσθαι οὐκ ἔφασκεν·
于是他退隐到派阿尼亚区,在那里生活,直到雅典人选举他为海军将领时,他表示不愿出航。
ὀφείλειν τε γὰρ καί οἱ, πρὶν ἂν ἐκτίσῃ, πρὸς τοὺς στρατιώτας οὐκ εἶναι παρέχεσθαι φρόνημα.
因为他说自己欠了债,在偿清债务之前,他无法在士兵面前展现出应有的威严。
οὕτως Ἀθηναῖοι—πάντως γὰρ ἐβούλοντο ἄρχειν Φορμίωνα—τὰ χρέα ὁπόσοις ὤφειλε διαλύουσιν.
于是雅典人——因为他们无论如何都希望由福尔米翁来指挥——替他偿清了所有债权人的债务。