§1.24.1ἐνταῦθα Ἀθηνᾶ πεποίηται τὸν Σιληνὸν Μαρσύαν παίουσα, ὅτι δὴ τοὺς αὐλοὺς ἀνέλοιτο, ἐρρῖφθαι σφᾶς τῆς θεοῦ βουλομένης.
在这里,雅典娜被塑造为正在击打西勒诺斯·马耳叙阿斯的样子,因为他捡起了双管笛,而女神原本希望它们被丢弃。
—τούτων πέραν, ὧν εἴρηκα, ἐστὶν ἡ λεγομένη Θησέως μάχη πρὸς τὸν ταῦρον τὸν Μίνω καλούμενον, εἴτε ἀνὴρ εἴτε θηρίον ἦν ὁποῖον κεκράτηκεν ὁ λόγος· τέρατα γὰρ πολλῷ καὶ τοῦδε θαυμασιώτερα καὶ καθʼ ἡμᾶς ἔτικτον γυναῖκες.
——在我所说的这些事物的对面,是所谓的忒修斯与被称为米诺斯公牛的搏斗,无论它是一个人还是一种故事中流传的野兽;因为甚至在我们这个时代,妇女也曾生下比这更为惊人的怪物。
§1.24.2κεῖται δὲ καὶ Φρίξος ὁ Ἀθάμαντος ἐξενηνεγμένος ἐς Κόλχους ὑπὸ τοῦ κριοῦ· θύσας δὲ αὐτὸν ὅτῳ δὴ θεῷ, ὡς δὲ εἰκάσαι τῷ Λαφυστίῳ καλουμένῳ παρὰ Ὀρχομενίοις, τοὺς μηροὺς κατὰ νόμον ἐκτεμὼν τὸν Ἑλλήνων ἐς αὐτοὺς καιομένους ὁρᾷ.
此处还安置着阿塔马斯之子弗里克索斯被公羊带到科尔基斯的雕像;他将公羊献祭给某位神——据推测,是奥尔科美诺斯人中被称为拉皮斯提奥斯的这位神——并按照希腊人的习俗切下大腿骨,看着它们燃烧。
κεῖνται δὲ ἑξῆς ἄλλαι τε εἰκόνες καὶ Ἡρακλέους· ἄγχει δέ, ὡς λόγος ἔχει, τοὺς δράκοντας.
其旁依次安置着其他雕像以及赫拉克勒斯的雕像;传说他掐死了蛇。
Ἀθηνᾶ τέ ἐστιν ἀνιοῦσα ἐκ τῆς κεφαλῆς τοῦ Διός.
还有雅典娜从宙斯头部升起的雕像。
ἔστι δὲ καὶ ταῦρος ἀνάθημα τῆς βουλῆς τῆς ἐν Ἀρείῳ πάγῳ, ἐφʼ ὅτῳ δὴ ἀνέθηκεν ἡ βουλή· §1.24.3πολλὰ δʼ ἄν τις ἐθέλων εἰκάζοι.
此外还有一头公牛,是阿雷奥帕戈斯议会的奉纳物,至于议会因何故奉纳它,只要愿意,人们可以做许多推测。
λέλεκται δέ μοι καὶ πρότερον ὡς Ἀθηναίοις περισσότερόν τι ἢ τοῖς ἄλλοις ἐς τὰ θεῖά ἐστι σπουδῆς· πρῶτοι μὲν γὰρ Ἀθηνᾶν ἐπωνόμασαν Ἐργάνην, πρῶτοι δʼ ἀκώλους Ἑρμᾶς ἀνέθεσαν, ὁμοῦ δέ σφισιν ἐν τῷ ναῷ †σπουδαίων δαίμων ἐστίν.
我以前也曾说过,雅典人对神明的事物比其他人有着更多的热忱;因为他们最先称呼雅典娜为技术之神,最先奉纳了无手足的赫尔墨斯神柱,并在他们的神殿中与这些神像一起供奉着†虔诚之人的神灵。
ὅστις δὲ τὰ σὺν τέχνῃ πεποιημένα ἐπίπροσθε τίθεται τῶν ἐς ἀρχαιότητα ἡκόντων, καὶ τάδε ἔστιν οἱ θεάσασθαι.
而凡是比起古物更看重艺术技艺之作的人,也可以在这里观赏到以下事物。
κράνος ἐστὶν ἐπικείμενος ἀνὴρ Κλεοίτου, καί οἱ τοὺς ὄνυχας ἀργυροῦς ἐνεποίησεν ὁ Κλεοίτας· ἔστι δὲ καὶ Γῆς ἄγαλμα ἱκετευούσης ὗσαί οἱ τὸν Δία, εἴτε αὐτοῖς ὄμβρου δεῆσαν Ἀθηναίοις εἴτε καὶ τοῖς πᾶσιν Ἕλλησι συμβὰς αὐχμός.
有一个戴着克莱奥塔斯制作的头盔的男子雕像,克莱奥塔斯为他制作了银质的指甲;还有一尊盖亚的雕像,她正恳求宙斯为她降雨,无论是因为雅典人自己需要雨水,还是因为干旱降临到了所有希腊人身上。
ἐνταῦθα καὶ Τιμόθεος ὁ Κόνωνος καὶ αὐτὸς κεῖται Κόνων· Πρόκνην δὲ τὰ ἐς τὸν παῖδα βεβουλευμένην αὐτήν τε καὶ τὸν Ἴτυν ἀνέθηκεν Ἀλκαμένης.
这里还安置着科农之子提摩修斯以及科农本人的雕像;而普罗克涅和伊梯斯,是由阿尔卡美尼斯奉纳的。
πεποίηται δὲ καὶ τὸ φυτὸν τῆς ἐλαίας Ἀθηνᾶ καὶ κῦμα ἀναφαίνων Ποσειδῶν· §1.24.4καὶ Διός ἐστιν ἄγαλμα τό τε Λεωχάρους καὶ ὁ ὀνομαζόμενος Πολιεύς, ᾧ τὰ καθεστηκότα ἐς τὴν θυσίαν γράφων τὴν ἐπʼ αὐτοῖς λεγομένην αἰτίαν οὐ γράφω.
这里还塑造了创造橄榄树的雅典娜和展现波浪的波塞冬;还有莱奥哈雷斯制作的宙斯雕像以及被称为城市守护者的宙斯雕像,关于为他举行的祭祀仪式,虽然我写下了这些既定的习俗,但我并不写下人们所说的原因。
τοῦ Διὸς τοῦ Πολιέως κριθὰς καταθέντες ἐπὶ τὸν βωμὸν μεμιγμένας πυροῖς οὐδεμίαν ἔχουσι φυλακήν· ὁ βοῦς δέ, ὃν ἐς τὴν θυσίαν ἑτοιμάσαντες φυλάσσουσιν, ἅπτεται τῶν σπερμάτων φοιτῶν ἐπὶ τὸν βωμόν.
他们将大麦与小麦混合,放在城市守护者宙斯的祭坛上,不作任何看守;而被他们准备用于祭祀并看守的公牛,会走到祭坛前触碰这些谷物。
καλοῦσι δέ τινα τῶν ἱερέων βουφόνον, ὃς κτείνας τὸν βοῦν καὶ ταύτῃ τὸν πέλεκυν ῥίψας—οὕτω γάρ ἐστίν οἱ νόμος— οἴχεται φεύγων· οἱ δὲ ἅτε τὸν ἄνδρα ὃς ἔδρασε τὸ ἔργον οὐκ εἰδότες, ἐς δίκην ὑπάγουσι τὸν πέλεκυν.
他们称祭司中的一人为屠牛者,他杀死公牛后,将斧头丢在原地——因为这是他的规矩——便逃走了;而其他人则假装不知道是谁干的,而将斧头诉诸法庭。
ταῦτα μὲν τρόπον τὸν εἰρημένον δρῶσιν· ἐς δὲ τὸν ναὸν ὃν Παρθενῶνα ὀνομάζουσιν, ἐς τοῦτον ἐσιοῦσιν §1.24.5ὁπόσα ἐν τοῖς καλουμένοις ἀετοῖς κεῖται, πάντα ἐς τὴν Ἀθηνᾶς ἔχει γένεσιν, τὰ δὲ ὄπισθεν ἡ Ποσειδῶνος πρὸς Ἀθηνᾶν ἐστιν ἔρις ὑπὲρ τῆς γῆς· αὐτὸ δὲ ἔκ τε ἐλέφαντος τὸ ἄγαλμα καὶ χρυσοῦ πεποίηται.
他们以所述的方式进行这些仪式;而当人们进入他们称为帕特农的神殿时,所有安置在所谓山墙里的雕像,都与雅典娜的诞生有关,而背面的则是波塞冬与雅典娜为争夺土地而发生的争斗;神像本身是用象牙和黄金制成的。
μέσῳ μὲν οὖν ἐπίκειταί οἱ τῷ κράνει Σφιγγὸς εἰκών—ἃ δὲ ἐς τὴν Σφίγγα λέγεται, γράψω προελθόντος ἐς τὰ Βοιώτιά μοι τοῦ λόγου—, καθʼ ἑκάτερον δὲ τοῦ κράνους γρῦπές εἰσιν ἐπειργασμένοι.
在她的头盔中央上方,置有一尊斯芬克斯的画像——关于斯芬克斯的传说,我将在叙述进展到波奥蒂亚时再行写入——而头盔的两侧则雕刻有格里芬。
§1.24.6τούτους τοὺς γρῦπας ἐν τοῖς ἔπεσιν Ἀριστέας ὁ Προκοννήσιος μάχεσθαι περὶ τοῦ χρυσοῦ φησιν Ἀριμασποῖς τοῖς ὑπὲρ Ἰσσηδόνων· τὸν δὲ χρυσόν, ὃν φυλάσσουσιν οἱ γρῦπες, ἀνιέναι τὴν γῆν· εἶναι δὲ Ἀριμασποὺς μὲν ἄνδρας μονοφθάλμους πάντας ἐκ γενετῆς, γρῦπας δὲ θηρία λέουσιν εἰκασμένα, πτερὰ δὲ ἔχειν καὶ στόμα ἀετοῦ.
普罗科涅索斯的人阿里斯泰阿斯在史诗中说,这些格里芬为了黄金而与伊塞多内斯人彼方的阿里马斯波伊人战斗;格里芬所守护的黄金是由大地所产出的;而阿里马斯波伊人是天生只有一只眼睛的人,格里芬则是像狮子一样的野兽,但长着翅膀和老鹰的嘴。
καὶ γρυπῶν μὲν πέρι τοσαῦτα εἰρήσθω·
关于格里芬的事,就说这么多吧。
§1.24.7τὸ δὲ ἄγαλμα τῆς Ἀθηνᾶς ὀρθόν ἐστιν ἐν χιτῶνι ποδήρει καί οἱ κατὰ τὸ στέρνον ἡ κεφαλὴ Μεδούσης ἐλέφαντός ἐστιν ἐμπεποιημένη· καὶ Νίκην τε ὅσον τεσσάρων πηχῶν, ἐν δὲ τῇ χειρί δόρυ ἔχει, καί οἱ πρὸς τοῖς ποσὶν ἀσπίς τε κεῖται καὶ πλησίον τοῦ δόρατος δράκων ἐστίν· εἴη δʼ ἂν Ἐριχθόνιος οὗτος ὁ δράκων.
雅典娜的雕像直立着,身穿及地长袍,她的胸前镶嵌着象牙制成的美杜莎头像;她手里拿着大约四肘高的尼刻,另一只手拿着长枪,她的脚边放着盾牌,长枪旁有一条蛇;这条蛇可能是埃里克托尼奥斯。
ἔστι δὲ τῷ βάθρῳ τοῦ ἀγάλματος ἐπειργασμένη Πανδώρας γένεσις.
在雕像的底座上雕刻着潘多拉的诞生。
πεποίηται δὲ Ἡσιόδῳ τε καὶ ἄλλοις ὡς ἡ Πανδώρα γένοιτο αὕτη γυνὴ πρώτη· πρὶν δὲ ἢ γενέσθαι Πανδώραν οὐκ ἦν πω γυναικῶν γένος.
赫西俄德和其他人曾描述,潘多拉是第一个女人;在潘多拉诞生之前,还没有女人的种族。
ἐνταῦθα εἰκόνα ἰδὼν οἶδα Ἀδριανοῦ βασιλέως μόνου, καὶ κατὰ τὴν ἔσοδον Ἰφικράτους ἀποδειξαμένου πολλά τε καὶ θαυμαστὰ ἔργα.
在这里,我只看到了皇帝哈德良一人的肖像,在入口处还有立下许多惊人功绩的伊菲克拉特斯的像。
§1.24.8τοῦ ναοῦ δέ ἐστι πέραν Ἀπόλλων χαλκοῦς, καὶ τὸ ἄγαλμα λέγουσι Φειδίαν ποιῆσαι· Παρνόπιον δὲ καλοῦσιν, ὅτι σφίσι παρνόπων βλαπτόντων τὴν γῆν ἀποτρέψειν ὁ θεὸς εἶπεν ἐκ τῆς χώρας.
在神殿的对面是青铜的阿波罗像,人们说这尊雕像是菲迪亚斯制作的;他们称他为驱蝗者,因为当蝗虫危害他们的土地时,神说他会将它们从这个国家驱逐出去。
καὶ ὅτι μὲν ἀπέτρεψεν ἴσασι, τρόπῳ δὲ οὐ λέγουσι ποίῳ.
他们知道他确实驱逐了它们,但并没有说用什么方法。
τρὶς δὲ αὐτὸς ἤδη πάρνοπας ἐκ Σιπύλου τοῦ ὄρους οὐ κατὰ ταὐτὰ οἶδα φθαρέντας, ἀλλὰ τοὺς μὲν ἐξέωσε βίαιος ἐμπεσὼν ἄνεμος, τοὺς δὲ ὕσαντος τοῦ θεοῦ καῦμα ἰσχυρὸν καθεῖλεν ἐπιλαβόν, οἱ δὲ αἰφνιδίῳ ῥίγει καταληφθέντες ἀπώλοντο.
我自己已经三次看到来自西皮路斯山的蝗虫以不同的方式被消灭,有一次是狂风袭来将它们吹走,另一次是神降雨后,强烈的酷热降临将它们消灭,还有一次则是被突然的寒冷袭击而死。