§1.13.5Κλεομένει δὲ παῖδες γίνονται πρεσβύτερος μὲν Ἀκρότατος, νεώτερος δὲ Κλεώνυμος.
克列奥美奈斯生有二子,长子阿克罗塔图斯,次子克列奥尼穆斯。
Ἀκρότατον μὲν οὖν πρότερον κατέλαβεν ἡ τελευτή·
阿克罗塔图斯先于其父去世。
Κλεομένους δὲ ἀποθανόντος ὕστερον ἐς ἀμφισβήτησιν κατέστη περὶ τῆς ἀρχῆς Ἀρεὺς ὁ Ἀκροτάτου, καὶ Κλεώνυμος ὅτῳ δὴ τρόπῳ μετελθὼν ἐπάγει Πύρρον ἐς τὴν χώραν.
后来克列奥美奈斯死后,阿克罗塔图斯之子阿柔斯便就王位展开争夺,而克列奥尼穆斯则不知用什么手段,将庇洛斯引进了该国领土。
Λακεδαιμονίοις δὲ πρὸ μὲν τοῦ ἐν Λεύκτροις οὐδὲν ἐγεγόνει πταῖσμα, ὥστε οὐδὲ συνεχώρουν ἀγῶνί πω κεκρατῆσθαι πεζῷ·
对于拉刻代蒙人而言,在留克特拉战役之前未曾遭受过挫折,因此他们绝不承认自己曾在陆战中被击败过。
Λεωνίδᾳ μὲν γὰρ νικῶντι οὐκ ἔφασαν τοὺς ἑπομένους ἐς τελέαν ἐξαρκέσαι φθορὰν τῶν Μήδων, τὸ δὲ Ἀθηναίων καὶ Δημοσθένους ἔργον πρὸς τῇ νήσῳ Σφακτηρίᾳ κλοπὴν εἶναι πολέμου καὶ οὐ νίκην.
因为他们声称,在列奥尼达获胜时,随行的人不足以彻底歼灭波斯人,而雅典人和德摩斯梯尼在斯法克特里亚岛附近的功绩只是战争中的偷袭,而非胜利。
§1.13.6πρώτης δὲ γενομένης σφίσι συμφορᾶς ἐν Βοιωτοῖς, ὕστερον Ἀντιπάτρῳ καὶ Μακεδόσι μεγάλως προσέπταισαν· τρίτος δὲ ὁ Δημητρίου πόλεμος κακὸν ἀνέλπιστον ἦλθεν ἐς τὴν γῆν.
但在玻俄提亚遭受了第一次灾难后,他们后来在对抗安提帕特和马其顿人时遭受了大败;第三次则是德美特里奥斯的战争,给这片土地带来了意想不到的灾难。
Πύρρου δὲ ἐσβαλόντος τέταρτον δὴ τότε στρατὸν ὁρῶντες πολέμιον αὐτοί τε παρετάσσοντο καὶ Ἀργείων ἥκοντες καὶ Μεσσηνίων σύμμαχοι·
当庇洛斯入侵时,他们眼见这已是第四次敌军来袭,便亲自排兵布阵,而来自阿尔戈斯和美塞尼亚的盟友也赶来助战。
Πύρρος δὲ ὡς ἐπεκράτησεν, ὀλίγου μὲν ἦλθεν ἑλεῖν αὐτοβοεὶ τὴν πόλιν, δῃώσας δὲ τὴν γῆν καὶ λείαν ἐλάσας μικρὸν ἡσύχαζεν.
庇洛斯获胜后,差一点就在第一声呐喊中攻占了这座城市,但在蹂躏了土地并劫掠了战利品后,他稍作休整。
οἱ δὲ ἐς πολιορκίαν εὐτρεπίζοντο, πρότερον ἔτι τῆς Σπάρτης ἐπὶ τοῦ πολέμου τοῦ πρὸς Δημήτριον τάφροις τε βαθείαις καὶ σταυροῖς τετειχισμένης ἰσχυροῖς, τὰ δὲ ἐπιμαχώτατα καὶ οἰκοδομήμασιν.
与此同时,斯巴达人则在整军准备应对围城。 因为早在之前与德美特里奥斯的战争中,斯巴达就已经用深沟和坚固的栅栏设防,在最易受攻击的地方甚至还建有房屋。
§1.13.7ὑπὸ δὲ τοῦτον τὸν χρόνον καὶ τὴν τοῦ πολέμου τοῦ Λακωνικοῦ τριβὴν Ἀντίγονος τὰς πόλεις τῶν Μακεδόνων ἀνασωσάμενος ἠπείγετο ἐς Πελοπόννησον οἷα ἐπιστάμενος Πύρρον, ἢν Λακεδαίμονα καταστρέψηται καὶ Πελοποννήσου τὰ πολλά, οὐκ ἐς Ἤπειρον ἀλλʼ ἐπί τε Μακεδονίαν αὖθις καὶ τὸν ἐκεῖ πόλεμον ἥξοντα·
在这一时期,由于拉科尼亚战争拖延未决,安提柯收复了马其顿的城市,急忙赶往伯罗奔尼撒,因为他深知,庇洛斯一旦征服拉刻代蒙和伯罗奔尼撒的大部分地区,就不会回到伊庇鲁斯,而是会再次指向马其顿并重燃那里的战火。
μέλλοντος δὲ Ἀντιγόνου τὸν στρατὸν ἐξ Ἄργους ἐς τὴν Λακωνικὴν ἄγειν, αὐτὸς ἐς τὸ Ἄργος ἐληλύθει Πύρρος.
正当安提柯准备将军队从阿尔戈斯开往拉科尼亚时,庇洛斯自己也进入了阿尔戈斯。
κρατῶν δὲ καὶ τότε συνεσπίπτει τοῖς φεύγουσιν ἐς τὴν πόλιν καί οἱ διαλύεται κατὰ τὸ εἰκὸς ἡ τάξις·
即便在那时他也占据了上风,并与逃入城中的人一同冲了进去,但正如所预料的那样,他的队伍散乱了。
§1.13.8μαχομένων δὲ πρὸς ἱεροῖς ἤδη καὶ οἰκίαις καὶ κατὰ τοὺς στενωποὺς καὶ κατʼ ἄλλο ἄλλων τῆς πόλεως, ἐνταῦθα ὁ Πύρρος ἐμονώθη καὶ τιτρώσκεται τὴν κεφαλήν.
当他们已经在神庙和房屋旁、狭窄的街道以及城市的各处展开激战时,庇洛斯在那里陷入孤立,头部受伤。
κεράμῳ δὲ βληθέντα ὑπὸ γυναικὸς τεθνάναι φασὶ Πύρρον· Ἀργεῖοι δὲ οὐ γυναῖκα τὴν ἀποκτείνασαν, Δήμητρα δέ φασιν εἶναι γυναικὶ εἰκασμένην.
据说,庇洛斯是被一个妇女投掷的瓦片砸中而死;但阿尔戈斯人却说,杀他的不是凡间妇女,而是化身为妇女的德米特尔。
ταῦτα ἐς τὴν Πύρρου τελευτὴν αὐτοὶ λέγουσιν Ἀργεῖοι καὶ ὁ τῶν ἐπιχωρίων ἐξηγητὴς Λυκέας ἐν ἔπεσιν εἴρηκε·
关于庇洛斯的死,阿尔戈斯人自己就是这样说的,而当地古迹的解说者吕凯阿斯也在诗作中如此描述。
καί σφισιν ἔστι τοῦ θεοῦ χρήσαντος, ἔνθα ὁ Πύρρος ἐτελεύτησεν, ἱερὸν Δήμητρος· §1.13.9ἐν δὲ αὐτῷ καὶ ὁ Πύρρος τέθαπται.
在神谕的指示下,他们在庇洛斯死去的地方建有一座德米特尔的神庙;而庇洛斯本人也葬在这座神庙里。
θαῦμα δὴ ποιοῦμαι τῶν καλουμένων Αἰακιδῶν τρισὶ κατὰ τὰ αὐτὰ ἐκ τοῦ θεοῦ συμβῆναι τὴν τελευτήν, εἴ γε Ἀχιλλέα μὲν Ὅμηρος ὑπὸ Ἀλεξάνδρου φησὶ τοῦ Πριάμου καὶ Ἀπόλλωνος ἀπολέσθαι, Πύρρον δὲ τὸν Ἀχιλλέως ἡ Πυθία προσέταξεν ἀποκτεῖναι Δελφοῖς, τῷ δὲ Αἰακίδου συνέβη τὰ ἐς τὴν τελευτὴν οἷα Ἀργεῖοί τε λέγουσι καὶ Λυκέας ἐποίησε.
我认为被称为阿卡科斯子嗣的三人,因神意而以同样的方式走向死亡,确实是一件奇事。 因为荷马说阿喀琉斯是被普里阿摩斯之子亚历山大和阿波罗所杀,而皮提亚命令德尔斐人杀死了阿喀琉斯之子庇洛斯,至于这位阿卡科斯子嗣的死,则正如阿尔戈斯人所说、吕凯阿斯在诗中所作的那样。
διάφορα δὲ ὅμως ἐστὶ καὶ ταῦτα ὧν Ἱερώνυμος ὁ Καρδιανὸς ἔγραψεν·
然而,这些记载与卡尔迪亚的希罗尼穆斯所写的不同。
ἀνδρὶ γὰρ βασιλεῖ συνόντα ἀνάγκη πᾶσα ἐς χάριν συγγράφειν.
因为与国王相伴的人,必然为了取悦他而书写。
εἰ δὲ καὶ Φίλιστος αἰτίαν δικαίαν εἴληφεν, ἐπελπίζων τὴν ἐν Συρακούσαις κάθοδον, ἀποκρύψασθαι τῶν Διονυσίου τὰ ἀνοσιώτατα, ἦ που πολλή γε Ἱερωνύμῳ συγγνώμη τὰ ἐς ἡδονὴν Ἀντιγόνου γράφειν.
如果说菲利斯托斯因寄望于返回叙拉古而隐瞒了狄奥尼修斯最不敬神圣的恶行,从而受到了公正的指责,那么希罗尼穆斯为了取悦安提柯而撰写历史,当然是大可宽恕的。