§0"τεῖδ’ ἔνεστι πολλὰ καὶ παντοῖα, τοῖς χρήσαιό κα πστὶ φίλον, ποτ’ ἐχθρόν, ἐν δίκαι λέγων, ἐν ἁλίαι, ποτὶ πονηρόν, ποτὶ καλόν τε κἀγαθόν, ποτὶ ξένον, πστὶ δύσηριν, ποτὶ πάροινον, ποτὶ βάναυσον, εἴτε τις ἄλλ’ ἔχει κακόν τι.
「这里有许多且各种各样的事情,你可以用来针对朋友,针对敌人,在法庭上发言时,在公民大会上,针对恶人,针对绅士,针对外邦人,针对好斗之人,针对醉汉,针对粗俗的手艺人,或者如果有人 ¦5 有任何其他坏品质。
καὶ τούτοισι κέντρα τεῖδ’ ἐνό, ἐν δὲ καὶ γνῶμαι σοφαὶ τεῖδ(ε), αἷσιν εἰ πίθοιτό τις, δεξιώτερός τέ κ’ εἴη βελτίων τ’ ἐς πάντ’ ἀνήρ.
在这里也有针对这些的刺,此外这里还有贤明的格言,如果有人听从,他将在一切事上变得更加机敏,成为更好的人。
κοὔ τι πολλὰ δεῖ λέγειν, ἀλλ’ ἓμ μόνον, τοῦτ’ ὦν ἔπος ποτὸ πρᾶγμα ποτιφέροντα τῶνδ’ ἀεὶ τὸ συμφέρσν.
无需多言,只需一句,将这句话应用于具体事务,始终从这些之中引出有益之物。
αἰτίαν γὰρ ἦχον, ὡς ἄλλως μὲν εἴην δεξιός, μακρολόγος δ’ οὔ κα δυναίμαν ἐμ βραχεῖ γνώμας λέγειν.
¦10 因为我曾受到指责,说我虽在其他方面机敏,却过于冗长,无法用简短的格言表达。
ταῦτα δὴ γῶν εἰσακούσας συντίθημι τὰν τέχναν τάνδ’ ὅπως εἴπηι τι〈ς〉. Ἐπῖχαρμος σοφός τις ἐγένετο, 〈πόλλ’ ὃς εἶ〉π’ ἀστεῖα καὶ παντοῖα καθ’ ἓν 〈ἔπος〉 λέγων, 〈πεῖραν〉 αὐταυτοῦ διδούς, ὡς καὶ β〈ραχέα λέγειν ἔχει〉.
听了这些话后,我编纂了这门技艺,以便有人可以说:『埃庇卡摩斯是一个聪明的人,他用一句话说出了 ¦15 许多机智且各种各样的事情,展现了他自己,证明了他也能简短地说话。
" §1_61—6 (9) πολλὰ δὲ καὶ παρ’ Ἐπιχάρμου τοῦ κυμωιδιοποιοῦ προσωφέληται τὰ πλεῖστα μεταγράψας, καθά φησιν Ἄλκιμος ἐν Τοῖς πρὸς Ἀμύνταν, ἃ ἐστι τέτταρα, ἔνθα καὶ ἐν τῷι πρώτωι φησι ταῦτα· ῾φαίνεται δὲ καὶ Πλάτων πολλᾶ τῶν Ἐπιχάρμσυ λέγων·
』」 1—6 (9) 柏拉图也从喜剧作家埃庇卡摩斯那里获得了许多有益的帮助,抄录了其大部分内容,正如阿尔基摩斯在《致阿敏塔斯》(共四卷)的第一卷中所说:“柏拉图似乎也说了许多埃庇卡摩斯的话;但必须予以考察。
σκεπτέσν δὲ. ὁ Πλάτων φησὶν αἰσθητὸν μὲν εἶναι τὸ μηδέποτε ἐν τῷι ποιῶι μηδὲ ποσῶι διαμένον, ἀλλ’ ἀεὶ ῥέσν καὶ μεταβάλλον· (10) ὡς ἐξ ὦν ἔν τις ἀνέληι τὸν ἀριθμόν, τούτων οὔτε ἴσων οὔτε τινῶν οὔτε ποσῶν οὔτε ποιῶν ὄντων, ταῦτα δ’ ἑστὶν ὦν ἀεὶ γένεσις, οὐσία δὲ μηδέποτε πέφυκε.
柏拉图说,感觉对象是那些在质量和数量上从未保持不变,而是始终流动和变化着的东西;(10) 因此,如果有人从中除去数量,这些东西既非相等,也非任何事物,既无数量也无质量,这些东西始终处于生成之中,而其实质(本质)则从未自然存在。
νοητὸν δὲ ἐξ οὗ μηθὲν ἀπογίνεται μηδὲ προσγίνεται.
而理智对象则是那些既不减少也不增加的东西。
τοῦτο δ’ ἐστὶν ἡ τῶν ἀιδίων φύσις, ἣν ὁμοίαν τε καὶ τὴν αὐτὴν ἀεὶ συμβέβηκεν εἶναι.
这就是永恒之物的自然(本质),它始终保持相似和同一。
καὶ μὴν ὅ γε Ἐ. περὶ τῶν αἰσθητῶν καὶ νοητῶν ἐναργῶς εἴρηκεν· §1"— ἀλλ’ ἀεί τοι θεοὶ παρῆσαν, χὐπέλιπον οὐ πώποκα, τάδε δ’ ἀεὶ πάρεσθ’ ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί.
而且,埃庇卡摩斯确实对感觉对象和理智对象作了清晰的说明:” 「——但是,诸神确实始终存在,从未缺席,而这些东西也始终以同样的方式并通过同样的东西存在。
— ἀλλὰ λέγεται μὰν χάος πρᾶτον γενέσθαι τῶν θεῶν.
——但是,据说混沌在诸神中是最先产生的。
— πῶς δέ κα;
——这怎么可能呢?
μὴ ἔχον γ’ ἀπὸ τίνος μηδ’ ἐς ὃ τι πρᾶτον μόλοι.
它既没有来源,也没有最先可去的地方。
— οὐκ ἄρ’ ἔμολε πρᾶτον οὐθέν;
¦5 ——那么,最先什么都没有产生吗?
— οὐδὲ μὰ Δία δεύτερον τῶνδέ τ’ ὧν ἁμὲς νῦν ὧδε λέγομες, ἀλλ’ ἀεὶ τάδ’ ἦς. "
καί·
——不,凭宙斯起誓,连我们现在这样说的这些东西的第二者也没有产生,而是这些东西始终存在。
§2"〈αἰ〉 πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῆις, πὸτ ἄρτιον, (11) ποτθέμειν λῆι ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν, ἧ δοκεῖ κά τοί γ’ 〈ἔθ’〉 ωὑτὸς εἶμεν;
」以及:「如果对一个奇数,或者如果你愿意,对一个偶数, (11) 有人想要增加一个筹码,或者从已有的筹码中拿走一个,你认为它还会是同一个数吗?
οὐκ ἐμίν γά κα.
对我来说,当然不是。
— οὐδὲ μὰν οὐδ’ αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν λῆι τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθ’ ἐόντος ἀποταμεῖν, ἔτι χ’ ὑπάρχοι κῆνο τὸ μέτρον;
——确实,如果对一尺的尺度,有人想要增加 ¦5 另一种长度,或者剪去之前已有的长度,那个尺度还会存在吗?
— οὐ γάρ.
——不会。
— ὧδε νῦν ὅρη καὶ τὸς ἀνθρώπως· ὁ μὲν γὰρ αὔξεθ’, ὁ δὲ γα μὰν φθίνει, ἐν μεταλλαγᾶι δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον.
——现在也这样看待人类吧:因为一人在成长,另一人则在衰退,所有人始终处于变化之中。
ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκ’ ἐν ταὐτῶι μένει, ἕτερον εἴη κα τόδ’ ἤδη τοῦ παρεξεστακότος, καὶ τὺ δὴ κἀγὼ χθὲς ἄλλοι καί νυν ἄλλοι τελέθομες, καὖθις ἄλλοι κοὔποχ’ ωὑτοὶ καττὸν 〈αὐτὸν αὖ〉 λόγον. ’"
[ ὁ τοίνυν περὶ αὐξήσεως λόγος ἐστὶ μὲν ἀρχαῖος· ἠρώτηται γάρ, ὥς φησι Χρύσιππος, ὑπ’ Ἐπιχάρμου.
而那在自然中发生变化、从未保持在同一状态的东西, ¦10 已经与那已经变化了的东西不同了,因此,你和我昨天是另一些人,现在也是另一些人,以后又是另一些人,按照这同样的论证,我们绝不是同一些人。 」[那么,关于成长的论证是古老的;因为正如克律西波斯所说,它是由埃庇卡摩斯提出的。
ταῦτά γε τοῖς Ἐπηαρμείοις ἔοικεν, ἐξ ὥν ὁ αὐξόμενος ἀνέφυ τοῖς σοφισταῖς λόγος· ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος· ὁ δὲ κληθεὶς ἐπὶ δεῖπνον ἐχθὲς ἄκλητος ἥκει τήμερον·
这些内容确实类似于埃庇卡摩斯的著作,诡辩家们的“成长论证”即由此产生:因为很久以前借债的人,现在由于变成了另一个人,便不再负债;而昨天被邀请赴宴的人,今天却作为未被邀请的人前来,因为他是另一个人。
ἄλλος γάρ ἐστι.
他在一个被要求支付份子钱却因某些东西增加、某些东西离去而否认自己是同一人的案子中,对此进行了喜剧化的嘲讽。
καὶ ἑκωμώιδησεν αὐτὸ ἐπὶ τοῦ ἀπαιτουμένου συμβολὰς καὶ ἀρνουμένου τοῦ αὐτοῦ εἶναι διὰ τὸ τὰ μὲν προσγεγενῆσθαι τὰ δὲ ἀπεληλυθέναι, ἐπεὶ δὲ ὁ ἀπαιτῶν ἐτύπτησεν αὐτὴν καὶ ἐνεκαλεῖτο, πάλιν κακείνου φάσκοντος ἕτερον μὲν εἶναι τὸν τετυπτηκότα, ἓτερον δὲ τὸν ἐγκαλούμενον].
然而,当债权人殴打他并被起诉时,那人又声称,殴打者是一人,而被起诉者又是另一人。
(12) ἔτι φησὶν ὁ Ἄλκιμος καὶ ταυπί· ῾φασὶν οἱ σοφοὶ τὴν ψυχὴν τὰ μὲν διὰ τοῦ σώματος αἰσθάνεσθαι, οἷον ἀκούουσαν, βλέπουσαν· τὰ δ’ αὐτὴν καθ’ αὑτὴν ἐνθυμεἶσθαι, μηδὲν τῶι σώματι χρωμένην.
] (12) 阿尔基摩斯还说了以下这些:“智者们说,灵魂有些是通过身体来感知的,例如听、看;有些则是它凭自身来思考,完全不使用身体。
διὸ καὶ τῶν ὄντων τὰ μὲν αἰσθητὰ εἶναι, τὰ δὲ νοητά.
因此,在存在的事物中,有些是感觉对象,有些是理智对象。
ὦν ἕνεκα καὶ Πλάτων ἔλεγεν ὅτι δεῖ τοὺς συνιδεῖν τὰς τοῦ παντὸς ἀρχὰς ἐπιθυμοῦντας πρῶτον μὲν αὐτὰς καθ’ αὑτὰς διελέσθαι τὰς ἰδέας, οἶον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ νησιν’ δεύ– τερον αὐτὸ καθ’ αὑτὸ τὸ καλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα ὑποθέσθαι. τρίτον τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσὶν, οἷον ἐπιστήμην ἢ μέγεθος ἤ δεσποτείαν, ἐνθυμουμένους ὅτι τὰ παρ’ ἡμῖν διὰ τὸ μετέχειν ἐκείνων ὁμώνυμα ἐκείναις ὑπάρχει· λέγω δὲ οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλὰ δὲ ὅσα τοῦ καλοῦ.
为此,柏拉图也说,那些渴望认识宇宙本原的人,首先必须将理念本身凭自身区别开来,例如相似性、一、多数、大小、静止和运动;第二,必须将美本身、善本身、正义本身以及诸如此类的事物作为假定;第三,必须认识到在理念中有多少是彼此关联的,例如知识、大小或支配力,并考虑到我们这里的事物由于分有那些理念而与它们同名;我的意思是,例如,凡是正义的事物都分有正义,美的事物都分有美。
ἔστι δὲ τῶν εἰδῶν ἕν ἕκαστον ἀίδιόν τε καὶ νόημα καὶ πρὸς τούτοις ἀπαθές· διὸ καὶ φησιν ἐν τῆι φύσει τὰς ἰδέας ἑστάναι καθάπερ παραδεῖγματα, τὰ δ’ ἄλλα ταύταις ἐοικέναι τούτων ὁμοιώματα καθεστῶτα.
而每一个理念都是永恒的,是一种思想,而且是不受影响的;因此他也说,理念在自然中作为范型而树立,其他事物则类似于它们,成为它们的摹本。
(13) ὁ τοίνυν Έ. περί τε τοῦ ἀγαθοῦ καὶ περὶ τῶν ἰδεῶν οὕτω λέγει·
” (13) 那么,埃庇卡摩斯关于善和理念是这样说的: