Humanitext Reader

阿里斯·台德斯 · 致阿喀琉斯的使团演说 §437

揭露赫克托耳的嘲讽与放下怒火的请求

第 7 段,共 7 段 · 希腊语

内容简介

使节极力劝说阿喀琉斯重返战场,透露赫克托耳正在嘲笑他们的不和,并声称阿喀琉斯是出于恐惧才以愤怒为借口避战。他们搬出其祖先埃阿科斯的德行,请求他一同向神明献酒,放下怒火。

§437οὐκ ἔλαττον φρονεῖ νῦν;
如今不也正比任何人都不失谦逊地在思考吗?
ἡγεῖσθαι δὲ χρὴ λόγῳ μὲν ἀκούειν ταῦτα παρʼ ἡμῶν, τῇ δὲ ἀληθείᾳ καὶ τοῖς γιγνομένοις Ἕκτορα πρεσβεύειν καὶ διαλέγεσθαί σοι· ὃς τὰ μὲν ἄλλα ὅσα ὑβρίζει καὶ προπηλακίζει τί τις ἂν λέγοι;
我们应当认为,口头上你虽然是从我们这里听到这些,但在真实情况和正在发生的事态中,实际上是赫克托耳在向你派遣使节并与你对话;至于他在其他事情上是如何侮辱和践踏的,谁又用得着去说呢?
σὲ δὲ ἀπειλεῖ καθεύδοντα λήψεσθαι.
但他威胁说要在你睡觉时将你捉住。
πάντως δὲ οὐδὲ τὸν Δάρδανον τὸν ἑαυτοῦ πρόγονον οὐδὲν εἶναι χείρω τοῦ Αἰακοῦ τοῦ σοῦ, σέ τε σκήπτεσθαι τὴν μῆνιν, τὸ δʼ ἀληθὲς αὐτὸν ὀρρωδεῖν.
而且他到处宣称,他自己的祖先达尔达诺斯一点也不比你的祖先埃阿科斯差,你只是拿愤怒当借口,实际上却在害怕他。
ἃ πῶς ἀνεκτὰ ἀκούειν ἐμοί;
这些话让我听起来怎能容忍?
τίς ὑπὲρ σοῦ τούτων λήψεται δίκην;
谁来为你对这些事进行惩罚?
οὐκ ἀναστήσει πρὸς θεῶν;
凭着诸神起誓,难道你还不站起来吗?
οὐ δυσχερανεῖς ὅτι μὴ πάλαι, οὐχ ὅσον τοῦ χρόνου προεῖται ζημίαν θήσει;
难道你不会因为没有早点行动而感到愤恨,不会把损失的这么多时间视为惩罚吗?
οὐκ εἰ δεῖ καὶ τῆς κόρης ἕνεκα ὀργισθῆναι, εἰς τοὺς Τρῶας ἀφήσεις τὸν θυμὸν τοὺς ἁπάντων τούτων αἰτίους;
即使你也必须为了那个女孩而发怒,难道你不会把怒火撒在作为这一切罪魁祸首的特洛伊人身上吗?
εἰ γὰρ ἐκεῖνοι μηδὲν παρεκίνησαν ἐξ ἀρχῆς, τί τῶν πάντων ἂν ἢ μεῖζον ἢ ἔλαττον ἐνταυθοῖ συνέβη δυσχερές;
因为如果他们起初没有制造任何事端,在这里的一切事情中,又怎么会发生或大或小的困难呢?
ἐνθυμοῦ δὲ ὅτι Πηλεὺς μέσος Αἰακοῦ καὶ σοῦ, Αἰακοῦ ἐκείνου, εἰς ὅν ποτʼ ἦλθε τὰ τῶν Ἑλλήνων πράγματα.
你要记住,佩琉斯介于埃阿科斯和你之间——就是那位曾经让希腊人的命运托付于他的埃阿科斯。
σοὶ δὲ ὑπάρχει καὶ τοῦτο ὡς κάλλιστα· μιμούμενος γὰρ τὴν τοῦ προγόνου γνώμην ὑπεραίρεις τῷ σχήματι.
而且这一点对你来说也是最美好的:因为通过效仿你祖先的意向,你在表现上超越了他。
ὁ μὲν γὰρ εὐξάμενος ὤνησε, σὺ δʼ ἔργῳ βοηθήσας ἐκπλήσεις τὰς ἁπάντων εὐχάς.
因为他通过祈祷带来了帮助,而你通过在行动上施以援手,将实现所有人的祈愿。
κἀκεῖνα ἔτι πρὸς τούτοις λογίζου, ἔξιμεν δὴ αὐτίκα μάλα ἐκ τῆς σκηνῆς, ποίοις ποσὶν, ὦ πρὸς τοῦ Διὸς, εἰ μὴ σοὶ ταῦτα συνδόξειε;
除这些之外,你还要考虑那些:我们现在马上就要走出营帐;凭着宙斯起誓,如果这些不能得到你的赞同,我们将以怎样的脚步离去?
τίνας λόγους ἐροῦμεν ἀπελθόντες, ἢ ποίας ἀποκρίσεις ἀποκρινούμεθα;
我们回去后将说什么话,或者将做出怎样的回答?
καραδοκοῦσι δὲ δή που πάντες, εἰ ἄσμενοι περιχυθέντες ἄλλος ἄλλοθεν πεύσονται.
因为所有人想必都在翘首以盼,看他们是否会高兴地从四面八方围过来打听消息。
τί χρὴ πρὸς αὐτοὺς λέγειν;
我们该对他们说什么?
ἀπόκριναι·
回答我。
σπεῖσον μεθʼ ἡμῶν τῷ Διὶ τῷ σωτῆρι, μὴ τὴν τελευταίαν τοῦ νῦν εἶναι, ἀλλʼ αἰσχυνθεὶς τήν τε χρείαν τὴν κοινὴν καὶ τοὺς πρέσβεις ἡμᾶς καὶ τῆς πρεσβείας τὴν ὥραν, νύκτα ταύτην, ἢ καὶ ἄστρα ταυτὶ καὶ θεοὺς καὶ ἥρωας τοὺς κοινοὺς τῶν Ἑλλήνων, ἐκδὺς τὴν ὀργὴν ὥσπερ νόσον φάνηθι τοῖς βαρβάροις ἅμα τῷ ἡλίῳ.
与我们一起向救主宙斯献酒,愿这不会成为眼前的最后一次,而是要顾及共同的困境、我们这些使者以及出使的时刻——这黑夜,甚至还有这些星辰、诸神和希腊人共同的英雄,把愤怒像疾病一样脱去,在太阳升起时显现在野蛮人面前。

词汇与语法注释

  1. §437οὐκ ἔλαττον φρονεῖ νῦν — 将前一个分块末尾的属格 tíνος 视为比较属格,修饰 ἔλαττον,表示“比任何人都不失谦逊地(不比任何人想得低)思考”。
  2. §437Ἕκτορα πρεσβεύειν — Ἕκτορα 是由 ἡγεῖσθαι χρή 引导的间接引语中不定式 πρεσβεύειν 和 διαλέγεσθαι 的宾格主语。
  3. §437σέ τε σκήπτεσθαι τὴν μῆνιν — 表示赫克托耳主张的间接引语不定式从句。σέ 是 σκήπτεσθαι 的宾格主语,也是 ὀρρωδεῖν 省略的主语,而后半句的 αὐτὸν 则是指代赫克托耳的宾格(对格)宾语。
  4. §437ὅτι μὴ πάλαι — 依附于 δυσχερανεῖς,省略了类似 ἀνέστης 的动词,意为“因为你没有早一点(站起来)”。
  5. §437μὴ τὴν τελευταίαν τοῦ νῦν εἶναι — 伴随 σπεῖσον(献酒)的表示目的或结果的不定式从句。τὴν τελευταίαν 省略了阴性名词 σπονδήν(献酒)。τοῦ νῦν 为属格,意为“现今的/目前的”。

引用这一段

阿里斯·台德斯, 致阿喀琉斯的使团演说 §437. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg052.humanitext-grc2:437

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。