Humanitext Reader

阿里斯·台德斯 · 致阿喀琉斯的使团演说 §431-432

批评因少女背弃誓愿与劝其维护名誉

第 4 段,共 7 段 · 希腊语

内容简介

说话者批评阿喀琉斯为了一个女孩而企图放弃以前的高尚决意,提醒他过去的辉煌战绩,并强调坚守信义和维护名誉比接受物质礼物更为重要。

§431ὡμολόγησας αὐτῇ περὶ τῆς ἀμείνονος μοίρας, πάλιν ἐξ ἀρχῆς ἕτερος γενήσει, καὶ τότε μὲν καὶ τῆς ψυχῆς τῆς σαυτοῦ πλείονος ἄξιον ἡγοῦ τὸ στρατόπεδον, νῦν δὲ οὐδὲ τῆς κόρης ἀντάξιον, μᾶλλον δὲ ἑνὸς τῶν περὶ τὴν κόρην συμβάντων.
如果你曾与她就较好的命运达成共识,你现在难道又要重新变成另一个人吗? 当时你认为军营比你自己的生命更宝贵,现在却觉得它甚至配不上那女孩,或者说,甚至配不上关于那女孩所发生的一件单一事件。
οὕτως μέντἂν ἀμφοτέρων δόξαις τὴν παῖδα τιμιωτέραν ἡγεῖσθαι, καὶ σαυτοῦ καὶ τῶν Ἀχαιῶν.
这样一来,你确实会被认为把那女孩看得比两者——即你自己和阿凯亚人——都更宝贵。
πῶς γὰρ οὐ καὶ σαυτοῦ, εἰ τοῦ μὲν σώζεσθαι κρεῖττον τὸ εὐδοξεῖν, τοῦ δὲ εὐδοξεῖν ἡ κόρη;
因为,如果获得美名胜过保全生命,而那女孩又胜过获得美名,她又怎能不比你自己更宝贵呢?
δόξαις δʼ ἂν οὕτως καὶ τὴν μητέρα ἐψεῦσθαι, καὶ σαυτὸν ἐξελέγχειν οὐκ ἐπιστάμενον λογίζεσθαι.
这样你也会显得使你母亲成了撒谎者,并证明你自己不懂得如何理性思考。
τὸ μὲν γὰρ ἀπʼ ἀρχῆς εὐθὺς ἑλέσθαι πλεῖν οἴκαδε καὶ ζῆν ἡσυχῇ γνώμης κρίσις ἦν, τὸ δὲ τοὺς ἐπὶ τῆς στρατείας κινδύνους ἑλόμενον μεταβαλέσθαι περὶ τῶν αὐτῶν οὐ ταὐτὰ γιγνώσκειν ἐστίν·
因为起初立即选择驾船回家并安静地生活,是心智的决定;但在选择了远征的危险之后,又对同样的事情改变主意,这并不是保持同样的想法。
ὃ σοὶ τῶν πάντων ἥκιστα προσήκει, ὅσῳπερ ἀνθρώπων μάλιστα ἀρετὴν ἀσκεῖς καὶ τὸ μὴ ψεύδεσθαι.
这最不适合你,因为你在所有人中尤其践行美德和不虚伪。
οὐ γὰρ δή που τοὺς μὲν ἄλλα λέγοντας, ἄλλα δὲ γιγνώσκοντας αἰτιάσει, τοὺς δὲ ὑπὲρ τῶν αὐτῶν ἄλλοτε ἄλλως βουλευομένους καὶ μὴ τοὺς αὐτοὺς ὄντας ἐπαινέσει.
因为你决不会一面指责那些言口不一的人,一面又去赞扬那些对同一事物时而这样决策、时而那样决策,不能保持一贯性的人。
σκέψαι δὲ ὅτι κἀν τοῖς στρατοπέδοις μέχρι μὲν μὴ συνάγουσιν οἱ στρατηγοὶ πᾶς τις ὡς εἰπεῖν αὐτοκράτωρ ἐστὶν αὑτοῦ, ἐπειδὰν δὲ εἰς τάξιν καταστῇ, ταύτην δεῖ σώζειν, ἢ φαῦλον νομίζεσθαι·
而且要想一想,即使在军营里,只要将军们还没把人召集起来,可以说人人都是自己的主人;但一旦排定队列,就必须坚守,否则就会被视为卑劣。
σὺ δʼ οὐ βουλεύεσθαι δόξεις περὶ ὧν αἵρεσίς ἐστί σοι, ἀλλʼ ἀναχωρεῖν ἀπὸ τούτων ἃ προὔκρινας αὐτὸς καὶ μονονοὺ λιπεῖν τὴν τάξιν· ὃ καὶ ὄναρ μοι δοκεῖς σύ γε ἰδὼν εἰκότως ἂν αἰσχυνθῆναι.
但你将被视为并非在就自己拥有选择权的事物进行决策,而是从你自己首选的事物中退缩,几乎是在擅离职守;这件事,在我看来,即使是在梦中看见,你也理所当然会感到羞愧。
δίκαια καὶ καλὰ ταῦτα ἐγίγνωσκες, ὡς οὐχ αἱρετὸς βίος ἀνθρώπῳ μακρὸς, εἰ μὴ προσέσται τὸ πράττειν τὰ δέοντα.
你曾判定这些事是公正而高尚的:即如果不伴随着履行应尽的职责,长寿的一生对人来说并不值得选择。
ἐπεὶ δὲ τὴν παῖδα οἱ κήρυκες ἄγοντες ᾤχοντο, καὶ δὴ διὰ τοῦτο ἑτέρως ἔχει τὰ τῆς φύσεως.
但是,既然使者们带走了那女孩,难道正是因为这个缘故,事物的本性现在就变得不同了吗?
οὐ παύσει δύο τῶν χειρίστων ὀνειδῶν ἀμφισβητῶν, δειλίας καὶ ἀπιστίας·
难道你不愿停止与两项最恶劣的指责——即懦弱与不守信用——纠缠不清吗?
ὃ τῶν ἐχθρῶν οὐδεὶς πώποτε ὠνείδισε.
而这正是你的敌人中从未有人曾指责过你的。
καίτοι τίς ἂν ἦσθα πρὸς θεῶν, εἴ σοι ταῦτα §432Ἀγαμέμνων ἀνετίθει;
然而,凭神明发誓,如果阿伽门农将这些事情归咎于你,你将会是什么样的人呢?
ἐγὼ δʼ ἡγοῦμαι τὸ μὲν τέλος πάντων πραγμάτων τῷ θεῷ χρῆναι καταλιπεῖν, ὥσπερ καὶ ἡμᾶς ἅπαντας ὁρᾷς περὶ ἡμῶν αὐτῶν βεβουλευμένους.
但我认为,所有事情的结局应当留给神明,正如你看到我们所有人都在为自己进行决策一样。
οὐ γὰρ ποικίλης δεῖται τοῦτό γε μούσης, ἀλλὰ πᾶσιν εὔδηλον ὅτι εἰρήνη πολέμου γέρας συμφορώτερον καὶ ὅτι οὐκ ἔστι μαχομένους καὶ κινδυνεύοντας ἀναιμωτὶ τὸν αἰῶνα διελθεῖν.
因为这并不需要复杂的智慧,而是对所有人来说显而易见的:和平是比战争更有益的恩赐,而战斗和冒险的人是不可能不流血地度过一生的。
ἀλλʼ οὐ τούτου χάριν τὰς πίστεις παραβαίνομεν· ἀλλʼ ὧν μὲν ὁ δαίμων κύριος, αὐτῷ καταλείπομεν, ὅσα δὲ εἰς λογισμοὺς ἥκει καὶ τὸ βουλεύσασθαι, μηδαμοῦ τῶν χειρόνων ἑαυτῷ τιμᾶν ἀνδρός.
但我们并不因此违背诺言;相反,凡是神明主宰的事物,我们留给神明,而凡是属于思考和决策的事物,我们决不为自己选择更差的人的行径。
νὴ Διʼ ἀλλʼ οὐκ ἄξιά σου τὰ δῶρα οὐδʼ ἐκπλήξει σε ὑπισχνούμενος, οὐδʼ ἂν τὴν ψάμμον καὶ τὴν κόνιν παρέλθῃ τῷ πλήθει.
“但是凭宙斯发誓,这些礼物配不上你,他所承诺的东西也无法让你震惊,即使它们在数量上超过了沙子和尘土。
ἄριστά γε, ὦ γενναῖε, καὶ γνωρίζω τούτους ἤδη τοὺς λόγους.
”说得太好了,高贵的友邦,我已经很熟悉这些话了。
ἐγὼ δὲ οὐ τῶν χρημάτων ἕνεκα συμβουλεύω σοι βοηθεῖν τοῖς Ἀχαιοῖς·
但我并非为了金钱建议你帮助阿凯亚人——怎么会呢?
πόθεν; μηδέποθʼ οὕτω σμικρῶς ἴδοιμι τὰ σά·
愿我永远不要把你的事物看得如此渺小!
ἀλλʼ ὑπὲρ αὐτοῦ τοῦ δικαίου καὶ τοῦ προσήκειν οὕτω ποιεῖν.
——而是为了正义本身,以及因为这样做是合宜的。
ἀλλὰ τὰ μὲν χρήματα φιλίας τινὶ συμβόλῳ δέξασθαι εἴτε καὶ χαίρειν ἐᾷς, οὐχὶ διοίσομαι· καὶ περὶ τῆς κηδείας ταύτης ἐπὶ σχολῆς βουλεύσασθαι, μηδὲ γὰρ ἂν τοῦτό σε ἁρπάσαι.
但是,无论你是将这些钱财作为某种友谊的象征接受下来,还是任其随风而去,我都不会反对;至于这桩婚事,你可以闲暇时再作决策,因为他也绝不会强夺走这个机会。
παῖς γὰρ ἂν εἴην, εἰ ταῦτα συμβουλεύοιμι, ἡγεῖσθαι μὲν ἐκεῖνον οὐκ ἀνελεύθερον εἶναι τῇ δόσει καὶ τοῖς ἐπαγγέλμασι, σαυτῷ δὲ ἕτερα εἶναι τὰ ποιοῦντα τὴν ἔξοδον.
因为,如果我建议你这么想:即认为他在赠予和承诺上并非小气,但对你而言,促成你出征的是别的事情,那我就是个小孩子了。
ποῖα ταῦτα;
这些是些什么事呢?
ἃ μικρῷ πρόσθεν αὐτὸς ἀπηρίθμεις, πολλῷ χρημάτων καλλίω πράγματα.
就是你不久前自己列举出来的、比金钱高尚得多的事情。
πῶς γὰρ οὐκ ἄτοπον καὶ ὑπερφυὲς, εἰ πρότερον μὲν τῶν Ἀχαιῶν τούτων ἡγούμενος δώδεκα μὲν πόλεις κατὰ θάλατταν, ἕνδεκα δʼ εἷλες κατʼ ἤπειρον οὐδὲν τῶν ἰδίων ὑπολογιζόμενος, οὐ πόνον, οὐ κίνδυνον, οὐκ ἀσχολίαν, οὐχ ἣν φιλτάτην εἶναι φῂς σαυτῷ ψυχὴν εἰ προήσει, καὶ τοσούτων εὐποριῶν καὶ τοσαύτης εὐδαιμονίας ἀπέδειξας κυρίους· νῦν δʼ οὐδʼ εἰς αὐτὴν τὴν
因为,如果以前你领导这些阿凯亚人,在海上攻占了十二座城市,在陆地上攻占了十一座,却毫不考虑你私人的事情——无论是辛劳、危险、忙碌,还是你所说如果放弃它则是对你最宝贵的生命——并且使他们成了如此多的财富和如此大的幸福的主人;但现在,甚至连……,这难道不是很奇怪、很荒谬吗?

词汇与语法注释

  1. §431ὡμολόγησας αὐτῇ περὶ τῆς ἀμείνονος μοίρας, πάλιν ἐξ ἀρχῆς ἕτερος γενήσει — 承接前句,这是一个含有条件意味的陈述(“如果你曾与她就较好的命运达成共识”),并由此引出表示惊讶和指责的反问。
  2. §431οὕτως μέντἂν ἀμφοτέρων δόξαις — 这里的 μέντἂν 是 μέντοι ἄν 的缩合形式,与 optative 动词 δόξαις 连用,表示潜在的可能性(“这样一来,你确实会被认为……”)。
  3. §431δόξαις δʼ ἂν οὕτως καὶ τὴν μητέρα ἐψεῦσθαι — 这里的完成时中被动不定式 ἐψεῦσθαι 并非指阿喀琉斯欺骗了母亲,而是指他的行为使得他母亲的话落空,实际上等于使他母亲成了撒谎者。
  4. §431ὃ καὶ ὄναρ μοι δοκεῖς σύ γε ἰδὼν εἰκότως ἂν αἰσχυνθῆναι — 关系代名词 ὃ 指代前文的“擅离职守”这一行为。夺格/宾格 ὄναρ 用作副词,意为“即使在梦中”。带 ἄν 的不定式 αἰσχυνθῆναι 与 δοκεῖς 连用,构成潜在不定式。
  5. §432καίτοι τίς ἂν ἦσθα πρὸς θεῶν, εἴ σοι ταῦτα Ἀγαμέμνων ἀνετίθει — 一个典型的、使用直陈式过去时(ἦσθα, ἀνετίθει)和 ἄν 构成的过去反事实条件句,意为“如果阿伽门农将这些恶名强加于你,你将会变成怎样的人?”
  6. §432νὴ Διʼ ἀλλʼ οὐκ ἄξιά σου τὰ δῶρα — 短语 νὴ Διʼ ἀλλʼ(“但是凭宙斯发誓,确实……”)是一个修辞性公式,用于引入预想中对话对方(阿喀琉斯)的反对意见,以便对其进行驳斥。
  7. §432παῖς γὰρ ἂν εἴην, εἰ ταῦτα συμβουλεύοιμι, ἡγεῖσθαι μὲν ἐκεῖνον ... σαυτῷ δὲ ἕτερα εἶναι — 不定式 ἡγεῖσθαι 和 εἶναι 构成了并列结构,用以解释说话者如果进行建议(由 optative 动词 συμβουλεύοιμι 表示)时,其建议的具体内容。

引用这一段

阿里斯·台德斯, 致阿喀琉斯的使团演说 §431-432. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg052.humanitext-grc2:431-432

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。