Humanitext Reader

阿里斯·台德斯 · 致阿喀琉斯的使团演说 §429-430

远征的初衷与阿喀琉斯撤兵的自相矛盾

第 3 段,共 7 段 · 希腊语

内容简介

劝说者向阿喀琉斯指出远征的初衷和阿伽门农极其慷慨的妥协(归还女色及丰厚赠礼),并直言他如今执意退兵之举不仅前后矛盾,也与其昔日的满腔热忱、对戴达美亚的情义以及长辈的教诲相违背。

§429τούτοις ἔτι κινδυνεύειν ἐπὶ στρατείας περὶ ψυχῆς, ὃ πᾶσιν ἁπάντων κτημάτων τιμιώτατον εἶναι συμβέβηκε καὶ πρῶτον ὁ τῶν Ἑλλήνων ἄριστος ὁρίζεται, εἰ τούτοις ἕκαστος ἐχρήσατο τοῖς λογισμοῖς, οὐδʼ ἂν συνελέγη δή που τὸ στράτευμα τὴν ἀρχήν.
在远征中还要为生命冒危险——而生命对于所有人来说,恰好是所有财产中最宝贵的东西,也是希腊人中最优秀的那位所规定为第一位的——如果每个人当时都运用这些推量,那么军队起初绝不可能聚集起来。
νῦν δὲ οἶμαι δύο ταῦτα ἦν τὰ κινοῦντα, τό τε τοῖς ὅρκοις πάλαι προκατειλῆφθαι θεῶν τινος, οἶμαι, προνοίᾳ καὶ τὸ κοινῇ πάντας ὑβρίσθαι δοκεῖν ὑπὸ τῶν ἀλλοφύλων καὶ μὴ δεῖν ἐπιτρέπειν.
但实际上,我认为有两件事推动了人们:一是早已被誓言所约束,我认为这是由于某位神明的先见之明;二是大家共同认为受到了异族人侮辱,决不能容忍。
προσθείη δʼ ἄν τις τάχα καὶ τρίτον τὸ τοῖς ἄρχουσι πείθεσθαι χρῆναι.
或许人们还可以加上第三点:应当服从统治者。
μὴ δὴ τοῦτο σκοπῶμεν νῦν, τίνος χάριν τὴν στρατείαν ἠράμεθα ἐξ ἀρχῆς, ἀλλʼ ὅτι οὐ τῶν αὐτῶν ἐστι τότε μὲν τὰ ἄλλα πάντα δεύτερα ποιήσασθαι, νῦν δὲ πρὶν ὧν ἕνεχʼ ἥκομεν πρᾶξαι διαστῆναι.
因此,我们现在不要看这个,即我们起初是为了什么缘故而发起远征,而要看这一点:在当时将其他一切都放在次要位置,现在却在实现我们前来的目的之前就分裂撤退,这绝非同一批人所为。
οὐ γὰρ τῇ προφάσει τῆς στρατείας ἀκόλουθον, ἀλλʼ ἐναντίον αὐτῇ τῇ στρατείᾳ φαίνεται·
因为这不仅与远征的借口不相符,反而显得与远征本身相冲突。
ἔπειτʼ οὐδὲ ὅμοιόν ἐστιν·
此外,这也不尽相同。
ὅπως δὲ, ἀκούσει πρᾴως.
至于如何不同,请温和地听我说。
οὐ γὰρ ἵνα ἐλέγξω λέγω, ἀλλʼ ὅπως παραμυθήσωμαι·
因为我说话不是为了指责你,而是为了安慰你。
εἰ γὰρ μὴ ἐκομίζου τὴν ἄνθρωπον, εἰκότως ἂν εἰς ταῦτʼ ἀνεχώρεις, νῦν δὲ οὐ μόνον αὐτὴν, ἀλλὰ καὶ ἑπτὰ πρὸς αὐτῇ δίδωσιν· ἄλλα γὰρ ἐῶ τοσαῦτα τὸ πλῆθος.
如果你没有要回那个女人,你退回到这些立场也是理所当然的;但现在,他不仅交出她,还在她之外加上了七个女人——其他数量如此众多的礼物我就略去不提了。
καίτοι εἴ γε οἱ Τρῶες ἐβούλοντο τὴν Ἑλένην καὶ ὅσα μετʼ αὐτῆς ἄγοντες ᾤχοντο ἀποδιδόναι, οὐκ ἂν ἡμῖν ἦν λόγος πρὸς αὐτούς· εἰ δὲ δὴ καὶ παρʼ ἑαυτῶν οἴκοθεν προσετίθεσαν, οὐδὲ φωνὴν οὐδεὶς προήκατο ἂν ὡς οὐ χρὴ δέχεσθαι.
然而,如果特洛伊人当时愿意归还海伦以及他们带走的属于她的所有财物,我们对他们也就无话可说了;如果他们甚至从自己家里拿出东西来作为补偿,绝不会有人发声说不应该接受。
τί τούτου μέγα σημεῖον;
这有什么巨大的证据呢?
αὐτοὶ ταῦτα προὐκαλούμεθʼ αὐτοὺς κατʼ ἀρχὰς εὐθὺς, ἀλλʼ οὔτε ἐκείνων οὐδεὶς ταῦτα ἐβούλετο ποιεῖν, σοί τε ἣν ἀφῃρέθης, ἐπάνεισι μετὰ πολλῶν.
我们自己起初就立即向他们提出过这些建议,但他们中没有一个人愿意这样做。 而你被夺走的那个女人,将带着许多礼物回到你身边。
εἰ δʼ αὖ καὶ δίκην δεῖ προσυποσχεῖν τῆς ὕβρεως, δέδωκε καὶ μάλα πολλὴν ἐκεῖνός γε.
而且,如果对那侮辱还必须给以惩罚,那么他至少已经付出了极大的代价。
χωρὶς γὰρ ὧν ἀπολώλεκε τοσούτων τὸ πλῆθος στρατιωτῶν τήν γε ἀπὸ τοῦ φόβου καὶ τοῦ ταπεινὸς εἶναι πηλίκην τινʼ οἴει σοι δίδωσι δίκην;
因为除了他所失去的人数如此众多的士兵之外,你认为,他因恐惧和卑微而向你支付了多么巨大的代价呢?
§430οὐδὲ γὰρ ἄλλο γε οὐδὲν νῦν ἢ τὸ σχῆμα πᾶν ἀποτέθειται, ἱκέτης ἐκ βασιλέως καὶ δοῦλος ἐξ ἐλευθέρου γεγονὼς, καὶ εἰ δεῖ τἀληθέστερον εἰπεῖν, ἐλέῳ θαρρῶν, ἐὰν τὰ κράτιστα φέρηται παρὰ τῆς τύχης.
因为现在他除了整套尊严之外没有丢掉任何东西,他已从国王变成了请求者,从自由人变成了奴隶,如果必须说得更真实一些,他正寄希望于怜悯,即便他正从命运那里得到最坏的结果。
καὶ μὴν εἰ δεῖ καὶ τούτων μνημονεύειν, ἐκεῖνο ἐνθυμήθητι·
而且,如果也有必要提及这些事,请记住这一点:在当时召集军队时,你如此热切地参与其中,以至于一看到武器就冲向它们而无法克制自己,而且这还是在你是个孩子并隐藏在女孩们中间的时候;然而现在,当你到了这样的年纪,并且有了一个到了可以与你相伴并从军的年纪的儿子,且已在所有人中获得了第一等的荣耀,却不愿使用你自己的武器,反而寻找借口企图放弃一切,这真是荒谬的事情之一。
τῶν ἀτόπων ἐστὶ συλλεγομένης μὲν τότε τῆς στρατιᾶς οὕτω προθύμως ἔχειν σε πρὸς τὸ μετασχεῖν τῶν πραγμάτων, ὥστʼ ἐπειδὴ τάχιστα εἶδες τὰ ὅπλα ὁρμῆσαι πρὸς αὐτὰ καὶ μὴ κατασχεῖν σεαυτὸν, καὶ ταῦτα ὄντα παῖδα κἀν ταῖς κόραις κρυπτόμενον, νῦν δʼ ἐπειδὴ τηλικόσδʼ εἶ καὶ παῖδα ἔχεις ὡραῖον ὡς συνεῖναι καὶ στρατεύεσθαι, καὶ δόξαν τὴν πρώτην ἐν ἅπασιν εἴληφας, βούλεσθαι μὴ χρῆσθαι τοῖς ὅπλοις τοῖς σαυτοῦ, ἀλλὰ ζητεῖν προφάσεις διʼ ἃς προήσει πάντα, καὶ τότε μὲν τὴν παῖδα ἀπολιπεῖν ῥᾳδίως, ἧς τί σοι φίλτερον εἰκὸς εἶναι;
而且在当时你轻易地留下了那个女孩——对你来说有什么比她更亲近的呢?
καὶ ἣν ὁμότιμον ἐκτήσω γυναῖκα σαυτῷ, νῦν δʼ ἑτέρας παιδὸς ἕνεκα τἀναντία γνῶναι σαυτῷ περὶ τῶν ὅλων.
你娶了她作为与你同等尊贵妻子——但现在,为了另一个女孩,你却在整体局势上做出了与你自己以前相反的决定。
σκόπει μὴ οὐδὲ τῆς Δηιδαμείας ᾖ ταῦτα ἄξια ἐπαινέσαι, μή τί γε ἀνδρὸς ὅτου καὶ μνησθῆναι καλόν.
仔细想想,这些行为是否连戴达美亚都不值得赞扬,更不用说任何一个其名字甚至值得被铭记的男子了。
καὶ λέγεις δὴ τὰς μοίρας τὰς διττὰς ἀκηκοέναι παρὰ τῆς μητρὸς ἄριστα εἰδυίας περὶ αὐτῶν.
而且你确实说,你从最了解它们情况的母亲那里听到了双重的命运。
ἐγὼ δὲ ἀμφιγνοῶ μὲν εἴτε σπουδάζων ταῦτα λέγεις εἴτʼ ἐρεσχελῶν ἡμᾶς καὶ φιλονεικίᾳ τινὶ θυμοῦ· οὐ γὰρ σοί γε οἱ λόγοι· πολλοῖς ἔργοις τοῦτο σοῖς τεκμαίρομαι.
但我很怀疑,你是在认真地说这些话,还是在嘲弄我们,并且出于某种愤怒的争强好胜;因为这些话并不符合你的为人;我从你的许多行为中推测出这一点。
οὐ μὴν ἀλλʼ εἰ τὰ μάλιστα ἐσπούδακας, ἔστι σοι καὶ τούτων οὕτως ἐχόντων ὅμως τὰ δέοντα βουλεύσασθαι· μάλιστα μὲν γὰρ ἔγωγε φαίην ἂν τὴν μητέρα σου ποιεῖσθαι τούτοις συγκατατίθεσθαι τοῖς λόγοις, ἐπεὶ καὶ ὁ πατὴρ καὶ ὁ διδάσκαλος οὕτως ἐπαίδευόν σε πειρώμενοι, ἔπειτʼ ἐνταῦθα δὴ καὶ τὸ πάνδεινόν ἐστιν, εἰ παρʼ αὐτοὺς μὲν τοὺς λόγους καὶ τὴν ἀκοὴν οὕτως ἐρρωμένως ἔσχες ὥστε τὴν εὐδοξίαν καὶ τὸ καλὸν πρὸ τῆς ἀσφαλείας καὶ τοῦ γήρως αἱρεῖσθαι, ἐπειδὴ δὲ
然而,即使你极其认真,即使这些事情确实如此,你依然可以就应当做的事情进行决策。 因为我尤其要说,你是在装作你的母亲同意这些话,因为你的父亲和老师都是这样努力教育你的;而且,这才是真正可怕的事情:如果当听到这些话并亲耳所闻时,你曾是如此坚强,以至于选择美名和高尚而胜过安全和老年,然而当……

词汇与语法注释

  1. §429 — 关系代名词 `ὃ` 在性上受其表语中性形容词 `τιμιώτατον` 的吸引而呈中性,未与女性先行词 `ψυχῆς` 保持一致。
  2. §429ὁ τῶν Ἑλλήνων ἄριστος — “希腊人中最优秀者”指的是阿喀琉斯本人,此处暗指他在《伊利亚特》第九卷中关于生命比任何财产都更宝贵的著名宣言。
  3. §429οὐ τῶν αὐτῶν ἐστι — 属格 `τῶν αὐτῶν` 用作特征属格,意为“这不是同一类人所会做的”,指出过去积极参与和如今消极退缩之间的一致性缺失。
  4. §430τῶν ἀτόπων ἐστὶ — 这个长句由非人称句式 `τῶν ἀτόπων ἐστὶ`(属于荒谬之事/极度荒谬)主导,后接 “主格+不定式” 结构 `σὲ ... βούλεσθαι`(你想要……)。结构中通过多个分词和时间分句将过去和现在的态度进行了对比。
  5. §430σκόπει μὴ οὐδὲ τῆς Δηιδαμείας ᾖ — `σκόπει` 之后接 `μὴ οὐ` 与虚拟语气 `ᾖ` 构成句式,表示一种委婉的否定性担忧或推测:“考虑一下这是否甚至不(值得称赞)”。
  6. §430ποιεῖσθαι — 中动语气的 `ποιεῖσθαι` 搭配不定式在此意为“假装”或“(为了自身利益而)捏造”,指出阿喀琉斯在主观曲解其母亲的意图以迎合自己的说辞。

引用这一段

阿里斯·台德斯, 致阿喀琉斯的使团演说 §429-430. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg052.humanitext-grc2:429-430

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。