§427τοῦτο ποιεῖς ἢ πυρὶ, πρᾷον τοῦθʼ ἡγεῖ τι.
如果不借用刀剑,你便是借用烈火来行此事。 你认为这是某种温和的做法吗?
καὶ λόγον μὲν οὐκ ἂν ἐξ ἴσου δοίης ἐκείνοις τε καὶ ἡμῖν, ἐξ ἴσου δὲ ἀμφοτέροις ἐκποδὼν ἕστηκας, μᾶλλον δὲ βοηθεῖς μὲν οὐδετέροις, τῇ δὲ γνώμῃ πρὸς ἐκείνους ῥέπεις· τοσούτῳ πλέον ἡμῶν ἔχουσι.
你既不愿给他们和我们平等的申辩机会,却又同等地对双方都抽身旁观,甚至你谁也不帮,但在心里却偏向他们;他们比我们占了太多的便宜。
καὶ παρʼ αὐτὴν μὲν τὴν ὀργὴν οὕτω πολιτικῶς ἔσχες ὥστʼ οὐδʼ αὐτὸν τὸν Ἀγαμέμνονα ᾤου δεῖν τεθνάναι·
而且在当时那场盛怒之中,你行事是如此有分寸,以至于你甚至认为不该让阿伽门农本人丧命。
μέγα τούτου τεκμήριον· οὔκουν ἀπέσφαξάς γε αὐτὸν, ἐξόν σοι.
这有一个极大的证据:当时你本可以杀他,却并没有动手。
νῦν δʼ οὐδὲ τῶν ἄλλων οὐδένα δεῖν οἴει λιπεῖν, καίτοι πολλῷ βέλτιον μετὰ τῶν ἄλλων κἀκεῖνον ἦν παρʼ ἀξίαν σῶσαι ἢ διʼ ἐκεῖνον ἅπαντας ἄρδην ἀφανισθέντας περιιδεῖν, καὶ δίκην γʼ ἂν οὕτω παρʼ αὐτοῦ τὴν γιγνομένην λαβεῖν.
但现在,你却认为其他任何人都不该留活路。 然而,比起因为他一人的缘故而眼睁睁看着所有人被彻底消灭,在拯救其他人的同时也将那个不配得救的人一同救下,显然要好得多,而且这样一来,你本可以从他身上讨回他应受的惩罚。
εἰπὲ γάρ μοι τί μάλιστʼ ἂν εὔξαιο;
请告诉我,你最渴望的是什么?
οὐκ ἀδοξεῖν ἐκεῖνον καὶ κακῶς ἀκούειν καὶ μῖσος ἔχειν ἐν τῷ στρατοπέδῳ;
难道不就是让他蒙受耻辱、名声扫地并在军营中被所有人憎恨吗?
τοῦτο τοίνυν ἐξ ἀμφοῖν αὐτῷ περιέσται, ἔκ τε τῶν μέχρι τοῦδε ἀπολωλότων καὶ τῶν ἀπὸ τούτου σωθησομένων·
那么,这件事将通过两方面留给他:既通过迄今为止已经丧生的人,也通过此后将被拯救的人。
ὁ μὲν γὰρ ἐκείνοις αἴτιος τούτου δόξει γεγενῆσθαι, τῆς συμμαχίας ἀποστήσας σε διʼ ὧν ὕβρισε, σὺ δὲ τούτους νυνὶ σεσωκέναι μόνος ἀνθρώπων τῇ βοηθεία ὥστε τὸ μὲν ἐκείνου μέρος οὐδεὶς τῶν Ἀχαιῶν σώζεται, τὸ δὲ σὸν οὐδεὶς διέφθαρται.
因为在死者看来,他将显得是造成这一切的罪魁祸首——因为他用侮辱将你从盟军中推开;而在活者看来,你将是全人类中唯一凭援助救了他们的人。 结果,就他而言,没有一个阿开亚人得救;而就你而言,没有一个人灭亡。
σκόπει δῆτα καὶ τὴν αἰτίαν τῆς διαφορᾶς αὐτῆς, ὡς οὐκ ἐξ ἄλλου σοι πράγματος κατέστη πρὸς αὐτὸν, ἀλλʼ ὑπὲρ τῶν Ἀχαιῶν, ὅπως σωθεῖεν.
那么,请看一看这场争端本身的原因,它绝非因其他事情而在你与他之间产生,而正是为了阿开亚人,为了让他们得救。
τήν τε γὰρ ἐκκλησίαν διὰ τοῦτο ἐποίησας, ὁρῶν τὸ πλῆθος τῶν ἀπολλυμένων ὑπὸ τῆς νόσου, τῷ τε Κάλχαντι παρῄνεις εἰπεῖν θαρρούντως εἴ τι σύνοιδε.
因为正因如此,你看到因瘟疫而死的人数众多,才召集了大会,并劝告卡尔卡斯如果知道什么就大胆说出来。
καὶ παρελθόντος ἐκείνου καὶ φάσκοντος δεδιέναι μή τινα τῶν αὑτοῦ κρειττόνων παροξύνας κακόν τι λάβοι, ἀπώμνυς ἦ μὴν μὴ περιόψεσθαι τοῦτον.
而当他走上前,表示害怕因激怒了地位比自己高的人而招致灾祸时,你起誓绝不坐视他不管。
ἐκ δὲ τούτων ὁ μὲν §428ἀπέφαινε τὸν αἴτιον, ἐκεῖνος δʼ ἀμφοτέροις ὠργίζετο· σὺ δʼ οὐκ ἀπέστης πρὶν ἐπράχθη τὸ δέον.
由于这些,一方指出了罪魁祸首,而另一方则对你们两人大发雷霆;但你直到该做的事做完为止,都没有退缩。
οὐκοῦν ἄτοπον ὑπὲρ ὧν ἵνα σωθῶσι τότε ἤρω τὴν ἔχθραν, τούτους νῦν διὰ τῆς ἔχθρας διαφθεῖραι, καὶ τὰς μὲν παρὰ τῆς τύχης συμφορὰς ἀξιοῦν ἐπανορθοῦσθαι, αὐτὸν δʼ ἐξεπίτηδες πράττειν ἐξ ὧν ἀπολούμεθα καὶ περὶ ὧν τότε ηὔχου τοῖς θεοῖς, περὶ τούτων νῦν οὐ βούλεσθαι διαλεχθῆναι σεαυτῷ· καὶ ὑπὲρ μὲν τοῦ ἱερέως τοῦ βαρβάρου τὸν θεὸν ἀξιοῦν αἰδεῖσθαι, ὑπὲρ δὲ τῶν ὁμοφύλων τοσούτων τὸ πλῆθος μήτε θεοὺς τοὺς κοινοὺς μήτε ὁσίαν μήτε σπονδὰς ἐθέλειν αἰσχυνθῆναι· καὶ τότε μὲν προέσθαι τὴν σαυτοῦ γνωρίμην, ἵνα σωθῇ τὰ τῶν Ἀχαιῶν, νῦν δὲ ἀντὶ ταύτης αὖ πανστρατιᾷ τοὺς Ἀχαιοὺς ἐκτρῖψαι.
因此,为了那些人的得救你当时才挑起敌意,如今却要通过这同一份敌意去毁灭他们,这岂非荒谬? 一方面要求纠正来自命运的不幸,另一方面自己却故意做出导致我们灭亡的行为,并且对于当时向神明祈求的事,如今却不愿在心中自我权衡;为了一个蛮族祭司而要求敬畏神明,而为了人数如此众多的同胞,却不愿敬畏共同的神明、敬虔或誓约;当时为了让阿开亚人的事业得救而交出你那相识的女子,现在反而为了她而要用全军来消灭阿开亚人。
καὶ μὴν εἰ δυοῖν αἵρεσις ἦν, καί μοι πρὸς Διὸς ἔστω παρρησία, δίκαιον γὰρ, ἄλλως τε καὶ παρʼ ἀνδρὶ τιμῶντι τἀληθὲς, πότερον δεῖ τὴν παῖδα σώαν εἶναι ταύτην, ἢ τὸ στρατόπεδον καὶ τὰ τῶν Ἀχαιῶν πράγματα;
再者,如果是要在两者之间做选择,并且奉宙斯之名请允许我直言——因为这是公道的,特别是在一个尊崇真理的人面前——究竟应该让这个女孩安全无恙,还是应该保全军营和阿开亚人的事业?
οὐκ ἂν οὔτε τὸν Δία τὸν σαυτοῦ πρόγονον τοῦτʼ ᾔτησας οὔτʼ ἄλλον θεῶν οὐδένα ταύτην ἀντὶ πάντων λειφθῆναι·
你绝不会向你的先祖宙斯或任何其他神明请求留下这一个女孩而取代所有人。
τί οὖν;
那么又如何呢?
εἰ ταύτην τε ἔξεστι κομίσασθαι καὶ σῶσαι τοὺς Ἀχαιοὺς, αἱρήσει ταύτης τε ἀφεστάναι καὶ τούτους ἀπολωλεκὼς εἶναι;
如果既能带回她,又能拯救阿开亚人,你难道会选择放弃她并毁灭他们吗?
καὶ πῶς οὐκ ἄτοπον συμφορὰν μὲν ἐπίστασθαι συμφορᾶς ἀνταλλάξασθαι, ἄμφω δὲ ἐξὸν ἔχειν ἄνευ ζημίας, εἶτα ἀμφοῖν δέξασθαι στέρεσθαι;
既然知道如何以一个不幸交换另一个不幸,那么在无需付出代价就能兼得两者的情境下,却接受两手空空的结果,这怎能不荒谬?
οὐ γὰρ μόνων τῶν Ἀτρειδῶν ἦν τὰς ἑαυτῶν γυναῖκας φιλεῖν.
“难道只有阿特雷斯之子们才爱自己的妻子吗?
τίς δʼ ἂν εἴποι ταῦτα;
”谁会说这样的话呢?
ἀλλά τοι καὶ κατʼ αὐτὸ τοῦτο ἡ τοῦ πολέμου φύσις ἀξία θαυμάσαι.
然而,正是由于这一点,战争的性质才令人惊叹。
εἰ γὰρ ἑκάστῳ τοῦτο παρέστη τὸ κατʼ ἀρχὰς εὐθὺς ὅτι νῦν Μενέλαος συλλέγει στρατιὰν τῆς γυναικὸς τῆς ἑαυτοῦ χάριν, πῶς οὖν ἐμέ γʼ εἰκὸς καταλιπόντα τὴν ἐμαυτοῦ γυναῖκα καὶ πρὸς τῇ γυναικὶ παῖδας καὶ γονεῖς ἐν γήρᾳ καὶ χρήματα καὶ οἰκέτας πλεῖν ἔξω τῆς Ἑλλάδος, καὶ πρὸς
因为如果每个人在最一开始就产生这样的想法:“现在梅内拉俄斯为了他自己的妻子在召集军队,那么,我留下我自己的妻子,以及妻子之外的孩子、年迈的父母、财产和仆人,航行到希腊之外,而且还要……”