§425ἄριστε Ἀχιλλεῦ, τὸ μὲν θυμοῦσθαί σε καὶ χαλεπαίνειν ἐφʼ οἷς ὑβρίσθης οὐδὲν ἀπεικὸς, οὐκοῦν ἄχρι τούτου γε.
高贵的大地之子阿喀琉斯啊,你因所受的侮辱而愤怒和生气,这并非毫无道理,但那也只是到此为止。
ἐγὼ δʼ, εἰ μὲν ἢ τῆς αὐτῆς γνώμης ἔτι καὶ νῦν Ἀγαμέμνων εἴχετο, ἢ περὶ ὧν ἥμαρτεν ἔξαρνος ἦν, οὐκ ἂν παρῃτούμην, ἀλλʼ εἴων ὅπως ποτέ σοι δοκεῖ ποιεῖν·
依我之见,如果阿伽门农至今仍执着于同样的态度,或者否认自己所犯的过错,我便不会劝阻你,而会听任你做你认为合适的事。
ἐπεὶ δὲ ὑπὲρ αὐτοῦ τούτου καὶ δεήσεις ποιεῖται καὶ δῶρα τὰ μὲν δίδωσι, τὰ δʼ ἐπαγγέλλεται, τί ἄν τις ἐξελέγχοι τόν γε ὁμολογοῦντα;
然而,既然他为了这同一件事既提出恳求,又赠送礼物——有的已经给予,有的做出许诺——那么对于一个已经认错的人,人们又何必去责备他呢?
ἀλλʼ ὥσπερ ἐκεῖνός σοι συγχωρεῖ δίκαια λέγειν, οὕτω καὶ σὺ πείθου παραιτουμένῳ·
相反,正如他向你承认你说得公道,你也应当听从他的恳求。
εἰ δὲ μὴ, πῶς οὐκ ἄτοπον πρῶτον μὲν τὴν αὐτὴν γνώμην ἔχειν ἥνπερ πρὸ τοῦ πρὸς τὸν οὐκέτι τὴν αὐτὴν ἔχοντα;
否则,首先,当对方不再保持先前的态度时,你却依然保持着以前的态度,这岂非荒谬?
ἔπειτα σκόπει μὴ τὴν δίκην ὧν ἐκείνῳ μέμφῃ παρʼ ἡμῶν λάβῃς.
其次,要留心,切莫让我们为你对他的指责承担后果。
εἰ μὲν γὰρ ἅπασι χαλεπῶς ἔχεις, εἰπὲ πρὸς Διὸς ἀνθʼ ὅτου, εἰ δʼ ἀπολύεις τούς γε ἄλλους αἰτίας, κοινὸς ἁπάντων ὁ κίνδυνος.
因为如果你对所有人都在动怒,奉宙斯之名,请告诉我们这是为了什么;但如果你免除了其他人的罪责,那么危险就是大家共同面对的。
ὥστε πῶς δίκαιος εἶ περιορᾶν;
既然如此,你又怎能理所当然地袖手旁观?
ὅπως νὴ Δία ἐκεῖνος ἔτι μᾶλλον μισοῖτο ὑπὸ πάντων διὰ ταῦτα;
难道是,奉宙斯之名,为了让那个人因这些事而更加被所有人憎恨吗?
ἀλλὰ μάλιστα μὲν δέδοικα μὴ οὐ λειφθῶσιν οἱ μισήσοντες· οὕτω πυκνοὶ πίπτουσιν.
但我最害怕的,是恐怕连那些去憎恨他的人都不会剩下来了,因为人们倒下得如此频繁。
ἔπειτα νῦν γε ὦ πρὸς θεῶν πῶς ἄλλως γνώμης οἴει ἔχειν αὐτούς.
此外,现在,奉神明之名,你以为他们心中还会怎么想?
δέδοικα μέντοι μὴ σοῦ πλεονάζοντος τοὐναντίον ἢ σὺ βούλει γένηται, κἀκεῖνον ἀφέντες, εἶτά σοι μέμφωνται.
然而,我确实担心,随着你的愤怒过分延长,结果会适得其反,他们会放过那个人,转而指责你。
μὴ γὰρ οἴου τὸν μὲν πρότερον ἄρξαντα τῆς ὀργῆς ὑπαίτιον εἶναι, τὸν δὲ μηδʼ §426ὕστερον ἐθέλοντα παύσασθαι μετρίως δόξειν βεβουλεῦσθαι.
因为不要以为,那首先挑起怒端的人是有罪的,而那在事后也不愿平息怒火的人,就会被认为行事温和。
χωρὶς δὲ τούτων οὐ σὸν, ὦ φίλε Ἀχιλλεῦ, μᾶλλον ὅπως τις δικαίως μισηθήσεται ζητεῖν ἢ ὅπως τὸ κοινὸν σωθήσεται.
除此以外,我亲爱的阿喀琉斯,寻找如何让某人理所当然地被憎恨,这并非你分内之事,更重要的应该是寻找如何拯救共同体。
εἰ γὰρ δεῖ χαλεπαίνειν διὰ τέλους, τοῖς βαρβάροις ἂν ἔγωγε φαίην δεῖν καὶ τοῖς φύσει πολεμίοις.
因为如果必须彻底发怒,我倒觉得应该对蛮族和那些天生的敌人发怒。
πολὺ γὰρ μείζω πρὸς τούτους ἡμῖν τὰ ἐγκλήματα καὶ ὑπὲρ μειζόνων.
因为我们对他们的积怨要大得多,而且事关更重大的利益。
ὥστε πῶς δίκαιον τὸν μὲν ἐπὶ καιροῦ λυπήσαντα μισεῖν, τοὺς δʼ ἐξ ὅτου γεγόνασι πολεμίους μὴ ὅσον ἀθώους περιορᾶν, ἀλλὰ καὶ τοσοῦτον κρατοῦντας τῶν σῶν ἑταίρων καὶ μεθʼ ὧν ὤφθης πρῶτον αὐτοῖς;
因此,憎恨一个一时伤害你的人,却对那些生来就是敌人的人不仅听任其安然无恙,甚至任由他们如此压制你的同伴——那些你最初与之一同出现在他们面前的同伴——这又怎能说是公道的呢?
ἐπεὶ νῦν εἴ σοι δέδοκται παντάπασι διαφθεῖραι τὸ στρατόπεδον, τί οὐκ ἄντικρυς γίγνει μετὰ τῶν βαρβάρων καὶ τοὺς μὲν ἐκ τοῦ ἄστεος ἐᾷς προσελαύνειν, αὐτὸς δὲ ἀπὸ τοῦ Σιγείου προσβαλὼν ἐν μέσῳ σαυτοῦ τε κἀκείνων ποιεῖς;
既然现在如果你已下定决心要彻底毁灭这支军队,你为何不索性公开站在蛮族一边,任由他们从城里进军,而你自己则从西盖翁发起进攻,将我们的军队夹在你和他们中间呢?
ὅτι νὴ Δία οὐκ ἀνεκτὰ ταῦτα οὐδʼ ὅσια;
是因为,奉宙斯之名,这些事情是无法容忍且不虔敬的吗?
τῶν αὐτῶν τοίνυν τούτων ἔχεται λογισμῶν καὶ ἡ νυνὶ βοήθεια.
那么,现在的救援(或不参与)也同样取决于这些道理。
ἀπόλλυνται μὲν γὰρ οὐδὲν ἧττον καὶ τὴν ἡσυχίαν ἄγοντος σοῦ, πρόσεστι δὲ τῷ σχήματι ῥᾳθυμία, τῷ δοκεῖν θεωρεῖν τὰ γιγνόμενα.
因为即使你保持沉默,他们也同样在灭亡,而且这种姿态还加上了懈怠的恶名,即显得像是在看戏一样。
ὥστε διπλοῦν ἀνθʼ ἁπλοῦ τοὔνειδος γίγνεται· καὶ γὰρ μισεῖν τοὺς ὁμοφύλους δοκεῖς καὶ φοβεῖσθαι τὴν μάχην.
因此,耻辱变成了双重而非单一:因为你不仅显得憎恨同族,而且显得害怕战斗。
μὴ σύ γε, ἀλλʼ ἐξ ἀρχῆς δυοῖν ἑλοῦ θάτερον· εἰ μὲν τὰ τῆς ὀργῆς νικᾷ, χρῆσαι παντὶ τῷ θυμῷ, εἰ δʼ ἐπίστασαι λογίζεσθαι, μὴ σχίζου τῇ γνώμῃ, μηδὲ ἀπέχου μὲν ὡς φιλίων, πρόῃ δὲ ὡς πολεμίους, ἀλλʼ ἴσθι τοσούτῳ χείρω νυνὶ ποιῶν ἢ εἰ μετὰ τῶν βαρβάρων ἡμῖν ἐπῄεις, ὅσῳ φανερᾶς ἔχθρας προδοσία χαλεπώτερον.
千万不要这样,而应该从一开始就在两者中择其一:如果愤怒的冲动战胜了你,就使出你全部的怒气;但如果你懂得理智思考,就不要心存分裂,既不要像对待朋友那样置身事外,又像对待敌人那样抛弃他们,而要明白,你现在的做法比你和蛮族一起进攻我们还要糟糕,糟糕程度正如背叛比公开的敌意更难容忍一样。
σὺ δὲ εἰ μὲν πρέσβεις ἔλθοιεν παρὰ Πριάμου νυνὶ περὶ συμμαχίας, οὐκ ἂν αὐτοὺς δέξαιο τῇ σκηνῇ, ἃ δʼ ἂν εὔξαιντο ἐκεῖνοι, ταῦτα σὺ πράττεις, καὶ τῷ θυμῷ τὰ πράγματα ἀπολλὺς κάθησαι· ἔπειτα δʼ εἰ μὴ σιδήρῳ
至于你,如果现在有普里阿摩斯的使者为了结盟而来,你绝不会在帐篷里接待他们;然而,他们所祈求的事情,正是你正在做的事,你正因愤怒而坐视一切毁灭;然后,如果不是用剑……