← アイリオス・アリステイデス

アキレウスへの使節の演説

§427-428

アキレウスへの軍の救済と怒りの不条理の指摘

説得者は、アキレウスの怒りが当初はアカイア人の救済のために生じたものであること、そしてブリーセーイス一人のために軍全体を滅ぼすことの不条理さを指摘し、共同体の救済を促す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§427

τοῦτο ποιεῖς ἢ πυρὶ,1 πρᾷον τοῦθʼ ἡγεῖ τι. καὶ λόγον μὲν οὐκ ἂν ἐξ ἴσου δοίης ἐκείνοις τε καὶ ἡμῖν, ἐξ ἴσου δὲ ἀμφοτέροις ἐκποδὼν ἕστηκας, μᾶλλον δὲ βοηθεῖς μὲν οὐδετέροις, τῇ δὲ γνώμῃ πρὸς ἐκείνους ῥέπεις· τοσούτῳ πλέον ἡμῶν ἔχουσι.2 καὶ παρʼ αὐτὴν μὲν τὴν ὀργὴν οὕτω πολιτικῶς ἔσχες ὥστʼ οὐδʼ αὐτὸν τὸν Ἀγαμέμνονα ᾤου δεῖν τεθνάναι· μέγα τούτου τεκμήριον· οὔκουν ἀπέσφαξάς γε αὐτὸν, ἐξόν σοι. νῦν δʼ οὐδὲ τῶν ἄλλων οὐδένα δεῖν οἴει λιπεῖν, καίτοι πολλῷ βέλτιον μετὰ τῶν ἄλλων κἀκεῖνον ἦν παρʼ ἀξίαν σῶσαι ἢ διʼ ἐκεῖνον ἅπαντας ἄρδην ἀφανισθέντας περιιδεῖν,3 καὶ δίκην γʼ ἂν οὕτω παρʼ αὐτοῦ τὴν γιγνομένην λαβεῖν. εἰπὲ γάρ μοι τί μάλιστʼ ἂν εὔξαιο; οὐκ ἀδοξεῖν ἐκεῖνον καὶ κακῶς ἀκούειν καὶ μῖσος ἔχειν ἐν τῷ στρατοπέδῳ; τοῦτο τοίνυν ἐξ ἀμφοῖν αὐτῷ περιέσται, ἔκ τε τῶν μέχρι τοῦδε ἀπολωλότων καὶ τῶν ἀπὸ τούτου σωθησομένων· ὁ μὲν γὰρ ἐκείνοις αἴτιος τούτου δόξει γεγενῆσθαι, τῆς συμμαχίας ἀποστήσας σε διʼ ὧν ὕβρισε, σὺ δὲ τούτους νυνὶ σεσωκέναι μόνος ἀνθρώπων τῇ βοηθεία ὥστε τὸ μὲν ἐκείνου μέρος οὐδεὶς τῶν Ἀχαιῶν σώζεται, τὸ δὲ σὸν οὐδεὶς διέφθαρται. σκόπει δῆτα καὶ τὴν αἰτίαν τῆς διαφορᾶς αὐτῆς, ὡς οὐκ ἐξ ἄλλου σοι πράγματος κατέστη πρὸς αὐτὸν, ἀλλʼ ὑπὲρ τῶν Ἀχαιῶν, ὅπως σωθεῖεν. τήν τε γὰρ ἐκκλησίαν διὰ τοῦτο ἐποίησας, ὁρῶν τὸ πλῆθος τῶν ἀπολλυμένων ὑπὸ τῆς νόσου, τῷ τε Κάλχαντι παρῄνεις εἰπεῖν θαρρούντως εἴ τι σύνοιδε. καὶ παρελθόντος ἐκείνου καὶ φάσκοντος δεδιέναι μή τινα τῶν αὑτοῦ κρειττόνων παροξύνας κακόν τι λάβοι, ἀπώμνυς ἦ μὴν μὴ περιόψεσθαι τοῦτον. ἐκ δὲ τούτων ὁ μὲν ἀπέφαινε τὸν αἴτιον, ἐκεῖνος δʼ ἀμφοτέροις ὠργίζετο· σὺ δʼ οὐκ ἀπέστης πρὶν ἐπράχθη τὸ δέον. οὐκοῦν ἄτοπον ὑπὲρ ὧν ἵνα σωθῶσι τότε ἤρω τὴν ἔχθραν, τούτους νῦν διὰ τῆς ἔχθρας διαφθεῖραι, καὶ τὰς μὲν παρὰ τῆς τύχης συμφορὰς ἀξιοῦν ἐπανορθοῦσθαι, αὐτὸν δʼ ἐξεπίτηδες πράττειν ἐξ ὧν ἀπολούμεθα καὶ περὶ ὧν τότε ηὔχου τοῖς θεοῖς, περὶ τούτων νῦν οὐ βούλεσθαι διαλεχθῆναι σεαυτῷ· καὶ ὑπὲρ μὲν τοῦ ἱερέως τοῦ βαρβάρου τὸν θεὸν ἀξιοῦν αἰδεῖσθαι, ὑπὲρ δὲ τῶν ὁμοφύλων τοσούτων τὸ πλῆθος μήτε θεοὺς τοὺς κοινοὺς μήτε ὁσίαν μήτε σπονδὰς ἐθέλειν αἰσχυνθῆναι· καὶ τότε μὲν προέσθαι τὴν σαυτοῦ γνωρίμην,4 ἵνα σωθῇ τὰ τῶν Ἀχαιῶν, νῦν δὲ ἀντὶ ταύτης αὖ πανστρατιᾷ τοὺς Ἀχαιοὺς ἐκτρῖψαι. καὶ μὴν εἰ δυοῖν αἵρεσις ἦν, καί μοι πρὸς Διὸς ἔστω παρρησία, δίκαιον γὰρ, ἄλλως τε καὶ παρʼ ἀνδρὶ τιμῶντι τἀληθὲς, πότερον δεῖ τὴν παῖδα σώαν εἶναι ταύτην, ἢ τὸ στρατόπεδον καὶ τὰ τῶν Ἀχαιῶν πράγματα; οὐκ ἂν οὔτε τὸν Δία τὸν σαυτοῦ πρόγονον τοῦτʼ ᾔτησας οὔτʼ ἄλλον θεῶν οὐδένα ταύτην ἀντὶ πάντων λειφθῆναι· τί οὖν; εἰ ταύτην τε ἔξεστι κομίσασθαι καὶ σῶσαι τοὺς Ἀχαιοὺς, αἱρήσει ταύτης τε ἀφεστάναι καὶ τούτους ἀπολωλεκὼς εἶναι; καὶ πῶς οὐκ ἄτοπον συμφορὰν μὲν ἐπίστασθαι συμφορᾶς ἀνταλλάξασθαι,5 ἄμφω δὲ ἐξὸν ἔχειν ἄνευ ζημίας, εἶτα ἀμφοῖν δέξασθαι στέρεσθαι; οὐ γὰρ μόνων τῶν Ἀτρειδῶν ἦν τὰς ἑαυτῶν γυναῖκας φιλεῖν. τίς δʼ ἂν εἴποι ταῦτα; ἀλλά τοι καὶ κατʼ αὐτὸ τοῦτο ἡ τοῦ πολέμου φύσις ἀξία θαυμάσαι. εἰ γὰρ ἑκάστῳ τοῦτο παρέστη τὸ κατʼ ἀρχὰς εὐθὺς ὅτι νῦν Μενέλαος συλλέγει στρατιὰν τῆς γυναικὸς τῆς ἑαυτοῦ χάριν, πῶς οὖν ἐμέ γʼ εἰκὸς καταλιπόντα τὴν ἐμαυτοῦ γυναῖκα καὶ πρὸς τῇ γυναικὶ παῖδας καὶ γονεῖς ἐν γήρᾳ καὶ χρήματα καὶ οἰκέτας πλεῖν ἔξω τῆς Ἑλλάδος, καὶ πρὸς

〔剣でないなら〕火によってこれを行っているのだ。あなたはこれを何か穏やかなことだと思っているのか。そして、あなたは彼ら(トロイア軍)と私たちに平等に弁明の機会を与えることはしないだろうが、両者から等しく身を引いて立ち去っており、むしろどちらをも助けない一方で、心の中では彼らの方へと傾いている。それほどまでに彼らは私たちよりも多くを得ている(有利な立場にある)のだ。そして、あの怒りの最中においてさえ、あなたは非常に理性的(市民的)に行動したので、アガメムノン自身でさえ死ぬべきだとは思わなかった。これの大きな証拠がある。あなたにはそれが可能であったのに、彼を殺害しなかったことだ。しかし今や、あなたは(アカイア人の)他の誰一人として生き残らせるべきではないと思っている。けれども、他の人々と共に、あの者をもその値打ち以上に救う方が、あの者のせいで全員が根こそぎ滅ぼされるのを見過ごすよりも、はるかにましであったはずであり、またそのようにしてこそ、彼からしかるべき罰を取り立てることができたはずなのだ。さあ言ってくれ、あなたは何を最も望む(祈る)のか。あの者が不名誉を被り、悪口を言われ、軍営の中で憎しみを買うことではないのか。そうであるなら、このことは両方の側から彼に残される(もたらされる)ことになる。これまでに滅びた人々からも、これから救われるであろう人々からも。というのも、彼はあのような人々(滅びた人々)に対して、自分が侮辱したことによってあなたを同盟から離脱させたという、その原因になったと思われるだろうし、一方であなたは、今これらの人々を、人類の中でただ一人その援助によって救った(と思われるだろう)。その結果、彼に関する限りはアカイア人の誰も救われず、あなたに関する限りは誰も滅ぼされないことになるのだ。それでは、この不和自体の原因をも考えなさい。それが他のいかなる事柄からあなたと彼との間に生じたのではなく、アカイア人たちのために、彼らが救われるようにと生じたのだということを。というのも、あなたは疫病によって滅びていく大勢の人々を見て、このために民会を招集したのであり、カルカスに対しては、もし何か知っているなら恐れずに言うようにと勧めた。そして、彼が進み出て、自分より強い者の誰かを怒らせて災いを受けるのではないかと恐れていると言うと、あなたは決して彼を見捨てないと誓った。そして、これらから、一方は原因を明らかにし、もう一方は両者に対して怒ったが、あなたはなされるべきことがなされるまで退かなかった。そうであるなら、かつて彼らが救われるためにあなたが敵意を起こしたまさにその人々を、今その敵意によって破滅させること、また運命による不幸は是正されるべきだと主張しながら、自分自身は故意に私たちが滅びるような行動をとること、そして、かつて神々に祈り求めていたことについて、今や自分自身に語りかけることさえ望まないことは、奇妙ではないか。また、異民族の神官のためには、神を敬うべきだと主張しながら、これほど多数の同族のためには、共通の神々も敬虔も誓いも重んじようとしないこと、そして、かつてはアカイア人の事態が救われるために、自分の馴染みの女を差し出したのに、今やその代わりに再び、軍全体でもってアカイア人を根絶やしにしようとすることは(奇妙ではないか)。さらに、もし二つのうちの選択であるなら、そして私にゼウスにかけて率直な発言を許してほしい――というのもそれは正当なことであり、特に真実を重んじる男の前においてはそうだからだ――あの少女が無事であるべきか、それとも軍営とアカイア人の命運が救われるべきか。あなたは、あなたの先祖であるゼウスに対しても、他のどの神に対しても、すべての人の代わりにあの女だけが残されることを求めはしなかっただろう。それならどうだ。もしあの女を取り戻し、かつアカイア人たちを救うことができるなら、あの女を諦め、かつ彼らを滅ぼしてしまうことを選ぶというのか。そして、不幸を不幸と交換することは知っているのに、いかなる損失もなしに両方を得ることが可能であるのに、その後に両方を失うことを受け入れるとは、どうして奇妙ではないだろうか。「自分の妻を愛するのはアトレウスの子らだけではない」と(言うのか)。誰がそのようなことを言おうか。だが、まさにこの点においても、戦争の性質は驚嘆に値するものなのだ。なぜなら、もし最初から誰もが、「今メネラオスは自分の妻のために軍隊を集めている。それなら、私自身が自分の妻、そして妻に加えて子供たちや老いた両親、財産や召使たちを残してギリシアの外へ航海し、そしてさらに……」という考えを抱いていたとしたら、どうであろうか。

構文注5 件
  1. 427τοῦτο ποιεῖς ἢ πυρὶ

    直前チャンクの末尾にある εἰ μὴ σιδήρῳ (もし剣でなければ)を受けて、条件文の帰結部が「〔剣でなければ〕火によってこれを行っているのだ」と強意的に述べられている構文。

  2. 427τοσούτῳ πλέον ἡμῶν ἔχουσι

    比較対象が ἡμῶν(属格)で表され、「私たちよりもそれだけ多くを得ている(有利な立場にある)」という意味。τοσούτῳ(与格)は度合の差を示す。

  3. 427πολλῷ βέλτιον ... ἦν ... σῶσαι ἢ ... περιιδεῖν

    非人称表現の過去形 ἦν を用いた反実仮想のニュアンスを持つ表現。「〜する方が、〜するよりも、はるかにましであったろうに(実際にはそうしなかったが)」という含み。

  4. 428τὴν σαυτοῦ γνωρίμην

    奪われたアキレウスの愛妾ブリーセーイスを指す。γνωρίμη は「馴染みの、知人の」という意味の形容詞の女性名詞化。

  5. 428συμφορὰν μὲν ἐπίστασθαι συμφορᾶς ἀνταλλάξασθαι

    ἀνταλλάσσομαι(交換する)は「交換するもの」(対格 συμφορὰν)と「それと引き換えにするもの」(属格 συμφορᾶς)を取る。「ある不幸を別の不幸と交換することは承知しているのに」の意。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0284.tlg052.humanitext-grc2:427-428