Humanitext Reader

阿里斯·台德斯 · 致因其不作即席演说而批评他的人 §423-424

批判虚浮享乐的诱惑与要求对演说的真诚

第 4 段,共 4 段 · 希腊语

内容简介

作者批评了使人们远离讲堂的浴场诱惑和诡辩家的谬论,并引用荷马朴素的生活,论证了为言论而非虚无享乐而活的重要性,要求听众采取真诚的态度。

§423περικομίζοντας, οὐκ εἰς ἀκροάσεις μὰ Δία ῥητόρων συγκαλοῦντας, ὥσπερ ἐγὼ καὶ περὶ Κῶν ταυτηνὶ τὴν Μεροπίδα καὶ ἐν Κνίδῳ ποτὲ εἶδον ἐπʼ ἐμαυτοῦ γενόμενον, ἀλλʼ ἴστε ὅτι δεξαμενὰς ἐπαινοῦσι, καὶ δεῦρʼ ἄγʼ ἰὼν νῆα κατάστησον, καὶ τοῖς καταίρουσι τοιαῦτʼ ἐπαγγέλλουσι καὶ τοιαῦτα προξενοῦσιν.
携带[那棕榈树]走来走去,发誓,他们绝非像我曾在我的时代于科斯——这个梅洛皮斯——以及在克尼多斯亲眼目睹的那样,将人们召集到演说家的讲堂,相反,你们知道,他们赞美蓄水池(浴池),并且说:“来吧,将你的船泊在此处,”对那些登岸的人,他们许诺并提供那样的招待。
ὅταν οὖν ἑτέρωθεν μὲν ὁ ῥήτωρ ἀγωνιούμενος εἰσίῃ, ἑτέρωθεν δὲ ὁ ῥέμβος ὑμῖν ἀμφιθαλὴς ἥκῃ τὰ τοιαῦτα ὑπισχνούμενος, εἰκότως, οἶμαι, συμβαίνει τὴν νίκην ἐκείνου τοῦ μέρους γίγνεσθαι, καὶ μήτε πρεσβύτερον μηδένα μήτε νεώτερον ῥᾳδίως ἐθέλειν σωφρονεῖν.
因此,当一方是演说家走进来准备竞争,而另一方是你们那四处游荡、带着各种诱惑的放荡向你们许诺那样的享乐时,我认为,胜利自然而然地归于那一派,无论年长者还是年少者都不愿轻易保持节制。
ταῦτʼ ἐστὶν ἃ τοὺς λέγοντας ὑποσκελίζει, ταῦθʼ ὥσπερ νέφος ἢ σκοτόμαινα ἐπισκοτεῖ πᾶσι τοῖς περὶ παιδείαν καλοῖς.
正是这些事情绊倒了演讲者,正是这些事情像乌云或黑暗一样,遮蔽了教育中一切美好的事物。
πρὸς δὲ τούτοις οἱ κατάπτυστοι σοφισταὶ πείθουσιν ὑμᾶς ὡς ἄρα καὶ τῷ Ὁμήρῳ τοῦτο μέγιστον ὑπάρξειεν, υἱὸν Μέλητος γενέσθαι.
此外,那些令人厌恶的诡辩家还使你们相信,对于荷马而言,成为梅勒斯河的儿子竟也是他最大的幸运。
πᾶς τις οὖν ἵεται σπουδῇ παρὰ τὸν πατέρα αὐτοῦ φιλοσοφήσων ἐκεῖ, καὶ οὐδὲ ἐξ αὐτῶν τούτων ἐνθυμηθῆναι δύνασθε εἰ τὰ μάλιστα ἀληθῆ λέγουσιν, ὅτι οὐδʼ αὐτῷ τῷ Ὁμήρῳ ἤρκει παρὰ τὰς ὄχθας ἐσκηνῆσθαι τοῦ πατρὸς, οὐδὲ τοῖς ἰχθύσι συμπαρανεῖν ἀδελφοῖς οὖσιν ἑαυτοῦ, ὡς ὁ τούτων λόγος, ἀλλʼ οὕτως αὐχμηρόν τινα ἐβίω βίον ὥστε πολλαχῆ δῆλός ἐστι στέργων, εἰ τῶν ἀναγκαίων εὐποροίη, λουτρὰ δὲ αὐτοσχέδια καὶ δὴ ἐπʼ ὀνήσει καμνόντων σωμάτων, ὥς φησι Πλάτων, ἀπεδέχετο, περαιτέρω δὲ οὐκ εἴα τρυφᾶν.
于是,每个人都急忙跑到他父亲那里去,热衷于在那里钻研智慧。 即使他们的说法极为真实,你们甚至不能从这些事实本身中想到这一点:对于荷马本人而言,仅仅在他父亲的河畔安营扎寨是不够的,根据他们的说法,仅仅与作为他兄弟的鱼儿们一起游泳也是不够的;相反,他过着如此清苦的生活,以至于在许多地方都显而易见,只要生活必需品充足他就满足了。 而且,正如柏拉图所说,他只接受简易的沐浴,并且确实是为了病体康复的需要,但绝不允许进一步的奢华。
τὸ δὲ πλείστην ἅπασιν ἁπάντων ὀλιγωρίαν ἐμπεποιηκὸς ἡ ἀδιήγητός ἐστιν αὕτη φθορά.
然而,在所有人中对一切事物造成最大蔑视的,是这种无法言说的堕落。
πᾶς γάρ τις δεδιὼς μὴ φθάσειε προδιαφθαρεὶς, αὑτὸν ἐλπίζων ἀπόλλυσι, πάντα μὲν τὰ αἴσχιστα ἐν κέρδους τάξει τιθέμενος, πᾶν δʼ ὅσον χρηστὸν ζημίαν καὶ πόνους ἄλλως ὑπολαμβάνων, ὡς εἰ μὴ ἀμφότερα λωβηθεὶς ἀπίοι παρὰ τοὺς πλείονας καὶ τὴν γνώμην καὶ τὸ σῶμα, οὐκ ἐσομένης αὐτῷ χώρας ἐκεῖ.
因为每个人都害怕自己因先被毁掉而落后于人,在抱有期待的同时却毁灭了自己,将所有最可耻的事情都归入利益之列,而将一切有益的事情都视为损失和徒劳的劳苦。 仿佛除非在精神和身体双双受损的情况下去往亡者之境,否则他在那里就没有立足之地。
τὸ δʼ, οἶμαι, πᾶν τοὐναντίον ἦν· ἐπειδὴ τοιαῦτʼ ἀφέστηκεν, ἀπολαῦσαι τοῦ βίου τὰ §424κάλλιστα, ἕως ἔξεστιν, ἵνʼ εἰ μὲν τῆς σωζομένης μοίρας εἴημεν, ἐν τοῖς καλλίστοις σωζοίμεθα, ἐν μαθήμασι καὶ λόγοις, καὶ μὴ τὴν ὕειον ἁρμονίαν ἡρμοσμένοι νύκτα ἐκ νυκτὸς καὶ ἡμέραν ἐξ ἡμέρας καλινδοίμεθα, εἰ δὲ μὴ, κέρδος γʼ ᾖ πᾶν ὅ τί τις προὔλαβεν.
但是,我认为,情况恰恰相反:既然这些远离了,就应当在可以的时候享受生命中最美好的事物,以便如果我们属于获救的那一部分命运,我们就能在最美好的事物中,即在学业和言论中获救,而不至于被调音成猪一般的和谐,夜复一夜、日复一日地在泥中打滚;若不然,至少一个人提前获得的一切都将成为利益。
ἢ πρὸς θεῶν λούσασθαι μὲν κέρδος ἐστὶ ζῶντα, ὃ καὶ τελευτήσαντα μενεῖ δήπουθεν, λόγων δὲ ὧν εἴργεσθαι μετὰ τὴν τελευτὴν ἀνάγκη, τούτων ζῶντα ἀπολαῦσαι, καὶ αὐτὸν λέγοντα καὶ ἑτέρῳ παρόντα, ἀηδία, καὶ τῇ μὲν ἑταίρᾳ συγγενέσθαι κεφάλαιον εὐδαιμονίας, ἀνδρὶ δὲ τῷ πρώτῳ τῶν Ἑλλήνων συγγενέσθαι καὶ ὁσονοῦν εἰς κατάραν τελεῖ;
或者,看在神明的份上,难道活着时沐浴是利益(这在人死后无疑也会保留下来),而在死后必然被剥夺的言论,在活着时通过亲自宣讲和参与他人的宣讲来享受,却是一种令人厌恶的事? 难道与妓女交往是幸福的顶点,而与希腊人的第一人哪怕有一点点交往,也算作一种诅咒?
καὶ τῇ μὲν γαστρὶ χαριστέον, ἐξ ἧς αἱ πλεῖσται τῶν νόσων, ὅσα δʼ εἰς λόγους ὕθλον ἄλλως καὶ σκιὰν ὑποληπτέον, ὦ χρηστοὶ καὶ τὴν οἰκουμένην ὑμεῖς παιδεύοντες πρὶν ὑμᾶς αὐτούς;
难道必须迎合那产生大多数疾病的胃袋,而关于言论的一切则必须被视为胡言乱语和影子吗? 优秀的你们啊,在教化自己之前,竟要去教化整个居住世界吗?
ἀλλʼ ὥσπερ ἐμὲ ἀξιοῦτε βούλεσθαι λέγειν, οὕτως ὑμῖν αὐτοῖς παρακελεύσασθε ἐμὲ ποιεῖν βούλεσθαι λέγειν, εἰ δὲ μὴ, ἑκάτεροι τὸ ἑαυτῶν πράξομεν.
相反,正如你们认为我应当愿意宣讲一样,你们也要这样勉励自己,愿意让我宣讲;否则,我们将各自去做自己的事情。
ἐγὼ μὲν γὰρ οὐδʼ οὕτως ἀνήσω λέγων, ἕως ἂν θεὸς εὐμενὴς ᾖ, ὑμεῖς δὲ ἀγνοήσετε ἀεί.
因为即使如此,只要神明眷顾,我也绝不会停止宣讲,而你们则将永远处于无知之中。
ταῦτʼ οὖν, εἰ μὲν βούλεσθε, ἀπολογίαν, εἰ δὲ βούλεσθε, ἐπιτίμησιν ἀπʼ εὐνοίας, εἰ δὲ καὶ ὡς ἀμφότερα εἰρήσεται, ἀλλʼ οὖν ἀληθῆ γε καὶ συμφέροντα ἀκούειν ἅπασιν εἴρηται.
因此,这些话,如果你们愿意,可以看作是辩白;如果你们愿意,可以看作是出于好意的责备;或者即使两者兼有,但无论如何,所说的话对于所有人而言都是真实且有益于倾听的。
ἢ οὖν παυστέον, φησὶ Δημοσθένης, τούτων τῶν ἐθῶν, ἢ τοῦ γʼ Ἱππολύτου καὶ τοῦ Βελλεροφόντου μὴ ῥᾳδίως οὑτωσὶ καταψεύδεσθε.
因此,正如德莫斯梯尼所说,“要么必须改掉这些习惯”,要么至少不要如此轻易地对希庇托斯和柏勒罗丰进行如此不公的诽谤。

词汇与语法注释

  1. 423περικομίζοντας — 修饰前一个分段末尾的宾格名词短语 τοὺς λίπα ἀληλιμμένους τουτουσὶ καὶ τὸν φοίνικα(“这些身上涂满油脂并携带棕榈树的人”)的宾格复数现在分词,具体描绘了浴场客客拉客的行为。
  2. 423δεῦρʼ ἄγʼ ἰὼν νῆα κατάστησον — 对荷马《奥德赛》第12卷第184行(塞壬之歌)的戏仿。此处滑稽地引用了浴场拉客者用来吸引顾客的甜言蜜语。
  3. 423παρὰ τοὺς πλείονας — 希腊语惯用语“去往多数人之处”(ἀπέρχομαι παρὰ τοὺς πλείονας),意为“死去”。
  4. 424ὃ καὶ τελευτήσαντα μενεῖ δήπουθεν — 关系代词 ὅ 指代前文的不定式 λούσασθαι(“沐浴”)。这指的是死后净身的习俗,讽刺地对比了活着时追求过度沐浴的虚无与死后必然会发生的事情。
  5. 424τοῦ γʼ Ἱππολύτου καὶ τοῦ Βελλεροφόντου — 受动词 καταψεύδεσθε(“诽谤/诬告”)支配的属格结构。作者呼吁听众不要轻易地将重视言论、规避肉体享乐的人,当作像希庇托斯和柏勒罗丰那样因高洁而受诬告的神话人物一般,斥为极端的洁癖者(怪人)。

引用这一段

阿里斯·台德斯, 致因其不作即席演说而批评他的人 §423-424. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg051.humanitext-grc2:423-424

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。