Humanitext Reader

阿里斯·台德斯 · 致因其不作即席演说而批评他的人 §416-418

辩驳对其停止演说的批评与听众的责任

第 1 段,共 4 段 · 希腊语

内容简介

演说者回应了对其未能持续进行演练的批评,通过列举各种职业技术的例子,论证了应当承担责任的是未能出席并利用这些技术(听讲)的懒惰听众,而非演说者本人。

§416οὐκ ἀμφοτέρων ἄρα τῶν καιρῶν διήμαρτον, εἴπερ χάριεν μὲν ἥκοντα ἐκ τῆς ἀποδημίας δέξασθαι καὶ προσειπεῖν, ἄλλως τε καὶ ἀφʼ ὧν συνευξάμεθα ἐπανήκοντα, εἴη δʼ ἄν τι καὶ προπέμψαι ἅμα τῷ μέλει.
因此,我并没有错过这两个机会,如果说迎接和问候从旅途中归来的人确实是令人愉快的事,尤其是当他从我们共同祈祷的事情中归来时,同时如果能伴随着歌声送他启程也是一件美事的话。
σὺ δὲ τοῦτον ἥκειν τὸν καιρὸν ἀπέδωκας· ἐδεξάμεθα οὖν, ἐπειδὴ καὶ ὁ §417καιρὸς οὕτω συνῆγε.
而你已经促成了这一时刻的到来;因此我们接受了它,因为机会也同样将我们聚集在一起。
θεοῦ δὲ, φησὶ Πίνδαρος, δείξαντος ἀρχὴν εὐθεῖα δὴ κέλευθος ἑλεῖν τὸ προκείμενον.
正如品达所说,当神指引了开端,夺取眼前之物的道路确实是笔直的。
καὶ δῆτα σοὶ μὲν πλεῖν ἡμῖν ἐξ οὐρίας τε καὶ ἐπὶ χρηστοῖς καὶ δευτέρων ἀμεινόνων ἀγγέλλεσθαι, ἡμῖν δʼ αὖ τὰ ἡμέτερα ἐξ οὐρίας τε ἀγωνίζεσθαι καὶ ῥοθίῳ κώπῃ παρενεγκεῖν ἅπαντας Ἕλληνας ὅσον πλεῖστον ἔξεστιν, Ἀσκληπιός τε προστάτης ἡμέτερος καὶ Ζεὺς ὁ πάντα νέμειν κύριος παρέχοι διὰ τέλους.
事实上,愿我们的庇护者阿斯克勒庇俄斯和主宰一切分配的宙斯始终保佑:对你而言,顺风航行,并在吉兆以及向我们预告更加美好的第二次消息中前行;对我们而言,则是在顺风中为我们自己的事务而奋斗,并以喧天的桨声在尽可能大的程度上超越所有的希腊人。
καὶ ταῦτα μὲν δὴ ταῦτα.
关于这些,就说到这里。
μέτειμι δὲ ἐφʼ ἕτερον προοίμιον κατὰ Στησίχορον.
我将模仿斯特西科鲁斯,转入另一个序奏。
σκιαμαχεῖν μὲν οὖν πως οἶδʼ ὅτι δεῖ, πρὸς οὓς γὰρ εἰρήσεται τὰ λεγόμενα οὐχ ἥκουσιν.
然而,我知道在某种程度上我必须进行无影击,因为这些话所针对的人并未到来。
ὥστε συμβαίνει ἅμα μὲν σχεδὸν ὥσπερ ἂν εἰς μάτην γίγνεσθαι τοὺς λόγους, ἅμα δʼ εἶναι σαφέστατον ὡς ὀρθῶς καὶ προσηκόντως εἰρήσονται.
结果就是,一方面,这些言论几乎像是徒劳无益地发表,但另一方面,显而易见,它们将被正确且恰当地道出。
αὐτόθεν γάρ που φανερὸν ὅτι οὐ τὸ ἡμέτερον αἴτιον οὔτε νῦν οὔτε ἄλλοτε πώποτε σὺν θεοῖς εἰπεῖν, ἀλλʼ ἡ τούτων περὶ πάντα συνήθης ῥᾳθυμία.
因为从事情本身就很明显,借着神灵的帮助来说,无论现在还是在任何其他时候,过错都不在我们,而是在于他们对一切事物的惯常怠惰。
σκεψώμεθα δὲ ὥσπερ ἀντωμοσίαν τινὰ ἢ γραφήν.
那么,让我们来考虑一种类似宣誓抗辩书或起诉状的东西。
ἀδικεῖν φασί με τὰς μελέτας τῶν λόγων οὐ συνεχεῖς ποιούμενον· εἶναι γὰρ ἂν πάντα ἐπʼ ἐμοί τε καὶ ὑπʼ ἐμοὶ, καὶ τοῦτο ὁμαλῶς ὑπὸ πάντων λέγεσθαι τὸ εἰ ἐβούλετο· κἂν βουληθῇ ποτε, τοῦτʼ ἐστὶ τὸ ἔγκλημα.
他们声称,由于我没有持续进行我的辩论演练,我是在犯下不公;因为他们说,一切都将取决于我且在我的掌控之下,而且所有人都在一律说着“如果他愿意的话”;而如果他哪天愿意了,这本身就是指责的起因。
εἰ μὲν οὖν κεχαρισμένον τινὰ ἀκοῦσαι λόγον ζητεῖτε, ὥσπερ ἡνίκʼ ἂν πανηγυρίζων τυγχάνω, ληρεῖτε, εἰ δʼ ἀνέξεσθε τἀληθῆ λέγοντος, οὐ πάνυ μέμψεως ἄξιος ἡγοῦμαι φανήσεσθαι.
现在,如果你们是在寻求听一些听起来悦耳的言论,就像我正巧在庆祝节日时那样,那你们就太愚蠢了;但如果你们愿意容忍我说真话,我想我将表现得完全不值得指责。
πάντως δὲ οὔτε πανήγυρις τὸ νῦν εἶναι οὔτε παρουσία τοσαύτη ξένων, ἐν οἷς ἐξελεγχόμενοι δυσχερῶς οἴσεσθε—λέγω γὰρ οὖν ὡς πρὸς παρόντας τοὺς ἄνδρας— ἀλλʼ ἐν ἐλάττοσιν ἢ ἐπὶ Ληναίῳ τὰ τῆς παρρησίας ἔσται.
无论如何,至少就目前而言,既没有节日集会,也没有如此多外邦人的出席——如果当着他们的面被驳斥,你们会感到难受,而我说话时就像是那些人在场一样——相反,这种自由发表言论将在比在雷奈亚节上还要少的人面前进行。
διελέχθην μὲν οὖν ὑμῖν καὶ πρότερον περὶ τούτων, ἡνίχʼ ὁ λοιμὸς ἤκμαζε, τοῦ θεοῦ παρελθεῖν κελεύσαντος· εἰρήσεται δὲ καὶ ταῦτα τῆς αὐτῆς γνώμης ἐχόμενα, ἵνʼ εἰδῆτε ὅτι ἐγὼ μὲν οὐδʼ ἐν αὐτοῖς τοῖς σφαλερωτάτοις καιροῖς §418ἠξίουν ῥᾳθυμεῖν, ἕτεροι δʼ εἰσὶν οἷς λόγων ὀλίγον μέλει.
因此,我以前在瘟疫盛行、神命令我走上讲台时,就已经向你们谈过这些事;而现在这些话也将秉持着同样的意图被说出,以便让你们知道,我自己即使在最危险的时刻也不认为应当懈怠,而其他人则是那些对言论几乎毫不关心的人。
πρότερον μὲν οὖν ἔγωγε οὐκ ᾔδειν πρὸς τί ποτʼ εἴη λεγόμενον τὸ προσεγκαλεῖν τοὺς φῶρας, νυνὶ δέ μοι δοκῶ γιγνώσκειν.
因此,以前我并不明白“小偷反而追加指控”这句俗语究竟指的是什么,但现在我想我明白了。
ὅταν γὰρ οἷς ἀπαντᾶν ἐπὶ τὰς μελέτας καὶ τὰς ἀκροάσεις προσῆκον, τοῦτο παρέντες ὡς οὐδεὶς ἔσθʼ ὁ λέγων αἰτιῶνται, πῶς οὐ τὰ σφέτερʼ αὐτῶν ἑτέρων λογίζονται, ὥσπερ ἂν εἴ τινες ἡλίου καθαρῶς φλέγοντος μύσαντες λέγουσι τὸ φαινόμενον οὐκ εἶναι.
因为当那些本应当来参加演练和听讲的人,放弃了这一职责,却指责说没有人在演讲时,他们怎能不把自己的过失归咎于他人呢? 这正像是有些人在太阳晴朗照耀时闭上眼睛,却说所显现的光芒并不存在一样。
ἀλλʼ οἶμαι. ταῦτα μέν ἐστιν αὑτοὺς ἐξαπατώντων, δοκούντων δὲ ἑτέρους.
但是,我想,这些只是那些自欺欺人、却自以为在欺骗他人者的行为。
ὡς δʼ εἰκός τέ ἐστι καὶ δεῖ διανοεῖσθαι περὶ τούτων, εἰ βούλεσθε, ἀκούσατε.
至于对这些事情应当如何合情合理地去思考,如果你们愿意,请听我一言。
ἐγὼ νομίζω τὰς τέχνας καὶ τὰ ἐπιτηδεύματα ἄχρι μὲν τοῦ μεταχειρίζεσθαι πρὸς τοὺς μετιόντας εἶναι, τὸ πέρας δʼ οὐκέτι πρὸς τούτους, ἀλλʼ εἶναι διττὴν χρῆσιν ἁπάσης τέχνης, τὴν μὲν αὐτοῦ τοῦ τὸ ἔργον μεταχειριζομένου, τὴν δὲ τῶν χρωμένων.
我认为,诸般技术和行业,其从业人员的职责仅限于其实践阶段,而其最终成果则不再取决于他们,相反,每种技术都有双重的用途:一种是从事这项工作的人自己的用途,另一种是使用者(得益者)的用途。
ὅταν μὲν οὖν τις ἐκλίπῃ τὰς οἰκείας πράξεις, ὑπεύθυνος κατὰ τοῦτο· ὁ γὰρ δὴ χρῆσθαι βουληθεὶς κεκώλυται· ὅταν δʼ ὁ μὲν ὡς οἷόν τε μάλιστα ἐργάζηται τὰ ἑαυτοῦ, οἱ δʼ ἐκποδὼν ὦσιν, οὐχ ὁ πράττων, οἶμαι, τὰ δέοντα ὑπεύθυνος, ἀλλʼ οἱ μὴ χρώμενοι.
因此,当有人疏于自己的本职工作时,他在这一点上是要承担责任的,因为想要使用它的人确实受到了阻碍;但是,当一个人尽可能地做好自己的本分,而其他人却不予理睬时,我认为,应当承担责任的不是履行了必要职责的从业者,而是那些不予使用的人。
τί χρὴ τὸν ἰατρὸν τὸν ἀγαθὸν ποιεῖν;
一位优秀的医生应该做什么?
παρεσκευάσθαι τὰ φάρμακα, τὴν χεῖρα, τὴν ἐπιστήμην· χρῆσθαι δὲ τούτοις κελεύειν οὐκέτι τῆς τέχνης ἐστὶν, ἀλλὰ δεῖ τὸν κάμνοντα βαδίζειν, ἢ πέμπειν ὡς ἐκεῖνον.
准备好药物、手术刀和专业知识;但要求人们去使用这些,就已经不再属于医生的技术范围了,相反,必须由病人自己走过去,或者派人去请他。
ἂν δέ γε ὁ ἰατρὸς δέηται τοῦ σωθῆναι δεομένου, ἢ νὴ Δίʼ ὁ κυβερνήτης τῶν πλεῦσαι δεομένων, ἢ τῶν ἀμφισβητούντων ὁ δικαστὴς, ἢ τῶν στρατιωτῶν ὁ στρατηγὸς, ἢ ὁ ῥήτωρ τῶν ἀκροατῶν, ἄνω ποταμῶν ἅπαντʼ ἂν εἴη τὰ πράγματα.
但是,如果医生反倒要去恳求需要被救治的病人,或者,指着宙斯起誓,舵手去恳求需要航行的人,法官去恳求争执的双方,将军去恳求士兵,或者演说家去恳求听众,那么一切事情都将是大河倒流了。
μὴ γὰρ ὅτι ἐν τοῖς σπουδαίοις καὶ τοσοῦτον ἀξίᾳ προήκουσιν, ἀλλʼ ἐπὶ τῶν βαναύσων τεχνῶν οὐδαμοῦ τοῦτο ἐνομίσθη, τοὺς δημιουργοὺς παρὰ τοὺς χρῄζοντας ἰέναι δεησομένους αὑτοῖς χρῆσθαι, ἀλλʼ οἱ μὲν χρῄζοντες οἰκοδομῆσαι δέονται τῶν τεκτόνων, οὐχ οἱ τέκτονες τούτων· γεωργὸς δὲ ἐπὶ τὰς τοῦ χαλκέως βαδιεῖται θύρας, ὅταν ἢ σμινύης ἤ τινος ἄλλου τῶν τοιούτων δεηθῇ, καὶ πάλιν γε ὡς ἐκεῖνον ὁ χαλκεὺς, ὅταν σίτου.
因为不仅在那些严肃且价值如此崇高的事务中如此,甚至在粗鄙的技术中,也绝无这样的惯例,即创造者要跑到需要者那里,恳求对方使用自己;相反,需要建造房屋的人需要木匠,而不是木匠需要他们;农夫在需要铁锹或类似工具时,会走到铁匠的门口,反过来,铁匠在需要粮食时,也会走到农夫那里。
κουρέα δὲ ἤδη πώποτʼ εἶδες προσιόντα τῳ καὶ λέγοντα, ὦ βέλτιστε ἀνδρῶν
但是,你可曾见过理发师走到某人面前说:“噢,最优秀的人啊……”,

词汇与语法注释

  1. §416μέλει — 虽然在语法上也可以将其理解为无人称动词“关心”,但考虑到与前文迎接和问候(δέξασθαι καὶ προσειπεῖν)的对应关系,以及介词 ἅμα(“与……一起”)的格支配,此处解释为中性名词 μέλος(“歌”、“旋律”)的与格(或与其双关),意为“伴随着歌声”更为妥当。
  2. §417σοὶ μὲν πλεῖν... Ἀσκληπιός τε... παρέχοι — 句末表示愿望和祈祷的希求法动词 παρέχοι(愿他赐予)支配着句首的 σοὶ μὲν πλεῖν 以及 ἡμῖν δʼ αὖ... ἀγωνίζεσθαι 等与格加不定式结构。尽管存在巨大的离隔(倒装),但整体构成了一个统一的祈愿句。
  3. §417τὸ νῦν εἶναι — 这是一个包含不定式 εἶναι 的限定宾格(副词性)惯用表达,意为“至少就目前而言”或“暂时”。
  4. §418ἄνω ποταμῶν — 这是希腊著名谚语“大河倒流”(ἄνω ποταμῶν χωροῦσι παγαί)的省略形式,用以指代自然常理或社会秩序的彻底颠倒。此处指施惠者(医生、演说家等)反倒要向受惠者(病人、听众等)哀求的本末倒置状况。

引用这一段

阿里斯·台德斯, 致因其不作即席演说而批评他的人 §416-418. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg051.humanitext-grc2:416-418

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。