Humanitext Reader

阿里斯·台德斯 · 反对舞者 §407-408

美的卓越性与最具有说服力的言论

第 4 段,共 8 段 · 希腊语

内容简介

作者论证道,正如运动员、骏马、肉体之美、神像和绘画通过其极致的品质与精细征服观众一样,在言论中,只有最美丽、最卓越的言论才具有真正的说服力和引导力。

§407οἷς ἂν τὰ τῆς αἰχμῆς ἀνακοπῇ, οὐκ ἐθέλουσιν ἵστασθαι, πολὺ δὲ ἔτι μᾶλλον, ἐπειδὰν ὅλως κατάξωσι τὰ δόρατα· ἀλλʼ ἀπέρχονται καταλιπόντες τὴν μάχην, οἰσόμενοι στερεώτερα.
——在他们当中,那些长矛尖端被折断的人,不愿坚守阵地,而当他们完全折断了长矛时,就更是如此;相反,他们离开战场,为了去换取更坚固的武器。
πάλιν αὐτὴν, εἰ βούλει, τὴν μάχην ποτέρως ἄμεινον ποιοῦνται, τὴν τάξιν φυλάττοντες καὶ συνεστηκότες καὶ ἀλλήλους τε ὡς δυνατὸν μάλιστα αἰδούμενοι καὶ τοῖς παραγγέλμασιν ἐμμένοντες, ἢ τούτων μὲν ἁπάντων ὑπεριδόντες, τοῦ δʼ ἐν τῷ παραχρῆμα δοκοῦντος γλυκέος εἶναι ἡττηθέντες, τὰς δὲ ἀσπίδας ὁμοῦ τῇ πρώτῃ σάλπιγγι ῥίψαντες, νόμον δὲ καὶ τάξιν καὶ κόσμον ὥσπερ ὕθλον τινὰ καὶ φλυαρίαν κρίναντες.
此外,如果你愿意,在战场上他们以哪种方式表现得更好:是保持队形、团结一致、尽可能互相尊重并坚守命令,还是对这一切不屑一顾,屈服于眼前看似甜美的事物,在第一声喇叭响起时就丢弃盾牌,将法律、秩序和规律视为胡言乱语和废话?
Ὅμηρος μὲν γὰρ οὐδὲ λέγειν ἐᾷ τῶν αἰσχρῶν οὐδὲν τοὺς ὀρθῶς προσέχοντας μάχῃ.
因为荷马甚至不允许那些正确专注于战斗的人说任何可耻的话。
ὃ καὶ θαυμάζω, εἰ πολεμοῦσι μὲν αἰσχύνη λέγειν ἃ μὴ καλὸν, λέγουσι δʼ ἅ γʼ αἰσχύνη λέγειν οὐ χεῖρον.
这也是我感到不可思议的地方:对于那些在战斗中的人来说,说出不美好的话是可耻的,而这些人却毫无顾忌地(不觉得更糟地)说出那些连说出来都是可耻的话。
φέρε δὴ καὶ τοὺς ἐπὶ τῶν στεφανιτῶν ἀγώνων σκεψώμεθα, οἷον τὸν Δωριέα τὸν Ῥόδιον καὶ Γλαῦκον τὸν Καρύστιον καὶ Μίλωνα δὴ καὶ Πολυδάμαντα, καὶ πάντας ὧν εἰκόνες χαλκαῖ, πότερον θρυπτομένους καὶ παροινοῦντας καὶ ταὐτὰ ταῖς ὀρχηστρίσι στρεφομένους ἐστεφάνουν οἱ τῷ Διὶ τῷ Ὀλυμπίῳ τὸν ἀγῶνα κοσμοῦντες, ἢ καρτερίαν θαυμαστήν τινα καὶ ῥώμην ὁμοῦ ψυχῆς τε καὶ σώματος παρασχομένους, ἃ τὰς μεγίστας καὶ βεβαιοτάτας ἡδονὰς καὶ αὐτοῖς τοῖς ἔχουσι καὶ τοῖς συνειδόσι προξενεῖ.
来吧,让我们也考虑一下那些在桂冠竞技中的选手们,例如罗得斯人多里厄乌斯、卡律斯托斯人格劳科斯,以及米隆和波吕达马斯,还有所有拥有青铜雕像的人:难道那些为奥林匹亚宙斯举办竞技会的人,是因为他们骄奢淫逸、醉酒闹事、像舞女一样扭动身体而给他们戴上桂冠的吗? 还是因为他们展现了灵魂与身体惊人的忍耐力和力量? 正是这些,给拥有它们的人以及目睹它们的人带来了最大和最确定的快乐。
πρὸς Διὸς, ἵπποι δὲ ἄριστοι καὶ θαυμασιώτατοι καὶ μάλιστα καθʼ ἡδονὴν τοῖς θεωροῦσιν ἆρʼ οὐχ οἵτινες ὡς ἐρρωμενέστατα καὶ διαρκέστατα καὶ μηδὲν ἔξω τοῦ δρόμου βάντες ἀπήνυσαν, πανταχοῦ τὴν οἰκείαν ἀρετὴν σώζοντες;
奉宙斯之名,最优秀、最令人惊叹、最能给观众带来快乐的马,难道不是那些跑得最强健、最持久、完全没有偏离跑道、处处保持其自身卓越特性的马吗?
καὶ φύσιν ταυτὸν ἄριστόν τε καὶ ἥδιστον εἰς τὴν ἑαυτοῦ χρείαν·
而且在天性上,对于其自身的用途而言,最好的东西也是最令人愉快的。
ἐπεί τοι καὶ τὰ τῶν σωμάτων κάλλη τοῦτον ἔχει τὸν τρόπον, ἐάν τε Γανυμήδην εἴπῃς ἐάν τε Πέλοπα ἐάν θʼ ὁντινοῦν, ἅμα τῇ λήξει τῆς τύχης καὶ τοὺς ὁρῶντας ἐφέλκεται·
实际上,身体的美丽也是如此:无论你提到的是甘尼美德、佩洛普斯还是其他任何人,伴随着他们命运的分配,都将观众吸引到自己身上。
καὶ πάνυ γʼ εἰκότως.
这极其合理。
δεῖ γὰρ, §408οἶμαι, κάλλει μὲν χάριν εἶναι, χάριτος δὲ ἔρωτα ἐξηρτῆσθαι.
因为我认为,美丽必须伴随着优雅,而爱必须依附于优雅。
ὅτῳ γὰρ ἄν τις χαίρῃ, τοῦτʼ ἀνάγκη ποθεῖν.
因为人们必然会渴望自己所喜爱的东西。
διὸ τῶν μὲν αἰσχρῶν οὔ φασιν ἔρωτα εἶναι, τῶν δὲ καλῶν κἀν θεοῖς εἶναι ποιηταὶ λέγουσιν.
因此,人们说对于丑陋的事物没有爱,而诗人说对于美丽的事物,其爱甚至存在于众神之中。
οὕτω τοίνυν καὶ τὸ τῶν λόγων κάλλος μετὰ τῆς ἁπάσης φύσεως καὶ τοῦτʼ ἔχει, κηλεῖν τοὺς ἀκούοντας.
因此,言论的美丽也与整个自然界一样,拥有这种性质:迷住听众。
ὥστʼ οὐχ ὑπὲρ τοῦ πείθειν τὰ χείρω δεῖ λέγειν, ἀλλὰ πειρατέον ὡς κάλλιστα λέγειν, ἵνʼ ὡς πλείστους ἄγοιμεν.
因此,不应为了说服而说出恶劣的话,而应努力说得尽可能美丽,以便我们能引导尽可能多的人。
ὥσπερ γὰρ τῶν ἐπῳδῶν αἱ κράτισται μάλιστα ἄγειν πεφύκασιν, οὕτως οἱ κράτιστοι τῶν λόγων μάλιστα πείθειν πεφύκασι.
因为正如最强有力的咒语在天性上最能引导人一样,最优秀的言论在天性上最能说服人。
τὸ δὲ ταῖς διαφθοραῖς ταύταις νομίζειν ἐνεῖναί τι χρηστὸν ἢ κεχαρισμένον παραπλήσιόν ἐστιν ὥσπερ ἂν εἰ κἀν τοῖς σώμασι τοὺς μὲν φθόῃ κάμνοντας καὶ τοὺς ὑδεριῶντας καὶ τοὺς ἀλφοῖς ἢ λέπρᾳ ποικίλους, τούτους μὲν ὡς ἥδιστα κατεσκευάσθαι φάσκοιμεν καὶ πολλοὺς ἐπιθυμητὰς ἔχειν, οἷς οὐδʼ ἀπαντῆσαι πρῶτον οὐδʼ ἂν εἷς δέξαιτο, τοὺς δʼ ὁμοῦ τῷ τῆς ὑγιείας ἀγαθῷ καὶ πρὸς ἔσχατα κάλλους τετιμημένους ἔλαττον ἔχειν τούτων πειθοίμεθα.
认为这些堕落中存在某种有益或令人愉快的东西,就如同在身体方面,我们指着那些患有肺结核、水肿以及身上长满白斑或风疹的人,声称他们处于最令人愉快的状态,并拥有许多追求者——实际上,任何人在第一眼看到他们时甚至都不想碰见他们——而我们却相信,那些兼具健康之善并享有极度美丽的人,反倒不如这些人。
ἄνω μέντἂν ποταμῶν οὕτω γε πηγαὶ ῥέοιεν.
果真如此,河水就要倒流了。
μὴ τοίνυν ὅτι ἐν τοῖς σώμασιν, ἀλλʼ ἐν τοῖς πλάσμασι καὶ τοῖς ἀγάλμασι ποῖʼ ἄττα μάλιστα χειροῦνται τοὺς ἐντυγχάνοντας;
那么,且不说活着的身体,在模型和雕像中,什么样作品最能征服那些接触它们的人?
ἆρʼ οὐ τὰ κάλλιστα καὶ μεγαλοπρεπέστατα καὶ πρὸς τοὔσχατον ἥκοντα τῆς εἰς ταῦτʼ ἀκριβείας;
难道不是最美丽、最宏伟、并在这些工艺中达到极致精细的作品吗?
ὁ Ζεὺς οὑλύμπιος, ἡ Ἀθήνησιν Ἀθηνᾶ, λέγω τοῦτο μὲν τὴν ἐλεφαντίνην, τοῦτο δʼ, εἰ βούλει, τὴν χαλκῆν καὶ νὴ Δία γʼ, εἰ βούλει, τὴν Λημνίαν, ἅπαντα ταῦτα ὑπερβολὴν μὲν ἀρετῆς τῷ δημιουργῷ, τοῖς δὲ θεαταῖς ἡδονῆς ἔχει.
奥林匹亚的宙斯像、雅典的雅典娜像——我指的一方面是象牙雕像,另一方面,如果你愿意,是青铜雕像,再者,如果你愿意,是雷姆诺斯的雅典娜像——所有这些,对创作者而言蕴含着极致的技艺,对观众而言则蕴含着极致的快乐。
ταυτὸν δὲ τοῦτο καὶ περὶ τῶν Ἀπελλοῦ φαίης ὂν, οἶμαι, γραμμάτων, κἂν εἴ τινʼ ἄλλον ἐθέλοις θαυμάζειν, ἡ γραμμὴ σωθεῖσα τὸ πᾶν ἔσωσεν.
我想,对于阿佩莱斯的绘画也可以这样说,如果你想赞赏其他任何人的作品:线条得以保留,便拯救了整体。
εἶεν.
好吧。
νεὼς δʼ αὖ τοὺς ποίους καὶ τίνας μάλιστα ὁρῶντές τε χαίρομεν καὶ ἐκπληττόμεθα καὶ ἀπαλλαττόμεθα
那么对于船只,我们看着会感到喜悦、惊叹并带离去(感到安心)的,又是怎样的船呢?

词汇与语法注释

  1. 407οἷς ἂν τὰ τῆς αἰχμῆς ἀνακοπῇ — 承接前一节不完整句子(ἐκείνῳ τῶν ἡρώων... “对于他〔荷马〕而言,在英雄当中……”)的关系代词从句。关系代词 οἷς 指代前文语境中的“英雄们”,整个关系从句构成了主句的主语:“在他们之中长矛尖端被折断的人……”
  2. 407ὃ καὶ θαυμάζω, εἰ ... λέγουσι δʼ ἅ γʼ αἰσχύνη λέγειν οὐ χεῖρον — 关系代词 ὃ 属于指代前文整个对比性事态(荷马禁止战士说可耻的话)的句先行词。连接词 εἰ 用于在 θαυμάζω(惊讶、感到不可思议)之后引导名词性从句(意为“……这件事”)。短语 οὐ χεῖρον 意为“不亚于(毫不介意地)”,用以形容被批判的修辞家们毫无羞耻地谈论可耻之事的态度。
  3. 408ἄνω μέντἂν ποταμῶν οὕτω γε πηγαὶ ῥέοιεν — 引用了希腊古典时期非常著名的谚语“河水倒流”(意指事物的常理或自然秩序完全颠倒)。此处用于讽刺那种认为病态肉体优于健康美丽肉体的颠倒价值观。
  4. 408ἡ γραμμὴ σωθεῖσα τὸ πᾶν ἔσωσεν — 这是一句具有美学色彩的表达,背景是著名画家阿佩莱斯关于极细“线条”的轶事,指出绘画中“精确的线条(轮廓)”保证了整个作品的美感与成立。分词 σωθεῖσα(被保留、被维护)在此作为条件(“如果线条得以保留”)或手段发挥作用。

引用这一段

阿里斯·台德斯, 反对舞者 §407-408. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg050.humanitext-grc2:407-408

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。