Humanitext Reader

阿里斯·台德斯 · 反对舞者 §403-404

驳斥迎合听众故意撰写劣作的借口

第 2 段,共 8 段 · 希腊语

内容简介

作者通过诸多极端的类比(如将贵金属兑换为铅、被轰下台的演员的借口以及自残身体等),严厉批评了那些以取悦听众为由故意写出劣作的作家,指出这种妥协是损害灵魂最美好部分的愚蠢行径。

§403ὁρμηθεὶς ἐκ τῶν περὶ τῆς Ἐριφύλης λόγων ὦ πόποι φησὶν οἷʼ ἀπατᾶται φροντὶς ἐπαμερίων οὐκ εἰδυῖα·
从关于厄里菲勒的故事出发,他说道: “呜呼! 一日之人的思虑因无知而遭受何等欺骗!
ὁ δʼ ἄνω καὶ κάτω δή που διορίζεται καὶ δείκνυσι τὰ ἁμαρτήματα ὡς ἀκούσια καὶ ὅτι οὐδεὶς ἑκὼν φαῦλος.
” 而另一位(柏拉图)则在各处确实做出区分,并表明过错是不自愿的,且没有人会自愿变坏。
μηδʼ ἡμεῖς ὑπὸ τούτων πειθώμεθα, ὡς ἄρʼ ἔχοντές τι βέλτιον παρʼ ἑαυτοῖς, εἶθʼ ἑκόντες τοῦτʼ ἀφέντες τὸ χεῖρον ἀλλάττονται.
我们也不要被他们说服,以为他们自己手里有什么更好的东西,然后自愿放弃它以换取更坏的东西。
οὔκουν χρυσόν γʼ ἂν ἔχοντες ἠλλάττοντο μόλιβδον ἀντʼ αὐτοῦ, οὐδʼ εἰ πάντες ἄνθρωποι κροτήσειν ἔμελλον· οὐδὲ μελίνην ἀντὶ πυρῶν, οὐδʼ ἀντʼ οἴνου τρύγα καὶ ταύτην σαπρὰν, οἶμαι δὲ οὐδὲ ψίαθον ἀντὶ ξυστίδος, οὐδʼ αὖ βύρσης ὄζειν, μύρων ἐξόν.
事实上,如果他们拥有黄金,即便全人类都要为之鼓掌,他们也不会用铅去换取它;也不会用小米换取小麦,用酒糟——而且是腐烂的——换取美酒,我认为他们也不会用草席换取华丽的长袍,更不会在可以使用香油时却选择散发皮革的臭味。
ἀλλὰ ταῦτʼ ἐστὶν ἀνθρώπων ὑποκοριζομένων τὴν αὑτῶν φαυλότητα καὶ δυστυχίαν, οἳ τὸ μὲν δίκαιον, οἶμαι, καὶ ἀληθὲς οὐκ ἐθέλουσι λέγειν, ὅτι τὴν ὀρθὴν οὔτʼ ἴσασιν οὔτε δύνανται πορεύεσθαι, φασὶ δὲ τοῖς ἀκροαταῖς χαριζόμενοι ταῦτα ποιεῖν, ὥσπερ ἂν εἰ τῶν ὑποκριτῶν οἱ ἐκπίπτοντες καὶ μὴ δυνάμενοι τὸ δρᾶμα περαίνειν κατὰ φύσιν τοῖς θεαταῖς φάσκοιεν χαριζόμενοι ταῦτα ποιεῖν.
相反,这些都是那些用美辞粉饰自己无能和不幸的人所为,我认为,他们不愿说出公正和真实的话——即他们既不知道也无法走正确的道路——反而声称自己做这些是为了取悦听众。 这就像演员中那些被轰下台、无法按照剧本本色演完戏剧的人,却声称自己这样做是为了取悦观众一样。
καὶ συρίττεσθαί γε καὶ κλώζεσθαι ὑπʼ αὐτῶν τῶν θεατῶν ἀντὶ ταύτης τῆς χάριτος φαίη τις ἄν.
而且,有人可能会说,作为这种“讨好”的回报,他们反而受到这些观众本人的嘘声和嘲弄。
οὐκοῦν καὶ ὑμεῖς ὑπὸ τῶν ἀκροατῶν.
那么,你们不也是被听众这样对待吗?
ἀλλὰ μή πω ταῦτα.
但这些事情我们且先不谈。
ἀλλὰ τί κωλύει καὶ τοὺς πτωχοὺς τοὺς τὰ ῥάκια ἀμπεχομένους οἴκοι μὲν αὑτοῖς ἕτερʼ εἶναι φάσκειν πάνυ γενναῖα ἱμάτια, πρὸς δὲ τοὺς ἔξω σχηματίζεσθαι;
然而,有什么能阻止那些身穿破衣烂衫的穷人声称,他们家里其实有其他非常高贵的衣服,只是对外面的人才作如此装扮呢?
οὐκοῦν ὅ γʼ αὐτὸς ποιητὴς, οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἔφη τὰ καλὰ τρέπειν ἔξω τοὺς ἀγαθούς.
难道我刚才提到的那位诗人没有说过,优秀的人会把美好的事物展现在外吗?
ὥστʼ εἰ μὲν ὡς περὶ καλλιόνων τῶν λόγων διαλέγονται, τί δεῖ τοῖς πολλοῖς ἐγκαλεῖν, εἰ τούτων ἐρῶσιν;
因此,如果他们把自己的文章当作更美好的事物来谈论,那么当大众喜爱这些文章时,又何必去指责大众呢?
εἰ δʼ ὁμολογοῦσιν ἡμαρτῆσθαι, τοὐναντίον ἢ προσῆκε πράττουσι.
但如果他们承认自己犯了错,那他们所做的就与理应做的相反了。
πολὺ γὰρ μᾶλλον εἰκὸς ἦν αὐτοὺς ὅπως τι βέλτιον ἐροῦσι σκέψασθαι τῶν ἀκουσομένων καὶ συνησομένων ἕνεκα ἢ τὰ ὑπάρχοντα ἀγαθὰ ἀφανίζοντας τὰ χείρω δεικνύναι, καὶ ταῦτʼ ἐξεπίτηδες ποριζομένους.
因为对于他们来说,考虑如何为了那些能够听懂并理解的人而说出更好的话,要比隐藏已有的美好事物而展示更坏的东西、而且还是故意准备这些坏东西,要合理得多。
οὔκουν εἴς γε τὰς πομπὰς τὰ χείριστα ἔχοντες βαδίζομεν, ἀλλὰ κἂν §404εἰ μή τῳ εἴη οἴκοθεν, αἰτούμεθα, ἵνʼ ὡς κάλλιστα ἔχοντες φαινοίμεθα θαἰμάτια, τὰ σκεύη, τοὺς ἵππους, πᾶν ὅτουπερ ἂν ἡ πομπὴ δέηται.
事实上,我们并不会穿着最差的衣服去参加游行,相反,即便有人自己家里没有,我们也会去借,以便在衣服、器皿、马匹以及游行所需的一切事物上,显得尽可能美观。
ὥσθʼ ὅταν φῶσιν ἐπείσακτα ταῦθʼ ἑαυτοῖς εἶναι καὶ πεπορισμένα καὶ τῆς ἀρχαίας ἰδέας ἑκόντες ἐκβαίνειν, ἐρωτᾶν χρὴ πότερον χείρονος οὔσης ἢ βελτίονος.
因此,当他们声称这些对他们来说是外来的、特意准备的,并且他们是自愿偏离原初的形式时,就必须问:那原初的形式是更坏还是更好?
εἰ μὲν γὰρ βελτίονος, πῶς οὐ τετύφωνται, εἰ τὴν οἰκείαν καὶ πλείονος ἀξίαν ἀφέντες τὴν φαυλοτέραν ἅμα καὶ μηδὲν προσήκουσαν διώκουσιν;
因为如果是更好,他们若放弃自己原有的、更有价值的东西,去追求同时更卑劣且完全不合适的东西,那他们怎么不是疯了呢?
ἀλλὰ μὴν εἴ γε χείρονος φήσουσιν, οὐκ ἐγχωρεῖ λέγειν ὡς ἄρα ἑκόντες προΐενται τὸ βέλτιον, ὅ γε μήτʼ ἐκτήσαντο μήτε εἶδον πώποτε.
然而,如果他们说是更坏,那他们就不能说自己是自愿放弃更好的东西了——毕竟他们既没有拥有过,也从未见过更好的东西。
οὐ γὰρ περὶ ὧν πλημμελοῦσιν ἀπολογία τοῦτό γʼ ἐστὶν, ἀλλʼ ὁμολογία τοῦ κἂν χείρω τούτων εἰπεῖν, εἰ ταῦτʼ ἐκωλύθησαν.
因为这绝非对他们所犯过错的辩护,而是承认如果他们被阻止犯这些错,他们甚至会说出比这更坏的话。
ἡδέως δʼ ἂν πυθοίμην παρʼ αὐτῶν εἰ καὶ πηρωθέντας αὐτοὺς ἤτοι νὴ Δία τοὺς ὀφθαλμοὺς ἢ τὰς χεῖρας ἢ καὶ ἄλλʼ ὁτιοῦν τοῦ σώματος, ἡδέως ἂν ἰδόντων τῶν ἀκροατῶν, ἑτοίμως ταῦτα ὑπηρετήσουσιν·
我很想问问他们,如果听众乐于看到他们双眼、或双手、或身体其他任何部分残疾,他们是否也会乐意接受?
ἢ τῶν μὲν τοῦ σώματος οὐδὲν ἂν πρόοιντο εἰς τὴν ἑτέρων ἡδονὴν, τῶν δʼ ἐν τῇ ψυχῇ τὸ βέλτιστον διαφθείροντες οὐδεμίαν ζημίαν τίθενται.
还是说,他们绝不会为了别人的快乐而牺牲身体的任何部分,却毫不犹豫地毁掉灵魂中最好的东西,并认为这毫无损失?
ἐγὼ μὲν οὖν ὅταν τούτων ταῦτʼ ἀκούω λεγόντων, οὐκ ἀπέγνωκα τὸ μὴ καὶ τοὺς χωλοὺς τολμήσειν λέγειν ὡς ἄρα οὐκ ἄκοντες ἐνταῦθʼ ἥκουσι τύχης, ἀλλʼ ἑκόντες τὼ σκέλη προήκαντο, ἵνʼ ὡς ἥδιστοι τοῖς ὁρῶσι φαίνοιντο.
对我来说,当听到他们说这些话时,我不得不怀疑,甚至连瘸子都会胆敢声称自己并非不情愿地落入这种境地,而是自愿放弃双腿,以便让看他们的人感到最愉快。
ἀλλʼ ὅστις μὲν οὕτω δύσερως οὐκ οἶδα ἔγωγε, θῶμεν δʼ, εἰ βούλει, καὶ πάντας, ἀλλὰ τίς οὕτω δυστυχὴς ὅστις ἑκὼν αἱρεῖται δυστυχεῖν;
但谁会有如此扭曲的爱,我个人不得而知;但是,如果你愿意,让我们假定所有人都是如此,然而谁会不幸到自愿选择不幸呢?
ἢ τίς εἰς τὴν ἑτέρου χάριν αὑτῷ λυμαίνεται;
或者谁会为了取悦他人而伤害自己?
ὅπου γὰρ καὶ τὸ εὖ ποιεῖν διὰ τοῦτο ὁρῶμεν σπουδαζόμενον, ὅτι ἐξ αὐτοῦ καὶ τὸ ἀντʼ εὖ πείσεσθαι προσδοκᾶν ἐστιν, ἦ που τό γε ὑπὲρ τοῦ χαρίσασθαί τῳ κακῶς διαθεῖναι τὰ ἑαυτοῦ παντάπασι πᾶς τις ὀκνήσειεν ἄν.
因为既然我们看到甚至行善也是为了能指望从中得到回报,那么,任何人肯定都会完全犹豫是否要为了取悦他人而将自己的东西弄得一团糟。
ἢ πολλῆς γʼ ἂν εἴη τῆς ἀλογίας τῶν μὲν φίλων τοὺς οὐκ ἐθέλοντας ἀντευποιεῖν φαύλους ἡγεῖσθαι, αὐτὸν δὲ τοσαύτην ὑπερβολὴν ποιήσασθαι ὥστε πρότερον αὑτῷ τὰ χείριστα χρήσασθαι, πρὶν εὖ τι
否则,这简直是极大的荒谬:一方面认为那些不愿回报恩德的朋友是卑劣的,另一方面自己却做出如此过分的事,以至于在施予任何好处之前,先对自己进行最坏的折磨……

词汇与语法注释

  1. §403ὁρμηθεὶς — 不定过去时被动分词,修饰前文提到的品达,意为“以此为出发点”或“源自于”。
  2. §403μύρων ἐξόν — 无人称动词 ἔξεστι(可能、允许)的现在分词单数中性对格,构成对格绝对(accusative absolute)句式,表示让步,“尽管(使用香油)是可能的”。属格 μύρων 呼应前文的 ὄζειν 或是作为被省略的“使用”等动词的宾语。
  3. §403ὥσπερ ἂν εἰ... φάσκοιεν — 条件比较句。ὥσπερ ἂν εἰ 意为“仿佛、好比”,与愿望式 φάσκοιεν 连用,用来提出一个虚构的、不合事实的类比情况,其中语气助词 ἄν 属于省略的主句。
  4. §404τὸ μὴ καὶ τοὺς χωλοὺς τολμήσειν — 由含有否定意义的动词 οὐκ ἀπέγνωκα(我不否认、不放弃)引导的冠词性不定式从句。双重否定表示强烈的怀疑或推测,意为“我不得不怀疑,甚至瘸子也会厚着脸皮说……”。此处的 μὴ 是紧跟否定意义动词后的赘余否定词。

引用这一段

阿里斯·台德斯, 反对舞者 §403-404. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg050.humanitext-grc2:403-404

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。