§315νῦν σὲ καὶ μᾶλλον φιλοῦμεν οὕτως ἐρωτικῶς τοῦ Πλάτωνος ἔχοντα, ὃν ἐγὼ φαίην ἂν τιμᾶν καθʼ Ὅμηρον ἶσον ἐμῇ κεφαλῇ.
如今,因为你对柏拉图怀有如此炽热的爱慕,我们更加喜爱你。 我会说,仿照荷马的方式,我视他如同我自己的头颅一样珍贵。
εἰ γάρ τοι καὶ πάντες φαῦλοι πρὸς ἐκεῖνον, ἀλλʼ ἕκαστος τιμιώτατος αὐτὸς ἑαυτῷ, φασί.
因为正如人们所说,即便在那个伟人面前所有人都是微不足道的,但每个人对自己而言都是最珍贵的。
καίτοι τί λέγω;
然而,我在说什么呢?
οὐκ οἶδα μὲν γὰρ εἰ πιστεύεις· ἀληθὲς δὲ ἐρῶ.
因为我不知道你是否相信,但我所说的确是实话。
εἰ δὲ μὴ ἐγγὺς ἐκεῖνον ἔφησας ἡμῶν εἶναι, οὐκ ἂν οὕτω με εὔφρανας ὡς ὅτι προκατείληψαι δείξας· οὕτως ἐμοὶ φίλος ἁνὴρ καὶ φίλων ἐπέκεινα.
如果你没有说他离我们很近,你就不会像表明你已经先占了他那样令我高兴;那个人对我来说是如此亲密,甚至超越了朋友。
συνέβη δέ μοι καὶ περὶ Δημοσθένη τοιοῦτον ἕτερον, φράσω δὲ καὶ πρὸς σέ.
关于德摩斯梯尼,我也发生过另一件类似的事,我也要对你说。
ἀνὴρ τῶν ἐκ τῆς γερουσίας τῆς Ῥωμαίων, Λίβυς τὰ ἀρχαῖα, Μάξιμος τοὔνομα, ἄξιος ὅτου βούλει, φασὶ δὲ οἱ ταῦτα δεινοὶ καὶ ῥήτορα αὐτὸν ἐν πρώτοις εἶναι Ῥωμαίων, οὗτος τοῖς τε Δημοσθένους λόγοις προσέκειτο ὑπερφυῶς καὶ οὐκ οἶδʼ ὅντινα τρόπον καὶ τοῖς ἡμετέροις ἑάλω τούτοις·
有一位罗马元老院的议员,祖籍利比亚,名叫马克西穆斯,配得上任何你想要的职位,精于此道的人也说他是罗马人中数一数二的演说家。 此人对德摩斯梯尼的演说词极其着迷,且不知何故也为我的这些演说词所倾倒。
καὶ δὴ οἷα συμφοιτῶν τε εἰς Ἀσκληπιοῦ καὶ φιλοκαλίας ἐλλείπων οὐδὲν συνῆν ἐμοὶ καθʼ ἑκάστην ἡμέραν κατὰ τοὺς §316λόγους· ὥστε τι καὶ περιειργασάμην πρὸς αὐτὸν ὑπὸ τοῦ τοιούτου.
事实上,由于他与我一同前往阿斯克勒庇俄斯神庙,且在热爱美德上无一欠缺,所以每天都与我一起探讨演说;以至于由于这种亲密关系,我还为他做了一件有些过分的事。
ἔτυχε γάρ μοι λόγος τις πεποιημένος ἐκ τρίτων πρὸς Λεπτίνην ἐξ ἀρχῆς τοιᾶσδε· εἶχον ἐν χερσὶ τὸν λόγον τὸν τοῦ Δημοσθένους, καὶ ὡς ἐγενόμην ἐπὶ τῶν κεφαλαίων ἃ τοῦ Λεπτίνου μέλλοντος ἐρεῖν ὑπετέμνετο, ἀποστήσας ἐμαυτὸν τοῦ Δημοσθένους ὑπʼ ἐμαυτοῦ τι συνεώρων.
因为我正好有一篇由于以下缘由、作为针对莱普提奈斯的第三篇而撰写的演说词:我手头拿着德摩斯梯尼的演说词,当我读到那些在莱普提奈斯准备发言时已被预先驳斥的要点时,我让自己离开德摩斯梯尼,试图凭自己看出些什么。
ὡς δὲ εὗρον καὶ δύο καὶ τρία τῶν χρησίμων, ἐνταῦθα πάλιν αὖ ἐπʼ ἄλλο τι ἐχώρουν.
当我发现两三个有用的论点时,便又朝着另一个点前进。
καί μοι πειρωμένῳ τὸ αὐτὸ ἀεὶ συνέβαινε.
对我这个尝试者来说,每次都发生同样的事。
καὶ οὕτω δὴ ἀπὸ τοῦ κρασπέδου θοἰμάτιον, εἰ δὲ βούλει, τὸν λέοντα ἀπὸ τοῦ ὄνυχος ἀπειργασάμην.
于是,我确实“从衣角织出了整件衣服”,或者如果你愿意,“从爪子画出了整只狮子”。
τοῦτον οὖν αὐτῷ τὸν λόγον δεῖξαι ἐπεχείρησα καὶ μέλλων δείξειν προεῖπον ὅτι πρὸς Λεπτίνην ἐφευρημένα σὺν τῷ πρὸς Λεπτίνην ἐφευρήσει.
因此,我试图向他展示这篇演说词,并在准备展示时预先说道:“你将在针对莱普提奈斯的发现中,看到与针对莱普提奈斯的发现并存的成果。
μὴ ἀδικῶ γε, ἔφην ἐγώ.
”“但愿我没有做无礼的事,”我说。
καὶ ὃς μὰ Δία εὐγενῶς τε καὶ ὡς ἂν πᾶς ἠράσθη τε καὶ ἠγάσθη ὅστις φιλόλογος, Οἶσθα, ἔφη, ὅτι κάθημαι πρὸς τοῦ Δημοσθένους;
他——奉宙斯之名——高尚地,且像任何热爱文雅之士那样,既陶醉又惊叹,说道:“你知道我坐在德摩斯梯尼那一边吗?
κἀγὼ, τὸν αὐτὸν ἄρʼ, ἔφην, ἐμοὶ βουκολεῖς, ὥστʼ εἰ νικῴη μʼ, οὐκ ἐχθρὸς ὁ στεφανούμενος, ἀλλʼ ᾧ σύ τε κἀγὼ συσπεύδομεν.
”我说:“那么你是在照料与我相同的人了,所以即使他击败了我,那戴上冠冕的也并非敌人,而是你我共同为之效力的人。
ὡς δὲ ἐκέλευε τὰ βιβλία ἐν μέρει δεικνύναι καὶ τὸ πρᾶγμα πανταχῆ σπουδὴ ἦν, οὑτωσί τοι, ἔφην ἐγὼ, σοὶ ταὐτὰ γιγνώσκω περὶ Δημοσθένους, καὶ ἡγοῦμαι ταυτὸν ὅπερ σὺ, μὴ ῥᾴδιον εἶναι τὸν ἄνδρα ἐκεῖνον παρελθεῖν.
”当他催促我依次展示这些书卷,且各方面都充满热情时,我说:“的确,我对德摩斯梯尼的看法与你相同,我也认为要超越那个男人绝非易事。
εἰ δʼ οὖν τις κἀμοὶ θεῶν ἐπιβοηθήσειε, πολλὰ δʼ ἐν Ἀσκληπιοῦ τὰ παράδοξα, ὅτι οὐκ ἔδειξας, ἔφην, τὰ ἆθλα, ἵνα προθυμότερον ἀγωνιζοίμην.
但如果有神明也来协助我——阿斯克勒庇俄斯神庙里多有奇迹——可惜你没有展示奖品,好让我更积极地竞争。
ἀποτυγχάνοντι μὲν γὰρ μανία καὶ μηδὲν ἐπαΐειν περὶ λόγων· ἐὰν δʼ ἄρα, ἔφην, κρατῶ, τί μοι περιέσται;
因为失败意味着疯狂且对演说一无所知;但如果我赢了,”我说,“我会得到什么呢?
καὶ ὃς ἥσθη τε ἀκούσας, ὥσπερ ἐγὼ ἐκείνου ἀκούσας ἥσθην ὅτι τῷ Δημοσθένει συνεστήκοι, καὶ ἔδωκεν ἄδειαν δεῖξαι τὸν λόγον.
”他听了非常高兴,正如我听到他说自己与德摩斯梯尼站在一起时感到高兴一样,于是他准许我展示那篇演说。
καὶ ὅπως ἤδη διετέθη τὰ ἐπὶ τούτοις αὐτὸς ἂν εἰδείη, καὶ σὺ δὲ εἴ που συγγένοιο τῷ ἀνδρὶ καὶ μνησθείης.
至于在此之后他的心境如何,他自己应该清楚,你若是在哪里遇到他并提及此事,也会明白。
οὕτως ἐμοὶ κοινῶς μὲν εἰπεῖν τῶν παλαιῶν ἀνδρῶν, διʼ ἀκριβείας δὲ τούτων ὑπὲρ
因此,对我来说,一般而言,对于那些古代的伟人,特别是其中精益求精的……