§565ποιείσθω τὸ τοὺς καιροὺς ἑτέρους εἶναι, ἀλλʼ ἐκεῖνο κοινὸν ἐνθυμείσθω κατὰ πάσης στάσεως ὅτι τῶν παρόντων ἀγαθῶν ἀεὶ πέφυκεν ἀποστερεῖν.
你们中谁也别在安全感中,将时代或形势的不同作为借口,而应当针对一切内讧共同记住这一点:它在本质上总是注定要剥夺我们眼前的福祉。
χωρὶς δὲ τούτων, ὦ ἄνδρες Ῥόδιοι, καὶ ἡ συμφορὰ μείζων, εἰ τοιούτων καιρῶν ἐν οἷς φόβος μὲν οὐδεὶς οὐδὲ κίνδυνος, εὐδαιμονίας δὲ ἀπολαύειν ὁπόσης τις βούλεται πάρεστι, τὸ ἐπιβάλλον ἐφʼ ὑμᾶς μέρος ὥσπερ θεωρικοῦ προήσεσθε ἐξεπίτηδες.
除此以外,罗得岛人啊,如果在这样没有恐惧、没有危险,且能尽情享受幸福的时刻,你们却故意放弃自己那一份如同观剧津贴般的福利,那么这灾祸就更大了。
μέχρι μὲν γὰρ διειστήκει τὰ τῶν Ἑλλήνων, εἰκὸς ἦν συνοίσειν καὶ τοὺς μὲν ταῦτα, τοὺς δὲ ἐκεῖνα ὑμῶν αἱρεῖσθαι.
因为在希腊人的事务处于分裂的时候,你们中一些人选择这些、另一些人选择那些,这固然是合乎情理且互有益处的。
νῦν δὲ τίς ἢ στάσεως ἀφορμὴ, ἢ ῥᾳστώνης οὐκ ἐξουσία;
但现在,还有什么内讧的借口,又有什么不享受安闲的自由呢?
οὐ κοινὴ μὲν ἅπασα γῆ, βασιλεὺς δὲ εἷς, νόμοι δὲ κοινοὶ πᾶσι, πολιτεύεσθαι δὲ καὶ σιωπᾶν καὶ ἀπαίρειν καὶ μένειν ἄδεια ὁπόσην τις βούλεται;
难道整个大地不是共有的、君主不是只有一个、法律不是对所有人通用,并且在参政、保持沉默、离去或留存方面,难道没有人们所期望的一切安全保障吗?
τί οὖν δεῖ κακῶν ἐπεισάκτων, ἢ μανίας τοῖς πᾶσι περιττῆς;
那么,为什么还需要外来的灾祸,或者对所有人来说都多余的疯狂呢?
ἀλλὰ γὰρ οὐχ ὡς ἔσχατον ἡ στάσις τῶν κακῶν δεῖξαι χαλεπώτατον, ἀλλʼ ὅπως αὐτῆς ἀπαλλάξεσθε, τοῦτʼ ἴσως ἔργον εὑρεῖν.
然而,指明内讧是诸恶中最难对付的或许并非难事,但如何摆脱它,这才是需要寻找的艰巨任务。
οὐ γὰρ ἀγνοίᾳ τοῦ συμφέροντος ἁμαρτάνειν μοι δοκεῖτε τοσοῦτον, ὅσον, εἰ οἷόν τε εἰπεῖν, ἀπονοίᾳ τινὶ καὶ τῶν διαφορῶν ἑκόντες ἡττώμενοι.
在我看来,你们犯错与其说是由于不知道什么是有益的,倒不如说——如果可以这样说的话——是由于某种疯狂,并且甘愿屈服于你们的分歧。
λέγω δὴ κεφάλαιον, πρῶτον μὲν ὀργὴν ἅπασαν ἀπελθεῖν ἐκποδὼν ὡσπερεὶ πολιορκίαν, τὰ ἑαυτῆς ἔχουσαν· ὡς οὐ τῷ θυμῷ κάλλιστα τὰ πράγματα κρίνεται.
因此,我来说说核心要点:首先,所有的愤怒应当如同撤围的军队一样,带着它自己的随身物品离开,因为凭着激情是无法做出最妥善决策的。
ἔπειτα φθόνον καὶ πλεονεξίαν ἑκατέρωθεν περιελεῖν· φθόνον μὲν λέγω τῶν ἐλαττόνων τοῖς μείζοσι, πλεονεξίαν δὲ εἰς τοὺς ἥττους τῶν μειζόνων·
其次,双方应当消除嫉妒与贪婪:我所说的嫉妒,是指弱者对强者的嫉妒;贪婪,则是指强者对弱者的强求。
συνελόντι δʼ εἰπεῖν οἰκίας σχῆμα καὶ τύπον μιμήσασθαι.
简而言之,就是要模仿家庭的结构和典范。
τί δὴ τοῦτʼ ἐστίν;
这究竟是什么意思呢?
εἰσὶν ἄρχοντες ἐν οἰκίᾳ, πατέρες παίδων καὶ δούλων δεσπόται.
家庭里有管理者,即孩子们的父亲和奴隶们的主人。
πῶς οὖν οὗτοι καλῶς οἰκοῦσιν;
那么,他们是如何将家庭管理得井井有条的呢?
ὅταν οἱ μὲν ἄρχοντες μὴ πάντʼ ἐξεῖναι νομίζωσιν ἑαυτοῖς, ἀλλʼ ἑκόντες ὑφαιρῶσι τῆς ἐξουσίας, οἱ δʼ ὅ τι ἂν δοκῇ τοῖς κρείττοσιν ὡς ἐξὸν δέχωνται.
那就是当管理者不认为自己可以为所欲为,而是自愿削减自己的特权;而另一方则把强者认为合适的事作为合法的事予以接受。
ἄνευ δὲ ταύτης τῆς ἑκατέρωθεν εὐγνωμοσύνης οὐ ῥᾴδιον εὑρεῖν οἰκίαν ἥτις σωθήσεται.
如果没有这种双方的通情达理,很难找到一个能够得以保全的家庭。
τοῦτο τοίνυν καὶ ἐπὶ τὰ κοινὰ τῆς πόλεως πράγματα ἀγαγεῖν ἔμοιγε δοκεῖ νῦν, λογιζομένους τοὺς μὲν ἀξιοῦντας εἶναι κρείττους ὅ τι ἂν §566τοὺς ἥττους ἑκόντες διαφθείρωσι τῇ σφετέρᾳ λυμαίνονται φιλοτιμίᾳ.
因此,依我之见,现在也应该将这一原则引入到城邦的共同事务中,考虑到那些自以为优越的人,无论他们自愿毁灭弱者的什么,都是在用他们自己的虚荣心损害国家。
τὸ γὰρ εἶναι τοὺς ἥττους κέρδος τοῖς κρείττοσιν, εἴπερ ἕξουσιν ὧν ἔσονται κρείττους δεικνύναι, τοὺς δὲ ἀπολειπομένους ἢ ταῖς οὐσίαις ἢ κατὰ τὴν ἄλλην τύχην, ὅτι τοῖς μείζοσιν, ἐὰν ἐπηρεάζωσι, τῇ σφετέρᾳ λυμαίνονται σωτηρίᾳ πολὺ μᾶλλον ἢ εἰ τὸ τεῖχος ἑκόντες καθῄρουν.
因为弱者的存在对强者来说是一种利益,只要他们能借此彰显自己比谁更优越;而那些在财产或其他境遇上落后的人则必须想到,如果他们冒犯强者,他们对自身安全的损害,将远甚于他们自愿拆毁城墙。
νόμος γάρ ἐστιν οὗτος φύσει κείμενος ἀληθῶς ὑπὸ τῶν κρειττόνων καταδειχθεὶς, ἀκούειν τὸν ἥττω τοῦ κρείττονος.
因为这是大自然真正确立并由强者所昭示的法则:弱者应当听从强者。
κἄν τις ἐλευθερίας σύμβολον ποιῆται τὸ διαφθείρειν τὸν νόμον, αὑτὸν ἐξαπατᾷ καὶ ποιεῖ παραπλήσιον ὥσπερ ἂν εἰ κοινῇ πάντες ἄνθρωποι τοῖς θεοῖς φθονήσαντες, εἶτα μὴ νομίζοιεν.
如果有人将破坏这一法则视为自由的标志,那他就是在自欺欺人,其行为无异于全人类共同嫉妒神明,然后便不承认神明的存在。
εἰ δέ τις ὑμῶν τῷ πολλὰ καὶ δεινὰ πεπονθέναι πρὶν λαβεῖν δίκην, οὐκ ἀνεκτὸν ἡγεῖται καταλύσασθαι, πρῶτον μὲν αὑτῷ τοὔμπαλιν διάκειται.
如果你们中有人因为在获得惩罚不义的权利之前遭受了许多可怕的痛苦,便认为和解是无法忍受的,那么他首先使自己处于与自身利益相反的境地。
εἰ γὰρ τοσούτων καὶ τηλικούτων κακῶν ἡ στάσις αἰτία γίγνεται ὥστʼ ἀβίωτον νομίζειν εἰ μή τις ὁπωσοῦν δίκην λήψεται, πῶς οὐ φεύγειν κράτιστον ἀπʼ αὐτῆς;
因为,如果内讧成了如此多、如此大灾祸的根源,以至于让人觉得不以某种方式进行报复就生不如死,那么怎么能不以逃离内讧为最上策呢?
ἔστι γὰρ εὖ φρονούντων ὧν μὲν εὐφραινόντων πεπείρανται μὴ θέλειν ἀφίστασθαι, ἃ δʼ οὕτως σκληρὰ καὶ ταραχώδη καὶ πανταχοῦ μεστὰ ἀηδίας εὑρήκασι, τούτων ὡς τάχιστα παύσασθαι, μὴ τὸ κακὸν τοῦ κακοῦ φάρμακον ἡγουμένους, ἀλλὰ νομίζοντας μνήμην καὶ λήθην δύο προσρήματα ἐναντίω δυοῖν ἐναντίοιν εἶναι πραγμάτοιν, καὶ δεῖν τὰ μὲν χρηστὰ τῇ μνήμῃ σημειοῦσθαι, τὰ δὲ φαῦλα τῇ λήθη παραγράφεσθαι.
因为明智之人的做法是,对于他们所经历过的快乐之事不愿放弃,而对于他们发现如此严酷、混乱且到处充满不快的内讧,则要尽快平息,不把恶当作治恶的良药,而是认为“记忆”与“遗忘”是针对两种相反事物的两个相反名称,应当用记忆来标记美好,而用遗忘来抹去丑恶。
ἔπειθʼ ὅταν καὶ παντάπασιν ὁ θυμὸς προσίστηται, τὸν ἀρχαῖον ἀντίπαλον παραλαμβάνοντας αὐτοῦ δεῖ τὸν λογισμὸν ὡδὶ λέγειν πρὸς αὑτοὺς, ἡμεῖς ἐσμὲν Ῥόδιοι, κἄν τις ἡμῖν Ἑλλήνων ἢ βαρβάρων εὐγενείας ἀμφισβητῇ, βουλοίμεθʼ ἂν αὐτοῦ κρατεῖν.
其次,每当愤怒完全涌上心头时,应当召唤它古老的对手——理性,对自己这样说:“我们是罗得岛人,如果有任何希腊人或蛮族对我们的高贵血统提出异议,我们定会希望战胜他。
οὐκοῦν ὅτε τοῦτο βουλόμεθα, ἡ πατρὶς ἡμῖν σωστέα κοινῇ, ἵνʼ ἔχοιμεν ἐφʼ ᾗ φρονοῖμεν.
”既然我们有此期望,我们就必须共同拯救祖国,好让我们拥有值得自豪的东西。
οὐκοῦν στασιαζόντων μὲν ἀπόλλυται, μιᾷ δὲ γνώμῃ χρησαμένων ἅμα καλλίων καὶ μείζων γίγνεται. τί οὖν ἡμᾶς αὐτοὺς καταλύομεν;
既然在内讧中祖国会走向毁灭,而万众一心时祖国就会变得更加美好和伟大,那我们为什么要毁灭自己呢?
ταῦθʼ εἷς ἕκαστος εἰ πρὸς αὑτὸν εἰπεῖν ἐθελήσειεν, οὐ δώσει
如果每个人都愿意对自己说出这些话,他就绝不会……