← アイリオス・アリステイデス

ロドス人への和解の勧め

§563-564

ギリシア諸都市の先例にみる内乱の害と和合の力

内乱(スタシス)がいかに国家を破滅に導き、協調(ホモノイア)がいかに国家に繁栄をもたらすかを、スパルタ、アテナイ、アルゴスの歴史的先例を用いてロドス人に説き、和解を強く勧告する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§563

στάσει δʼ ἢ συστῆναι τὸ πρῶτον ἢ συμμεῖναι πολιτείαν οὐδενὶ πώποτʼ ἔδοξεν ἐγχωρεῖν. καὶ μὴν τυραννούμεναι μὲν τῶν πόλεων ἤδη τινὲς εἴς τε μέγεθος καὶ κατασκευὴν ἐπέδοσαν, στάσει δὲ οἵτινες οὐκ ἐφθάρησαν οὐκ ἂν ἔχοιμεν εὑρεῖν. καίτοι πῶς εἰκὸς τοῖς μὲν τοὺς τυράννους ἀποκτιννύουσι δωρεὰς προειρηκέναι, τοῖς δὲ τὰς στάσεις καταλύουσι μηδὲ ὅσον πείθεσθαι βούλεσθαι; ὑμεῖς τοίνυν σεμνύνεσθε ὡς ὄντες ἐλεύθεροι καὶ τὴν δημοκρατίαν οὕτως ἐπαινεῖτε ὥστε μηδʼ ἂν ἀθάνατοι δέξαισθε γενέσθαι, εἰ μή τις ὑμᾶς ἐπὶ ταύτης ἐάσει μένειν τῆς πολιτείας. καίτοι πῶς οὐκ ἄλογον αὐτὴν μὲν οὕτω τιμᾶν, ταύτῃ δʼ ἐπηρεάζοντας μὴ θέλειν συνεῖναι, καὶ μοναρχίαν μὲν εἴ τις κατασκευάζοιτο, πικρῶς ἂν ἔχειν, ὃ δὲ τούτου τοσούτοις ὅσοις εἶπον δέδεικται χαλεπώτερον, τοῦτʼ αὔξειν ἑκόντας, καὶ μηδʼ ἐκεῖνο δύνασθαι λογίσασθαι ὡς οὐκ ἔστιν ὅπως, εἰ ταῦθʼ οὕτω πρόεισιν, οὐ κινδυνεύσετʼ1 ἀποστερηθῆναι τῆς δοκούσης ταύτης ἐλευθερίας· κἂν μὴ ἑκόντες ἐπιστρέψητε, ἄλλος ἀφίξεται ὅστις ὑμᾶς σώσει πρὸς βίαν. ὡς οὔτʼ ἀγνοεῖν τὰ τοιαῦτα τοῖς ἄρχουσι θεσμὸς οὔτʼ ἐν μηδενὶ ποιεῖσθαι λόγῳ. ὥστε εἰ μηδενὸς ἄλλου χάριν, τοῦ γʼ ὄντες ἐλεύθεροι ποιεῖν2 ὅ τι βούλεσθε, τῶν νυνὶ τούτων ἀπόστητε, ἵνα μὴ φοβῆσθε ἅμα ὅσον νῦν θαρρεῖτε καὶ μὴ φιλοτιμίαν ἀρχαίαν ἀποβάλητε. ἔστι δὴ τοῦ παρεληλυθότος χρόνου τοῦτʼ ἀπολαύειν, παραδείγμασι τοῖς γνωριμωτάτοις χρωμένους εἰς τὰ παρόντα, καὶ ταῦτα πρὸς μὲν ἄλλους τινὰς διεξιέναι μειρακιῶδες ἂν ἦν ἴσως, πρὸς δὲ ὑμᾶς καθαρῶς ὄντας Ἕλληνας καὶ τεθραμμένους ἐκ παίδων ἐν τούτοις οὐκ ἄχρηστον. τοῦτο μὲν τοίνυν εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν ἀποβλέψατε, ὁμόφυλον ὑμῖν οὖσαν, ἣ μέχρι μὲν ἐστασίαζεν, οὐδεμιᾶς τῶν προσοίκων βελτίων ἦν, ἀλλὰ καὶ πολεμοῦσα ἡττᾶτο, ὡς λέγεται, τὰ πολλά· ἐπεὶ δὲ κατέστη διὰ τῶν Λυκούργου λόγων καὶ νόμων, ἡγεῖτο τῶν Ἑλλήνων καὶ κατὰ πόλεις καὶ κοινῇ. αὖθις δὲ τὸ τῶν Ἀθηναίων θεωρήσατε, οἳ στασιάζοντες μὲν οὔτε σφίσιν αὐτοῖς οὔτε ἑτέροις ἠδύναντʼ εἶναι χρήσιμοι, ἐπεὶ δὲ τῶν τυράννων ἀπαλλαγέντες ὡμονόησαν πρὸς ἀλλήλους, οὐ μόνον τὴν πόλιν, ἀλλὰ καὶ τὴν Ἑλλάδα ἠλευθέρωσαν ἐν τοῖς μεγίστοις καιροῖς. παραλαβόντες δὲ τὴν ἀρχὴν, ἕως μὲν μίαν γνώμην εἶχον, ἀντεῖχον μικροῦ δεῖν ἅπασιν ἀνθρώποις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἐπεὶ δὲ διέστησαν, τὰ μὲν τείχη κατέσκαψαν, τὰς δὲ ναῦς παρέδωκαν. καὶ τοῦτο τοσοῦτον ἀτύχημα ἀτυχήσας ὁ δῆμος ἐκπεσὼν καὶ κατελθὼν αὖθις, ἐξὸν αὐτῷ τιμωρήσασθαι τοὺς ἐπαναστάντας καὶ πρὸς οὓς παρετάξαντο, ὁμονοεῖν εἵλετο, τὴν κοινὴν τῆς πόλεως σωτηρίαν προτέραν τῶν ἰδίων ἐγκλημάτων ποιησάμενος. καὶ γάρ τοι πάλιν εἰς τὰ πράγματʼ εἰσῆλθε, καὶ προὔστη τῶν Ἑλλήνων σχεδὸν ἐν μέρει πάντων. τοσοῦτον κακὸν ἡ στάσις ταῖς πόλεσι καὶ τοσοῦτον ἀγαθὸν τὸ θέλειν ὡς τάχιστα παύσασθαι. εἰ δὲ δεῖ καὶ τῶν ὑμετέρων προγόνων Ἀργείων ἀναμνησθῆναι, λέγεται καὶ τούτους ταραχθέντας ἐν ἀλλήλοις, Ἀθηναίων πρέσβεων ἀφικομένων ὡς αὐτοὺς καὶ διδαξάντων ὡς αὐτοὶ τὰ σφέτερʼ αὐτῶν ἔθεντο, ὑπακοῦσαι καὶ τὴν στάσιν ἐκποδὼν ἀνελόντας πάλιν εἰς ταυτὸν ἐλθεῖν. νῦν τοίνυν, ὦ ἄνδρες Ῥόδιοι, παρὰ πασῶν τῶν πόλεων τούτων χρὴ νομίζειν πρεσβείαν κοινὴν ἥκειν ὡς ὑμᾶς ἐπὶ τὰς διαλύσεις προκαλουμένην, προηγορεῖν δὲ ἡμᾶς συνδεομένους ἃ νομίζομεν πάντη βέλτιστα ὑμῖν εἶναι. καὶ μὴν οὐ ταυτόν γε τοῖς Ἀθηναίοις ὑμᾶς ποιῆσαι δεῖ οὐδὲ τοῖς ἐφʼ ὑμᾶς δανεισαμένοις συνεκτῖσαι τάλαντα ὅσα δὴ σημεῖον τῆς πίστεως, ἀλλʼ ἀζήμιος ἡ σωφροσύνη πρόκειται3 τούτων τε ὧν εἶπον ἐνθυμουμένοις καὶ μηκέτʼ εἰς πόλιν μίαν ἢ δευτέραν βλέπουσιν, ἀλλʼ εἰς τὰ κοινὰ τῶν Ἑλλήνων πράγματα καὶ πάσας τὰς πόλεις τὰς Ἑλληνίδας, αἷς οὔτε φάλαγγες ὁπλιτῶν ἐναντίον οὔθʼ ἱππέων πλῆθος οὔτʼ ἄλλʼ οὐδὲν τῶν δοκούντων εἶναι φοβερῶν, ἀλλʼ ἡ κατʼ ἀλλήλων στάσις καὶ ἀπιστία καὶ τὸ μήτε κοινῇ ταυτὸν φρονεῖν μήτʼ αὖ καθʼ ἑκάστους ὑγιαίνειν αἴτιον τῆς τοσαύτης μεταβολῆς ἐγένετο. καὶ μηδεὶς ὑμῶν ἐν ἀδείᾳ

しかし、内乱によって国制が最初に確立されることも、あるいは存続することも可能であると考えた者は、これまでに一人もいませんでした。実際、僭主に支配された都市の中には、すでに規模や設備において発展したものもありますが、内乱によって滅びなかった都市を見つけることはできないでしょう。それなのに、僭主を殺害する者にはあらかじめ褒賞が約束されている一方で、内乱を終息させる者に対しては、従おうとさえ思わないというのは、どうして道理にかなっていると言えるでしょうか。 さて、あなた方は自由であるとして自負し、もしこの国制にとどまることを許されないなら、不死になることさえ受け入れないほどに民主制を称賛しています。しかし、民主制をこれほど重んじながら、これに害を及ぼして共に平和に暮らすことを望まず、また、もし誰かが君主制を確立しようとするなら憤慨するだろうに、それよりも私が述べたほど多くの点において深刻であると示されている内乱を自ら進んで増大させ、さらに、もし事態がこのように進むなら、この見かけの自由を奪われる危険にさらされないはずがないということを推し量ることもできないというのは、どうして不条理ではないでしょうか。そして、もしあなた方が自発的に引き返さないなら、力ずくであなた方を救う別の者が現れるでしょう。なぜなら、支配者たちにとって、そのような事柄を無視したり、全く考慮に入れないでおいたりすることは許されないからです。したがって、他のいかなる理由のためでなくとも、少なくとも、自由な者として自分の望むことを行うというまさにそのことのために、現在のこれらの行いから手を引きなさい。あなた方が今それほど自信に満ちているのと同様に恐れることになり、かつての誇りを失うことのないように。実に、最もよく知られた例を現在のために用いることで、過去の歴史からこの益を得ることができます。そして、これらのことを他の誰かに向けて詳しく述べるのは、おそらく子供じみたことであったでしょうが、純粋なギリシア人であり、子供の頃からこれらのことの中で育ってきたあなた方に対しては、無益なことではありません。まず第一に、あなた方と同族の都市であるラケダイモン人の都市に目を向けてごらんなさい。彼らは、内乱を起こしている間は、近隣のどの都市よりも優れておらず、それどころか戦争においても、言われているように、大抵は敗北していました。しかし、リュクルゴスの言葉と法律によって安定すると、個々の都市に対しても全体に対しても、ギリシア人を率いるようになったのです。さらに、今度はアテナイ人のことを考えなさい。彼らは、内乱に陥っている間は、自分たち自身にも他者にも役に立つことができませんでしたが、僭主から解放されて互いに協調すると、最大の危機の際、自らの都市だけでなく、ギリシア全体をも解放したのです。そして指導権を握ると、一つの意志を持っている間は、陸でも海でも、ほとんどすべての人類に対抗していました。しかし、彼らが分裂すると、城壁は破壊され、船を引き渡すことになったのです。そして、民衆はこれほど大きな不幸を被り、追放され、再び帰還したとき、反乱を起こした者たちや自らと対峙した者たちに復讐することが可能であったにもかかわらず、個々の不満よりも都市の共同の安全を優先し、協調することを選んだのです。その結果、彼らは再び実権を取り戻し、ほとんどすべてのギリシア人を順次率いる立場に立ちました。内乱は都市にとってこれほど大きな悪であり、それをできるだけ早く終わらせたいと願うことは、これほど大きな善なのです。また、あなた方の先祖であるアルゴス人のことを思い出す必要があるなら、彼らもまた互いに混乱していた際、アテナイの使節たちが彼らのもとに到着し、自分たちがどのように自らの事柄を解決したかを説明したところ、彼らに従い、内乱を排除して再び一体となったと言われています。したがって、ロドスの人々よ、今や、これらすべての都市から共同の使節があなた方のもとに到着し、和解を呼びかけていると考えるべきであり、我々は、あなた方にとってあらゆる点で最善であると信じることを共に願い求めながら、彼らを代表して語っているのです。そして実際、あなた方はアテナイ人のようにする必要もなければ、あなた方に対して借金をした者たちとともに、信頼の証とされるだけのタラントンを共同で返済する必要もありません。むしろ、私が述べたこれらのことを心に留め、もはや一つや二つの都市に目を向けるのではなく、ギリシア人の共同の事柄、およびすべてのギリシア都市に目を向けるなら、無傷の思慮深さがあなた方の前に示されているのです。それらの都市にとっては、重装歩兵の密集陣形が対峙したわけでも、騎兵の大群が立ちふさがったわけでも、恐ろしいとされる他のいかなるものが原因でもなく、互いに対する内乱と不信、そして共同で同じことを考えず、また個々においても健全でないことが、これほど大きな転変の原因となったのです。そして、あなた方の誰もが、安全な状態にあると

構文注3 件
  1. 563ὡς οὐκ ἔστιν ὅπως, εἰ ταῦθʼ οὕτω πρόεισιν, οὐ κινδυνεύσετʼ

    二重否定の表現。οὐκ ἔστιν ὅπως に否定の οὐ が後続することで「〜しないことはあり得ない」「必ず〜することになる」という強い肯定を表す。条件節 εἰ ταῦθʼ οὕτω πρόεισιν がその間に挿入されている。

  2. 563τοῦ γʼ ὄντες ἐλεύθεροι ποιεῖν

    目的を表す属格不定詞 τοῦ ... ποιεῖν(前置詞 χάριν に支配される)の意味上の主語が、主節の主語(二人称複数、命令法 ἀπόστητε の主体)と一致するため、分詞 ὄντες とその補語 ἐλεύθεροι が属格ではなく主格になっている(主格同格)。

  3. 564ἀζήμιος ἡ σωφροσύνη πρόκειται

    形容詞 ἀζήμιος が主語 ἡ σωφροσύνη に対する叙述形容詞として機能しており、文字通りには「思慮深さは無傷のもの(不利益を伴わないもの)として提示されている」となり、副詞的に「損害を被ることなく、思慮深さを発揮することができる」という意味を表している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0284.tlg044.humanitext-grc2:563-564