§557εἰ μὲν οὕτως εἶχον, ὦ ἄνδρες Ῥόδιοι, τὸ σῶμα, ὡς ἐγώ τε ἂν ἐβουλόμην καὶ ὑμεῖς συνεύξεσθε, αὐτὸς ἂν ὑμῖν διαβὰς εἰς λόγους ἦλθον πολλῶν ἕνεκα·
罗得斯的人们啊,如果我的身体状况正如我所期望的那样,也如你们所共同祈祷的那样,我本会亲自渡海而来,为了许多原因与你们当面交谈。
ἐπεὶ δʼ ἴσως καὶ πρὸς ὑμᾶς ἀφῖκται λόγος ὡς διακείμεθα, ὑπὲρ μὲν τῶν κατʼ ἐμαυτὸν τοῖς θεοῖς ἐπιτρέπω, διʼ οὓς καὶ εἰς τοῦτον ἐσώθην τὸν χρόνον·
但是,既然或许关于我近况的消息也已传到你们那里,我便将我自己的事情托付给神明,多亏了他们,我才得以保全至今。
πρὸς δὲ ὑμᾶς ὑπόλοιπον ἦν πέμψαι τὸ βιβλίον, καὶ τοῦτον τὸν τρόπον συγγενέσθαι τὴν πρώτην.
至于你们,剩下的办法就是寄出这封信,并以此种方式开始我们的第一次交往。
εἰκότως δʼ ἂν οὐ περίεργος νομιζοίμην ἐν πατρίδος μοίρᾳ τὴν πόλιν ὑμῶν ἄγων.
如果我将你们的城市视为祖国,我自然不会被视为多管闲事。
Ἑλλήνων τε γὰρ οὐκ εἰς ἐσχάτους δοκοῦντα τελεῖν παντὸς τοῦ Ἑλληνικοῦ κήδεσθαι νομίζειν αὑτῷ προσήκειν οὐ μάταιος ὁ λογισμὸς, τῶν τε πρὸς ὑμᾶς ἰδίᾳ μοι δικαίων ὑπαρχόντων οὐδʼ ὑμεῖς ἐπιλέλησθε· ἀνθʼ ὧν καὶ λέγειν καὶ πράττειν ὁτιοῦν ἀξιῶν §558ὑπὲρ ὑμῶν δικαίως ἂν συγγνώμης τυγχάνοιμι.
因为一个被认为不属于希腊人中最卑微之列的人,认为自己应当关心整个希腊世界,这一想法绝非虚妄;而且你们自己也没有忘记我与你们之间私下的情谊和权益;为此,我希望能为你们做任何说和做的事,为了你们的利益,我理应获得宽恕。
ὃν μὲν οὖν τρόπον διετέθην ἐπὶ τῇ περὶ τὸν σεισμὸν συμφορᾷ καὶ ὁποῖόν τινα ἐμαυτὸν παρέσχον τοῖς πρεσβεύσασιν ὑμῶν εἰς Αἴγυπτον κατʼ ἐκείνους τοὺς χρόνους, παρʼ αὐτῶν κάλλιστʼ ἂν πύθοισθε.
至于在地震灾难时我的心情如何,以及那时我对你们派往埃及的使节表现出了怎样的态度,你们从他们那里最能清楚地了解到。
ἀγγελλομένων δέ μοι πολλῷ δεινοτέρων, εἰ οἷόν τε εἰπεῖν, τῶν νῦν, ὅτι ἀπιστεῖτε ὑμῖν αὐτοῖς καὶ διῄρησθε καὶ ταραχὰς οὐ προσηκούσας ὑμῖν ταράττεσθε, οὔθʼ ὅπως χρὴ πιστεύειν οὔθʼ ὅπως ἀπιστεῖν εἶχον.
但是,当传来关于现在情况的、如果可以这样说的话,比那时更可怕得多的消息时——即你们彼此不信任、分裂、并因不相称的纷争而陷入混乱——我既不知道该如何相信,也不知道该如何不信。
οἵ τε γὰρ ἀγγέλλοντες ὑμέτεροι πολῖται καὶ τἄλλα τῶν ἀξιοπίστων καὶ καθʼ ὑμῶν τὸ παραδέξασθαι ῥᾳδίως τοιαύτας αἰτίας οὐκ ἐνῆν.
因为那些报告消息的人是你们的同胞市民,且在其他方面也是值得信赖的人,但另一方面,对我来说,轻易接受针对你们的这种指责也是不可能的。
εἰ μὲν οὖν περιῆν Τέρπανδρος ὁ Λέσβιος, ἐκεῖνον ἂν ὑμῖν συνευξάμην ἐλθεῖν·
因此,如果莱斯博斯的泰尔潘德还活着,我本会祈求他来到你们这里。
ἐπεὶ δὲ λόγῳ ψιλῷ δεῖ πείσαντα καταστήσασθαι τὰ πράγματα, ἐμαυτοῦ τὸ ἀγώνισμα ποιοῦμαι.
但是,既然必须用纯粹的言辞来劝说并平息事态,我便将这视为我自己的战斗。
πρῶτον μὲν οὖν ἐκεῖνο ἐνθυμήθητε ὅτι ὑπὲρ μὲν ἄλλου τινὸς πράγματος οἷόν τέ ἐστι καὶ τοὺς ἐναντίους λόγους διελθεῖν, ὑπὲρ δὲ τῆς ὁμονοίας οὐδεὶς πώποτε ἠμφισβήτησε τὸ μὴ οὐ μέγιστον εἶναι τῶν ἀγαθῶν ταῖς πόλεσιν.
那么,首先请记住这一点:对于任何其他事情,人们甚至可以历数相反的论点,但关于和协,从未有人争辩过它不是城邦的最大福祉。
ἀλλʼ ὑπὲρ μὲν τῶν πολιτειῶν αὐτῶν καὶ τῶν ἐν αὐταῖς νομίμων χωρὶς ἕκαστοι φρονοῦσι, τὸ δʼ ἐν ἁπάσῃ τῇ πολιτείᾳ μηδὲν ἐναντιώτερον εἶναι στάσεως μηδʼ ὅ τι μᾶλλον τοῖς καθεστηκόσι λυμαίνεται, τουτὶ δʼ ὡσπερεὶ μιᾷ φωνῇ νενίκηκε.
然而,虽然对于政体本身及其中法律,人们各怀不同的想法,但在任何政体中,没有什么比内讧更对立,也没有什么比内讧更损害现有体制,这一观点就如同用同一种声音说话一般,赢得了普遍的赞同。
καίτοι πῶς οὐκ ἄτοπον περὶ αὐτοῦ μὲν τούτου πάντας συμφρονεῖν, ὡς καλὸν ἡ ὁμόνοια καὶ σωτήριον, ταύτης δὲ ἀμελήσαντας ἐρίζειν ἀλλήλοις ἀξιοῦν, καὶ ταῦτα ἀνήνυτα, καὶ τὰ μηδενὶ τῶν ἄλλων Ἑλλήνων ἢ βαρβάρων ἀγνοεῖν ἔχοντα καλῶς, ταῦτα ἐκφυγεῖν Ῥοδίους;
然而,既然大家在这个问题本身上都达成共识,即和协是美好且救命的,却又忽视了它,反倒执意彼此争吵,而且没完没了,以至于罗得斯人竟然避开(忽视)了那些其他希腊人或蛮族谁也不会不知道的道理,这难道不是很奇怪吗?
οὐ μὴν οὐδʼ εἰδέναι μὲν φάσκειν, ἑκόντας δὲ ὀλιγωρεῖν τῆς σωτηρίας ἀνθρώπινον.
再者,声称知道却又自愿忽视救赎,这绝非人类所为。
ἥδιστα δʼ ἄν μοι δοκῶ τοῦτʼ ἐπιτιμηθῆναι, ὡς ἀρχαῖα λέγων καὶ οὐδʼ ὁτιοῦν καινὸν εὑρηκώς.
对我而言,我最乐意因“说的是陈词滥调、没有任何新发现”而受到责备。
πῶς γὰρ οὐκ ἄτοπον τῷ μὲν λέγοντι μέμφεσθαι ὡς λίαν γνώριμα καὶ παλαιὰ καὶ πᾶσι δοκοῦντα συμβουλεύει, αὐτοὺς δὲ μὴ τολμᾶν χρῆσθαι τοῖς οὕτω φανεροῖς, ἀλλὰ μὴ μόνον πρὸς αὑτοὺς στασιαστικῶς ἔχειν, ἀλλὰ καὶ παντὶ τῷ μέχρι τούτου χρόνῳ διαφέρεσθαι;
因为,一方面指责说话者建议的是过于熟悉、古老且众人皆知的事,而另一方面,他们自己却不敢实践如此显而易见的事,不仅彼此间处于内讧状态,而且在至今为止的所有时间里都处于不和之中,这难道不是很反常吗?
ἐγὼ δʼ οὔτε τὸν σύμβουλον οὔτε τοὺς χρωμένους ἡγοῦμαι τοῦτο δεῖν σκοπεῖν, τὸν μὲν ὅπως ἐρεῖ ταῦτα ἃ μηδεὶς,
但我认为,无论是建议者还是采纳建议的人,都不应当考虑这一点,即建议者将如何说出那些无人说过的话,