Humanitext Reader

阿里斯·台德斯 · 论禁止喜剧 §511-512

喜剧低俗言行导致的道德败坏与城邦蒙羞

第 4 段,共 4 段 · 希腊语

内容简介

说话者谴责喜剧中言语和姿态的低俗,指出这会导致公民道德败坏并损害雅典的国际声誉。他通过质问那些乐于谩骂者究竟是出于戏谑还是认真,揭露了其伪善面目,并劝诫具有教养的雅典人应自重。

§511τοῦ δὲ τοσαύτη μὲν λέξεως μοχθηρία, τοσαύτη δὲ μελῶν ἀσέλγεια, ἔτι δὲ σχημάτων αἰσχύνη, κωμῳδία δʼ οὐδεμία ἐφίκοιτʼ ἂν τῶν τούτοις προσόντων κακῶν, τίς τρόπος ἡδονῆς;
然而,在此事中,言语的卑俗至此,歌词的放荡至此,乃至姿态的无耻亦至此(而没有任何喜剧能企及附随于这些事物的恶劣程度),这又算什么乐趣呢?
καὶ πότερον ὡς καλὰ ταῦτα ἀνέξεσθε;
你们难道会把这些当作美妙的事物而加以容忍吗?
καὶ τί τούτων αἴσχιον;
这些事物中还有比这更可耻的吗?
ἀλλʼ ὡς συμφέροντα ἀκούειν ἢ θεωρεῖν;
还是说,你们容忍它们,是因其听之视之皆有益处?
καὶ μὴν διαφθορᾶς γέ ἐστι συνθήματα·
恰恰相反,这正是堕落的表征。
ὅταν γὰρ εἰς συνήθειαν καταστῇ τοῦ κακῶς ἀκούειν ἀνὴρ ἢ γυνὴ καὶ τὰ χείριστα φέρειν τῶν ὀνειδῶν, εὐχερῶς ἀνίησιν ἡ γνώμη καὶ διδάσκεται πᾶς τις φαῦλος εἶναι, εἰ καὶ μὴ πρόσθεν ἦν, ἄλλως τε τούτων ὧν οὐδὲν πρὸς τὸν Διόνυσόν ἐστιν.
因为一旦一个男人或女人习惯了遭受恶名并承受最严厉的责难,其心智便会轻易松懈,人人都会学坏,哪怕他们此前并非如此,更不用说在这些与狄奥尼索斯毫无关系的事情上了。
ἀλλʼ ἔμοιγε καὶ τὸ τῆς παροιμίας εἰς τὰς τοιαύτας ἀβελτηρίας οὐχ ἥκιστα ἔχειν δοκεῖ.
但在我看来,这句谚语对于此类愚蠢行径倒是极其适用。
εἶεν·
且罢。
ἀλλʼ εἰς δόξης λόγον θαυμαστὰ, ὅταν ἐν τοῖς βαλανείοις, ὅταν ἐν τοῖς στενωποῖς, ὅταν κατʼ ἀγορὰν, ὅταν ἐν ταῖς οἰκίαις γύναια, παιδάρια, πᾶς τις ἐφεξῆς τοιαῦτα ἐπιμελῳδῇ;
但从声誉的角度来看,当在公共浴池、在窄巷、在市场、在自家的房屋里,妇人、幼童以及所有人都挨个吟唱此类曲调时,这难道是令人惊叹的美事吗?
καὶ πότερον τοὺς πολίτας μόνον ἐξέσται κωμῳδεῖν;
难道喜剧只被允许嘲弄本邦公民吗?
οὐκοῦν δεινὸν εἰ τῶν μὲν ξένων εἴσεσθε φείδεσθαι, ὑμῶν δʼ αὐτῶν οὐ τολμήσετε, ἀλλʼ οὕτως ἀνόμοιοι τοῖς Λακεδαιμονίοις ἔσεσθε ὥστʼ ἐκεῖνοι μὲν ἅπαντα ἀπόρρητα ἐποιήσαντο τὰ ἑαυτῶν, ὑμεῖς δὲ καὶ τὰ μηδὲν προσήκοντα λέγειν καθʼ ὑμῶν τοῖς βουλομένοις δώσετε.
如果你们懂得对外国人手下留情,却不敢对自己手下留情,这难道不令人愤慨吗? 你们将与拉刻代蒙人如此不同:他们将自己的一切事务都列为不可外泄的机密,而你们却把那些完全不该对自己说的丑事,双手奉送给任何想要议论的人。
ἀλλὰ νὴ Δία καὶ τῶν ξένων ἐπιληψόμεθα;
但是,誓死而言,难道我们也要对外国人下手吗?
πολλὴν ἄρα τὴν εὐποιίαν παρὰ πάντων καὶ τὴν ἐπιμιξίαν ἕξομεν·
那我们可真是要从所有人那里获得极大的好意与广泛的交往了!
ἦ που ῥᾳδίως μὲν οἱ πατέρες τοὺς υἱεῖς, ῥᾳδίως δὲ ἀδελφοὶ πρεσβύτεροι νεωτέρους κομιοῦσι δεῦρʼ ἐπὶ παιδείαν, παρʼ οἷς τοιαῦτʼ ἐστὶ τὰ ᾀδόμενα.
在那些吟唱此类歌谣的人们中间,父亲们又怎能轻易地把儿子,年长的兄长又怎能轻易地把弟弟,带到这里来接受教育呢?
οὐ παύσεσθε στηλιτεύοντες ὑμᾶς αὐτούς;
你们难道就不停止将自己钉在历史的耻辱柱上吗?
νὴ Δίʼ, ἀλλʼ ἀστεῖον τὸ τοῦ σκώμματος.
有人会说:“誓死而言,这嘲讽倒也雅致。
οὐκοῦν τοσούτῳ μᾶλλον οὐ πολλῶν, εἴπερ γε μὴ πολλοὺς τοὺς ἀστείους εἶναι δεῖ δοκεῖν.
”既然如此,那它就更不该属于大众,如果确实不该认为雅致之人人数众多的话。
ἡδέως δʼ ἂν ἐροίμην τοὺς χαίροντας τῷ λοιδορεῖν πότερον παίζουσιν ἢ σπουδάζουσιν.
我倒很想问问那些乐于谩骂的人,他们究竟是在开玩笑,还是在说真话。
εἰ μὲν γὰρ παίζουσι, τί προσποιοῦνται νουθετεῖν;
如果他们是在开玩笑,又为何要装作是在规劝?
εἰ δὲ σπουδάζουσιν, αὖθις αὖ πυθέσθαι καλὸν αὐτῶν πότερόν ποτʼ ἀληθῆ ταῦτα λοιδοροῦσιν ἢ ψευδῆ.
如果他们是认真的,那倒不妨再问问他们,他们所谩骂的这些事究竟是真是假。
εἰ μὲν γὰρ ἀληθῆ, τί μαθόντες οὐ χρῶνται τοῖς νόμοις;
如果是真的,他们到底发了什么疯而不去诉诸法律?
ἀλλʼ οὗ μὲν δεῖ λέγειν σιωπῶσιν, οὗ δὲ δεῖ σιωπᾶν λέγουσιν.
反而在该说的地方保持沉默,在该保持沉默的地方却大放厥词。
ἀλλὰ μὴν εἴ γε καταψεύδονται, ἀγαπᾶν εἰκὸς ἦν μὴ πάσχοντας κακῶς, οὐκ ἀγανακτεῖν, εἰ μὴ λέγειν §512κακῶς αὐτοῖς ἐξέσται.
可是,如果他们确实是在编造谎言,那他们自己既然没有遭受恶言,就理当感到满足,而不该因为不被允许谩骂他人而感到愤慨。
οἶμαι τοίνυν ἐγὼ πᾶσι μὲν ταῦτα συμβουλεύων ὀρθῶς ἂν ποιεῖν, οὐχ ἥκιστα δʼ ὑμῖν.
因此,我认为,向所有人提出这些劝诫,我的做法是正确的,对你们尤其是如此。
ὅσῳ γὰρ παιδείᾳ καὶ φιλανθρωπίᾳ προέχειν δοκεῖτε, τοσῷδε αἴσχιον ἃ μὴ χρὴ φαίνεσθαι διώκοντας.
因为你们在教养和人道关怀上显得越是卓越,在追求那些不该追求的事物时,给人的观感就越是可耻。

词汇与语法注释

  1. 511τοῦ δὲ — 中性单数指示代词 τοῦ 作为属格独立结构的逻辑主语,指代前文的“喜剧”或“喜剧的相关情况”,译为“然而在此事中,当……”。
  2. 511ὑμῶν δʼ αὐτῶν οὐ τολμήσετε — 前句中形成对比的动词不定式 φείδεσθαι(手下留情、宽容)在 τολμήσετε 之后被省略。整句意为“你们懂得对外国人手下留情,却不敢对自己[手下留情]”。
  3. 511τί μαθόντες — 疑问代词 τί 与 μανθάνω 的不定过去时主动分词连用的惯用表达,带有强烈的责备或惊异语气,意为“到底发了什么疯”、“究竟出于什么想法”。

引用这一段

阿里斯·台德斯, 论禁止喜剧 §511-512. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg040.humanitext-grc2:511-512

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。