Humanitext Reader

阿里斯·台德斯 · 论禁止喜剧 §509-510

假借教育之名的喜剧与其全面禁止的必要

第 3 段,共 4 段 · 希腊语

内容简介

演说者指出在节日期间由不合格的人自命为教育者并在喜剧中嘲弄他人的荒谬,论证现实中的喜剧实由私人恩怨和金钱欲望所驱使,因而主张应彻底禁止喜剧,以保护青年及城邦的声誉。

§509πληρώματα καὶ συλλήβδην ἔστιν εἰπεῖν τὴν ἀξίαν τοῖς βουλομένοις μεταχειρίζεσθαι δώσομεν·
人员,总而言之,其本身的价值,我们难道要交托给那些想要随意处置他们的人吗?
καὶ ὧν νηφόντων κατεγνώκαμεν, τούτοις μεθύουσι πιστεύσομεν;
而且,对于那些在清醒时被我们否定的人,我们难道要在他们醉酒时委以信任吗?
καὶ μὴν οὐδʼ ὁ καιρὸς παιδευόντων, ἀλλὰ παιζόντων εἰ μὲν βούλεσθε ὁ τῶν Διονυσίων, εἰ δὲ βούλεσθε, ὁ τῶν σάμων τῶν ἱερῶν καὶ τῶν παννυχίδων.
而且,这个时节绝非属于教育者,而是属于娱乐者——如果你愿意,可以说这是迪奥尼西亚节的时节,或者如果你愿意,可以说这是神圣的萨摩斯祭典和彻夜祭的时节。
ὥστε πῶς εἰκὸς ἐν ᾧ τῶν ὄντων διδασκάλων τοὺς παῖδας ἀφίεμεν, ἐν τούτῳ τοὺς μηδὲν προσήκοντας καὶ τοὺς ἑαυτοὺς εἰσποιοῦντας ἐφιστάναι, καὶ μηδὲ παρʼ αὐτοῦ τοῦ τόπου δύνασθαι μαθεῖν ὅτι ἄλογος ἡ προσποίησις.
因此,在我们让孩子们离开真正教师的同一时刻,却把那些毫无关系、强行介入的人安置在他们头上,甚至不能从这个地方本身学到这种伪装是荒谬的,这怎么可能是合理的呢?
δεῖ γὰρ τόν γε διδάσκαλον οὐκ εἰς τὰ θέατρα βαδίζειν κἀκεῖ νουθετεῖν· ταῦτα μὲν γὰρ ταῖς ἡδοναῖς καὶ ταῖς ψυχαγωγίαις ἀνάκειται·
因为教师至少不应该走到剧场里去在那里进行劝诫;因为这些地方是献给快乐和娱乐的。
ἀλλʼ εἰσὶ τόποι δήπουθεν ἐπώνυμοι τοῦ προσρήματος, οὗ δεῖ φιλοσοφεῖν, καὶ οὐδʼ ἐν τούτοις τοῦτον, οἶμαι, τὸν τρόπον χλευάζοντα καὶ κακῶς ἀνέδην ἀγορεύοντα, ἀλλʼ ὡς χρὴ τοὺς ἐλευθέρους παιδεύοντα καὶ προδιδάσκοντα πρὸς τοῖς ἄλλοις καὶ τὴν ἀσχημοσύνην φυλάττεσθαι.
但是,当然有以其名称命名的场所,人们应该在其中进行哲学探究,而且我认为,即使在这些地方,也不应该以这种方式嘲弄和肆无忌惮地恶言相向,而应当以适合自由人的方式进行教育,并在其他事情之外,预先教导他们防范不体面的行为。
καὶ μὴν εἰ μὲν τοὺς ἀσελγαίνοντας κωμῳδοῦντες τῶν ἄλλων ἀπείχοντο, τάχʼ ἄν τις λόγος ἦν· νῦν δὲ ἄρχεται μὲν τὸ πρᾶγμα ἀπʼ ἀρχῆς εὐπροσώπου, τελευτᾷ δὲ εἰς καλὸν οὐδαμῶς.
而且,如果他们在喜剧中嘲弄放荡之徒的同时,对其他人有所克制,也许还算有些道理;但事实上,这件事情起初看似体面,最终却绝无善果。
πολλοὶ μὲν γὰρ οὐδὲν προσῆκον αὐτοῖς ἀκούουσι κακῶς, εἰσὶ δʼ οἳ καὶ μηδένα λανθάνοντες ὅμως τὴν ἐν τῷ μέσῳ λοιδορίαν διαφεύγουσι.
因为许多人遭受了与自己完全无关的恶言中伤,而另一些人虽然无法瞒过任何人的眼睛,却依然免于公众的公开谩骂。
διὰ τί;
为什么?
ὅτι οὐ διδασκάλων οὐδὲ σωφρονιστῶν οὐδὲ βελτίους ποιεῖν βουλομένων τρόποις χρῶνται, αὑτοὺς γὰρ ἂν πρότερον ἐποίησαν βελτίους, ἀλλὰ καὶ πρὸς ἔχθραν καὶ πρὸς χάριν τὴν ἑτέρων, τὸν μὲν ἀργύριον αἰτήσαντες οὐ τυχόντες, τοῦ δʼ ἐρασθέντες οὐ πείσαντες, οὕτω ψέγουσι, καὶ πάλιν αὖ σιωπῶσι διὰ θάτερα, ὥστε οὐ τοὺς αἰσχρῶς ζῶντας φανεροὺς καθιστᾶσι.
因为他们采用的方法并不属于教师、规劝者或那些希望使人变得更好的人——因为若是那样,他们首先会让自己变得更好——相反,他们这样做是出于敌意或为了讨好他人:因为向某人要钱而未得,或爱慕某人而未能说服,便如此加以指责;而又因相反的原因保持沉默,以至于他们并没有让那些生活可耻的人暴露出来。
σκέψασθε δʼ οὑτωσὶ, τίνας μάλιστʼ εἰκὸς ἐξωνεῖσθαι τὰς κακηγορίας;
请这样考虑:最有可能出钱买通免受中伤的是哪些人?
ἆρʼ οὐ τοὺς τὰ τοιαῦτα συνειδότας ἑαυτοῖς φαίητʼ ἄν;
难道你们不会说是那些内心有愧于此类行径的人吗?
τίνας δʼ ὡς ἥκιστα τούτων φροντίζειν;
而最不在意这些的又是哪些人?
ἆρʼ οὐχ οἵτινες αὑτοῖς καὶ τοῖς βεβιωμένοις θαρροῦσι;
难道不是那些对自己和以往生活充满信心的人吗?
δῆλόν που.
这显然很清楚。
οὐκοῦν τἀναντία τῆς ὑποσχέσεως γίγνεται, οἱ μὲν ἀσελγεῖς καὶ αἰσχροὶ ἀθῶοι τῷ λόγῳ, κωμῳδοῦνται δʼ οὓς ἥκιστα δεῖ.
因此,结果与先前的承诺相反:放荡和可耻的人在言语上免受惩罚,而最不该被嘲弄的人却在喜剧中被取笑。
φέρε δὴ §510θῶμεν ἀμφοτέρους ἀναμὶξ ἀκούειν κακῶς, —οὐ γὰρ ἐκεῖνό γʼ ἂν σὺ φαίης, ὡς οὐδεὶς μή ποτʼ ἀκούσῃ κακῶς ἐπιεικὴς ὢν τοὺς τρόπους—οὐκοῦν οἱ μὲν δόξης ἠμεληκότες καὶ διεφθαρμένοι καθάπαξ ὑπὸ τῶν αἰσχρῶν ἐπιθυμιῶν οὐδʼ ὁτιοῦν δή που ζημιοῦνται, ἀλλὰ καὶ κέρδος ἂν θεῖντο ἀγαλλόμενοι τῷ φανεροὶ πᾶσι γίγνεσθαι, οἱ δὲ παρʼ ἀξίαν ἀγωνιζόμενοι πῶς οὐ πολὺ τῶν ἄθλων ἃ τῆς σωφροσύνης εἶναι χρὴ διαμαρτάνουσιν;
且让我们…… 让我们假定两类人混杂在一起遭受恶言中伤——因为你总不会说,品行端正的人绝不会听到恶言——那么,那些不顾声誉、完全被可耻欲望腐蚀的人,当然不会受到丝毫损害,反而会以此为乐,因其暴露在众人面前而视其为一种收获;而那些蒙冤受屈、苦苦挣扎的人,又怎能不大大失去本该属于克制的奖赏呢?
ὥστʼ οὐχ ἵνα βελτίους ὑμῖν ὦσιν οἱ νέοι, διὰ τοῦτο κωμῳδητέον, ἀλλʼ εἰ μηδενὸς ἄλλου χάριν, τούτου γε παυστέον τοῦ κωμῳδεῖν.
因此,并非为了让你们的青年变得更好才需要进行喜剧讽刺,相反,即使不为了别的,也至少应当为了这一点而停止这种讽刺,以便青年人能够毫无畏惧地追求更美好的事物。
ἵνʼ ἐξῇ τοῖς νέοις ἀσκεῖν ἀδεῶς τὰ βελτίω. τοὺς μὲν γὰρ δὴ φαύλους ἔνι δή που καὶ ἄλλως ἀμύνασθαι, τοὺς δʼ ἐπιεικεῖς ὅταν τοιαῦθʼ ὑβρίζωμεν, τίνʼ ἐροῦμεν λόγον;
因为对于恶人,自然可以通过其他方式予以惩治;但当我们以这种方式侮辱体面人时,我们又有什么理由可说呢?
οἷς γὰρ μηδὲ λόγον δίκης προσήκει λαγχάνειν, πῶς ἀνυπευθύνως γε ἀτιμοῦν τῷ βουλομένῳ δεδόσθαι προσήκει;
对于那些连在法庭上获得诉讼听证权利都不配的人,怎么可能合适给予他们免受惩罚、随意羞辱他人的特权呢?
εἰ τοίνυν κἀκεῖνό τις ὑμῶν ὑπείληφεν, ὅτι καὶ τῶν ἐπιεικῶν πολλοῖς αἱρετώτερον εἶναι δόξει ἀργύριον τοῦ μὴ κακῶς ἀκούειν προΐεσθαι, καὶ τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν αἰσχυντηλότεροι τοὺς τρόπους ὦσι, πῶς οὐ πανταχόθεν δῆλον ὡς δυσχερὲς ἡ κωμῳδία καὶ βέλτιον εἰσάπαξ ὑφʼ ὑμῶν κωλυθῆναι;
因此,如果你们当中有人认为,即使对许多体面人来说,为了不听恶言而舍弃金钱似乎也是更可取的——而且他们的品行越是具有羞耻感,就越是如此——那么,喜剧是一件有害的事情,由你们一劳永逸地予以禁止会更好,这难道不是从各个方面来看都很明显吗?
εἴ γε οἱ μὲν χρηστοὶ δυοῖν θάτερον, ἢ οὐ δόντες ἀκούσονται κακῶς, ἢ ὑπὲρ τοῦ μὴ ἀκοῦσαι κακῶς ζημιώσονται, χρήμασι τὰς βλασφημίας ὠνούμενοι· εἰ δὲ μηδὲν φροντίζουσιν ἀκούοντες κακῶς, τί ἔσθʼ ὃ πείσονται;
因为善良的人必须遭受两者之一:要么不给钱而被说坏话,要么为了不被说坏话而遭受损失,用金钱买通诽谤;但如果他们即使听到坏话也毫不介意,那么他们还会遭受什么损害呢?
ὅλως δʼ οὐκ ἔνεστι μὴ τῆς τῶν ἰδιωτῶν δόξης ἀπολαύειν κοινῇ τὴν πόλιν. ὁποῖοι γὰρ ἄν τινες ὦσιν οἱ κωμῳδούμενοι, τοιοῦτοι πολλάκις οἱ σύμπαντες ἔδοξαν εἶναι.
总的来说,城邦不可能不共同承受个体公民的声誉影响;因为无论那些在喜剧中被嘲弄的人是何种货色,整个公民群体往往也会被认为是何种货色。
σκέψασθε δὲ καὶ εἰς τοὺς πατέρας ὑμῶν τοὺς Ἀθηναίους ἀνενεγκόντες, οὓς αἱ μὲν ἄλλαι συγγραφαὶ κοσμοῦσι σχεδὸν ὡς εἰπεῖν ἅπασαι, μόνη δὲ ἡ κωμῳδία διέσυρε καὶ παρέσχε τοῖς βουλομένοις βλασφημεῖν ἔτι νυνὶ λαβάς· ἔδοξαν γὰρ αὐτοὶ παρʼ αὑτῶν ἐξελέγχεσθαι.
你们也可以通过追溯你们的先辈雅典人来思考这一点:几乎所有其他的著作可以说都在赞美他们,唯独喜剧对他们百般诋毁,甚至直到今天还给那些想要恶意中伤的人提供了把柄;因为他们似乎是被他们自己的口供所揭露了。
καὶ ὅσον μὲν, ὦ γῆ καὶ θεοὶ, τὸ μέσον τῆς τε νῦν κιβδηλίας καὶ ὁπόση τις ἔν γε ταῖς καλουμέναις παραβάσεσι νουθεσία καὶ παίδευσις ἐνῆν ἐῶ λέγειν.
而,哦,大地和神明啊! 在如今的虚妄不实与在所谓“歌队道白”中曾经包含的规诫与教育之间,有着多么巨大的鸿沟,对此我就不予赘述了。
ἀλλʼ οὖν τό γε τῆς παροιμίας ἐξ ἀξίου τοῦ ξύλου καὶ πάσχειν ὑπῆρχεν, εἴ τῳ συμβαίνοι·
但无论如何,正如谚语所说,“从配得上的木头上”承受苦难,如果这种事发生在任何人身上的话,在过去是成立的。

词汇与语法注释

  1. 509πληρώματα — 紧接在前文“城邦的所有事物”之后的宾格名词,原本指船只的“乘员”或“补完物”,在此指代构成城邦的全体成员。
  2. 509ἐν ᾧ... ἐν τούτῳ — 时间关系从句结构。前者的 “ἐν ᾧ” 设定了时间(“就在我们将孩子们从真正的教师那里解放出来的时刻”),并与主句中的 “ἐν τούτῳ” 形成对比(“在同一时刻,却让毫无关系的人当他们的教师”),凸显其荒谬。
  3. 509ὧν νηφόντων... τούτοις μεθύουσι — “ὧν” 是关系代名词,指向先行词 “τούτοις”。分词 “νηφόντων”(属格)和 “μεθύουσι”(与格)在此作时间或状态的伴随状况,分别意为“当他们清醒时”和“当他们喝醉时”。
  4. 510οἷς γὰρ μηδὲ λόγον δίκης προσήκει λαγχάνειν — 关系代名词 “οἷς” 的先行词被省略,指代那些毁谤者或喜剧作家。“λόγον δίκης λαγχάνειν” 意为“在诉讼中获得陈述自己理由(或获得听证)的权利”。
  5. 510ἐξ ἀξίου τοῦ ξύλου — 来源于谚语的表达,字面意思是“从配得上的木头上(承受责打)”。在此隐喻过去的喜剧批评仅针对那些罪有应得、配受惩罚的对象(即“有分量的木头”)。

引用这一段

阿里斯·台德斯, 论禁止喜剧 §509-510. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg040.humanitext-grc2:509-510

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。