§507εἰδῆτε ὅτι οὐδὲν καινὸν λέγω, ἀλλὰ πάλαι ταῦτα ἀνωμολόγηται κἀν τοῖς νόμοις κἀν τοῖς ἔθεσι τοῖς κοινοῖς, ἐνθυμήθητε μὲν τῶν κηρύκων τὰς πρώτας φωνὰς εὐφημεῖν ταῖς πανηγύρεσι κελευόντων, ἐνθυμήθητε δὲ τῶν ἱερέων καὶ τῶν καταρχομένων ἡμῖν, ἐπειδὰν θύωμεν· ἔτι δʼ ὡς αὐτοὶ τοῦτο μάλιστα ἐπὶ ταῖς εὐχαῖς σπουδάζομεν.
……为了让你们知道我并非在谈论什么新鲜事,而是这些事早就已经在法律和共同习俗中达成了共识。 一方面,请你们记住传令官在节日里命令大家保持肃静、只说吉利话的第一声呼喊;另一方面,请记住我们在献祭时,祭司和为我们主持仪式的那些人的声音;此外,还要记住我们自己在祈祷时是如何最热切地追求这一点的。
καίτοι τίνʼ ἔχει λόγον ἡγεῖσθαι μὲν κάλλιστον ἁπάντων τὴν εὐφημίαν καὶ μάλιστα πρέπειν ἱεροῖς, ἄδειαν δʼ εἶναι τοῖς ἐθέλουσι βλασφημεῖν;
然而,一方面认为吉言避讳是所有事情中最美好、且最适合神圣仪式的,另一方面却对那些想要恶言中伤的人给予免责,这有什么道理呢?
καὶ θύοντας μὲν οὕτω κοσμίους εἶναι, οἷς δὲ τὰς θυσίας ποιοῦμεν θεοῖς, ἐπὶ τῇ τούτων προφάσει τὰ αἴσχιστα ἀκούειν καὶ λέγειν, καὶ τοὺς αὐτοὺς ἅμα μὲν δυσχεραίνειν ταῖς κακηγορίαις, ἅμα δʼ ὧν κακῶς ἀλλήλους ἀγορεύομεν προστάτας ποιεῖσθαι;
而且,献祭的人是如此规矩,但我们为其举行祭祀的神明,却以这些仪式为借口,去听和说最可耻的话;同样的一批人,一方面对恶言中伤感到愤慨,另一方面又将我们彼此中伤的人作为神明守护者,这又有什么道理呢?
καὶ μὴν εἰ μὲν φίλον αὐτὸ νομίζομεν τοῖς θεοῖς, τἀναντία ἡμῖν αὐτοῖς γιγνώσκομεν, φυλαττόμενοι ταυτὸν τοῦτο, ὁπόταν προσίωμεν τοῖς θεοῖς, εἰ δʼ ἐχθρὸν ἡγούμενοι χαίρομεν αὐτῷ, πῶς εὐσεβῶς διακείμεθα;
再者,如果我们认为这本身是神明所喜悦的,那么每当我们接近神明时又在防范这同一件事,我们不就与自己相矛盾了吗? 但如果认为它是神明所厌恶的,我们却又乐在其中,我们又怎能说是虔敬的呢?
ἢ πῶς διὰ τούτων τιμῶμεν τοὺς θεοὺς, ἃ τῶν θεῶν χάριν εἰκὸς ἦν φεύγειν;
或者,我们怎能通过这些本该为了神明而避免的事物来尊崇神明呢?
θαυμαστὸν δέ μοι φαίνεται, εἰ τὰς μὲν τῶν ὀρνίθων φωνὰς ὡς αἰσιωτάτας ἀξιοῦμεν ἡμῖν γίγνεσθαι, κἂν ἐπὶ τῆς ἐρημίας ὄντες, ἢ οὗ τύχοιμεν, τὰς δὲ παρʼ ἡμῶν αὐτῶν οὐδʼ ἐπὶ τῶν θεάτρων φυλαξόμεθα μὴ οὐ δυσχερεῖς εἶναι.
在我看来,令人惊异的是,我们要求鸟类的叫声对我们来说是最吉利的,即使是在荒野中,或者在我们可能在的任何地方;然而我们自己,甚至在剧场里,也不会防范我们自己的声音变得令人不快。
καὶ τοῖς μὲν τῆς Κληδόνος βωμοῖς προσιόντες βουλοίμεθʼ ἂν ὡς εὐφημότατʼ ἀκούειν, οὕτως ἰσχυρόν τι τὸ τῆς θεοῦ ταύτης ἡγούμεθα· ἃ δὲ μηδαμῶς ἀνέχεσθαι χρῆν, ταῦτα ταῖς ἑορταῖς ἀποδώσομεν·
我们在接近传闻女神的祭坛时,会希望听到最吉祥的话语,我们认为这位女神的力量是如此强大;但那些绝不该容忍的事,我们却要在节日里奉献出来。
καὶ τοὺς μὲν παῖδας κελεύομεν εὐστομεῖν, κἀν τοῖς διδασκαλείοις καὶ κατʼ οἰκίαν προδιδάσκοντες ὡς ἃ ποιεῖν αἰσχρὸν οὐδὲ λέγειν καλὸν, πάλιν δὲ εἰς ταυτὸν ἀθροίσαντες παῖδας καὶ γυναῖκας καὶ πᾶσαν ἡλικίαν κακηγορίας ἆθλα τίθεμεν, καὶ τοῖς ἄριστα ἐκμελετήσασιν ὅπως εἰς κέρδος ἔσται παρασκευάζομεν.
我们命令孩子们谨言慎行,在学校和家里都预先教导他们:做起来可耻的事,说起来也并不美好;然而,我们却再次将孩子、妇女和所有年龄的人聚集在同一个地方,为恶言设立奖赏,并为那些练习得最好的人提供获利的机会。
ἃ δὲ ποιήσαντας ἢ παθόντας οὐ θέμις εἴσω §508περιρραντηρίων παριέναι, ταῦτʼ ἐν μέσοις ἱεροῖς ᾁδομεν, καὶ θύειν μὲν ἃ μὴ χρὴ δυσσεβὲς ἡγούμεθα, τιμᾶν δὲ οἷς οὐ χρὴ τοὺς θεοὺς εὐσεβείας μέρει προστίθεμεν, καὶ τὴν εὐσχημοσύνην ἐπὶ μὲν τῶν ἄλλων τιμῶμεν, τῶν δʼ αἰσχρῶν ῥᾳδίως μὲν πάντα σχήματα ὁρῶμεν, ῥᾳδίως δὲ πάσας φωνὰς ἀποδεχόμεθα.
而那些做了或遭受了的人都不被允许进入圣水盘内侧的可耻之事,我们却在神殿的中央歌唱它们;我们一方面认为献祭不该献祭的东西是不敬的,另一方面却把用不该用的方式去尊崇神明看作是虔敬的一部分;我们在其他事情上尊崇体面,但在可耻的事情上,却毫无顾忌地观看各种姿态,毫无顾忌地接受各种声音。
κἂν μὲν εἷς τις ἀπᾴδῃ τῶν χορευτῶν, τοῦτον ἐκβάλλομεν, ἂν δʼ ἅπας ὁ χορὸς οὕτως ἀμούσως ᾁδῃ, ποιούμεθα κέρδος.
如果合唱队中有一人唱得不协调,我们就把他赶出去;但如果整个合唱队都唱得如此不悦耳,我们却以此为乐。
κἂν μὲν ὑπʼ ἄλλων οὕτως κακῶς ἀκούωμεν, ὀργιζόμεθα, ἂν δʼ ἡμᾶς αὐτοὺς τοῦτο ποιῶμεν, ἑορτὴν ἡγούμεθα ἀληθινὴν, οὕτω καὶ πρὸς τοὺς θεοὺς ἀλλοκότως καὶ πρὸς ἡμᾶς αὐτοὺς πολὺ τἀναντία ἢ προσῆκε διακείμεθα.
如果我们在别人那里听到这样难听的话,我们会感到愤怒;但如果是我们自己对自己这样做,我们却认为这是真正的节日。 这样,我们对神明、对我们自己,都抱持着极其怪异且与本分大相径庭的态度。
καίτοι τολμῶσί τινες λέγειν ὡς ἀγαθὸν τὸ κακῶς ἐξεῖναι λέγειν ἐν τῷ θεάτρῳ, τούς τε γὰρ κακῶς βεβιωκότας ἐξελέγχεσθαι καὶ τοὺς ἄλλους φόβῳ τοῦ κωμῳδεῖσθαι σώφρονας παρέχειν αὑτούς.
然而,有些人竟敢说,在剧场里允许恶言谩骂是一件好事,因为那些生活不检点的人会被揭露,而其他人则出于害怕在喜剧中被嘲弄而保持克制。
ἐγὼ δὲ πολλοῦ σφόδρα ἂν ἡγούμην ἀξίαν εἶναι τὴν μέθην, εἰ παιδεύειν οἵα τε ἦν ἀνθρώπους, ἀλλὰ μὴ τῶν χαλεπῶν ᾖ μεθύοντας αὐτοὺς ἑτέρους ποιεῖν σωφρονεῖν, καὶ πρὶν αὐτοὺς καταπαῦσαι, τοῖς ἄλλοις ᾁδειν ὅπως εἰς κάλλος βιώσονται.
但我认为,如果酗酒能够教育人类,我本会认为它极有价值;只要它不是那些困难的事情之一——即让那些自己喝醉了的人去使别人保持克制,并且在他们自己停止之前,向其他人歌唱他们将如何美好地生活。
τίς γὰρ οὐκ οἶδεν ὑμῶν ὅτι πρῶτον μὲν οὐ πολλῶν τὰ τοιαῦτα παιδεύειν, οὐ μᾶλλόν γε ἢ νόμους τιθέναι καὶ γνώμας ἐν δήμῳ λέγειν;
因为你们当中谁不知道,首先,用这样的事情来教育并非多数人的能力,就像制定法律和在公民大会上发表意见一样?
ἢ τὸν μὲν εἰς Κόρινθον πλοῦν οὐ παντὸς ἀνδρὸς εἶναι πιστεύσομεν, τὴν δὲ τοῦ βίου τοῦ παντὸς πορείαν ἥντινα καὶ διʼ ὧν δεῖ τῶν ἐπιτηδευμάτων ποιήσασθαι πᾶς ἀνὴρ εἴσεται καὶ πᾶς ἐπὶ τούτοις τοῖς οἴαξι καθεδεῖται τῇδε κἀκεῖσε κομίζων τοὺς νέους ὡς ἂν αὐτῷ δοκῇ;
难道我们相信“去往哥林多的航行并非人人皆可”,而关于整个人生的旅程,应当以何种方式、通过何种实践来进行,却人人皆知,且人人都会坐在这些舵轮旁,随心所欲地把青年人引向这儿或那儿吗?
καὶ τῶν μὲν ἀθλητῶν ἐγκρίσεις ποιοῦμεν, ὅπως αὐτῶν ὅστις φαῦλος ἑαυτὸν καταισχύνας ἀπίῃ καὶ δίκην ἅμα δοὺς ἐκ τοῦ σώματος, τοὺς δὲ τῶν σπουδαιοτάτων ἡγεμόνας καὶ διδασκάλους ἀπὸ πάντων μὲν ἐργαστηρίων, πάντων δὲ τῶν σπουδαιοτάτων οὑτωσὶ φαύλως ἐγκρινοῦμεν;
我们在运动员中进行选拔,以便他们当中表现差劲的人在羞辱了自己之后离去,并同时用身体接受惩罚;但对于最重要事情的引导者和教师,我们难道要从所有的作坊、所有最卑贱的来源中,如此草率地选拔出来吗?
διδασκάλων ἄρα αὐτοὶ δεῖσθαι δόξομεν.
那么,我们自己似乎就需要教师了。
καὶ θυρωροῖς μὲν οὐ πᾶσιν, ἀλλὰ τοῖς πιστοτάτοις χρώμεθα, ἵνα μή τις αἰσχύνη συμβαίνοι περὶ τὴν οἰκίαν, παῖδας δὲ καὶ γυναῖκας καὶ πάντα τὰ τῆς πόλεως
我们并非任用所有人做门卫,而是起用最忠实的人,以免家里发生什么羞耻的事;然而,孩子、妇女以及城邦的所有事物……