§504ἔστι μὲν οὐ σμικρὸν, ὦ ἄνδρες Σμυρναῖοι, πλεονέκτημα τῷ μέλλοντι πείσειν τὸ πρὸς ἡδονὴν εἶναι τοὺς λόγους τοῖς ἀκούουσι· τῶν δʼ ἐθελόντων νουθετεῖν μὴ ὅτι χρῶνται ταῖς γνώμαις οἱ πολλοὶ ῥᾳδίως, ἀλλʼ οὐδʼ ἀνέχονται §505τὸ παράπαν.
斯密纳的诸位,对于一个意图说服他人的人来说,使自己的言辞令听众感到愉悦,这不失为一个巨大的优势;然而,对于那些希望进行劝诫的人,大多数人非但不轻易采纳他们的意见,反而连容忍他们都完全做不到。
οὐ μὴν ἀλλʼ ὅσα μὲν τῶν πραγμάτων αὐτὰ ἐφʼ αὑτῶν παρακαλεῖ σπουδάζειν, οὐ δεῖ συμβούλου περὶ τούτων, ἀλλʼ ἡ φύσις πρὸς τὸ ἴδιον ἄγει πανταχοῦ, ἃ δὲ τῷ λόγῳ δεῖ διδαχθέντας ἢ διώκειν ἢ φυλάττεσθαι, ταῦτα δὲ τῷ συμβούλῳ καταλείπεται.
然而,对于那些因其自身性质就促使人们热心对待的事物,并不需要顾问,因为人的本性在任何地方都会导向自身的利益;但对于那些必须通过言语教导才能追求或防范的事物,则留给了顾问。
ὥστʼ ἄν τις ἀκούειν μὴ βούληται, τὸ συμβουλεύειν ἀναιρεῖ τῷ καθʼ αὑτὸν μέρει.
因此,如果有人不愿倾听,他就在自己这方面取消了被建议的可能。
ἔτι δʼ ἄλλους μέν τινας εἰκὸς ἀγροικίζεσθαι, ὑμᾶς δὲ, οἳ καὶ συνέσει καὶ τῷ πεπαιδεῦσθαι τοσοῦτον προέχειν δοκεῖτε, μὴ πρῶτον μὲν ὅλως εὐμενῶς ἔχειν πρὸς τὰς ἀκροάσεις τῶν λόγων, ἔπειτα ἄν τις τὰ βέλτιστα παραινῇ, μὴ κεχρῆσθαι μετὰ τοῦ χάριν πρὸς ἔχειν, ἕν γέ τι τῶν ἀτοπωτάτων, ὥς γʼ ἐμοὶ κρῖναι.
此外,其他某些人表现得粗鲁固然是意料之中,但对于你们这些在智慧和教养上都显得如此杰出的人来说,首先根本不愿善意地倾听言路,其次即使有人提出了最好的建议,也毫不心存感激地去采纳,这在我的判断中,至少是最荒谬的事情之一。
εἰ μὲν οὖν ἢ πόνους τινὰς ἢ πραγματείας ἔμελλον εἰσηγήσεσθαι, πρῶτον μὲν ἀγῶνος ἴσως ἂν ἔδει, ἔπειτα διδάσκειν ἐπειρώμην ἂν ὡς τῆς παραχρῆμα ψυχαγωγίας αἱρετώτερον τὸ συνοῖσον τοῖς ὅλοις.
因此,如果我打算提出某些劳苦或麻烦事,首先或许需要一番争辩,接着我也会试图说明,比起眼前的娱乐,对整体有益的事情更值得选择。
νῦν δὲ τοσοῦτον ἀπέχω τοῦ δυσχερὲς εἰσηγεῖσθαί τι, ὡς ταὐτὰ δὴ ταῦτα καὶ συμβουλεύσων ἥκω, μήτε λέγειν μήτʼ ἀκούειν δυσχερὲς μηδὲν, οὕτω πολλοῦ δέω πράττειν γέ τι ἢ συμβουλεύειν τῶν δυσχερῶν.
但现在,我远非要提出什么困难的事,我正是为了建议这些本身无论说还是听都毫无困难的事情而来的,我是如此远离去行使或建议任何困难的事。
ἄρξομαι δὲ ὅθεν καὶ ὑμεῖς ἄριστʼ ἂν ἀκολουθήσαιτε καὶ ἀπὸ τῆς ἐμαυτοῦ συνηθείας.
我将从你们最容易跟随的地方,并从我自己的习惯开始。
φημὶ δὴ χρῆναι τῷ μὲν Διονύσῳ τὴν ἑορτὴν ποιεῖν καὶ νὴ Δία τῇ γε Ἀφροδίτῃ καὶ τοῖς ἄλλοις ἅπασι θεοῖς, σπένδοντας καὶ θύοντας καὶ παιωνίζοντας καὶ στεφανηφοροῦντας καὶ τῶν εἰς εὐσέβειαν μηδὲν ἐλλείποντας.
我主张我们应当为狄奥尼索斯举行节日,因宙斯之名,也为阿佛洛狄忒以及所有其他神明举行,献酒、献祭、唱颂歌、戴花冠,在任何关乎虔敬的事情上都不留遗憾。
ἓν δὲ τούτοις ὃ πρόσεστι τοῖς μὲν πολλοῖς ἐπιεικῶς κεχαρισμένον, τοῖς δʼ ἐπιεικέσι πάντων ἀνιαρότατον, τοῦτʼ ἐκποδὼν ἀνελεῖν, λέγω τὰς βλασφημίας καὶ τοὺς κώμους τουτουσὶ τοὺς μεθημερίνους, καὶ νὴ Δία γε τοὺς ἐπὶ ταῖς παννυχίσι, καὶ μήτε ποιητὰς εἶναι τούτων μήτε ἀγωνιστὰς, μηδὲ παίζειν ἃ μὴ βέλτιον.
但伴随其中的一件事——这在大众看来相当讨喜,但在体面的人看来却是最令人痛苦的——我们必须予以根除,我指的是这些恶言和这些白天的狂欢,因宙斯之名,还有那些通宵节日里的狂欢,并且既不要有这些活动的创作者,也不要有表演者,更不要去玩弄那些无益的事。
ὡς ἔχει γε οὕτως, κακηγορίας ἄκοντας μὲν ἀκούειν οὐ τερπνὸν, ἑκόντας δὲ ἀνέχεσθαι μελέτη κακοηθίας· τοῦτο δὲ τῶν πρώτων εἰς μοχθηρίαν §506καὶ οὔτε ἰδιώτου μεῖζον οὐδὲν ἄν τις κατηγορήσειεν οὔτε πόλεως ἢ ὅτι χαίρει κακοῖς.
因为情况确实如此:违心地听人说坏话并不令人愉快,而心甘情愿地容忍它则是对恶意的一种锻炼;而这正是通往邪恶的第一步,无论是对于个人还是对于城市,人们都无法提出比“乐于见到恶事”更大的指责。
ὃ γὰρ ἔσχατον εἶναι δοκεῖ τῶν ἀνθρωπίνων ἁμαρτημάτων ὁ φθόνος, οὐκ ἔχων παραίτησιν, τούτου μετέχειν ἀνάγκη, καὶ τοῦτον αὔξειν ἐν αὑτῷ τὸν τῆς ἐπιθυμίας ταύτης ἐλάττω, σημεῖον δέ·
因为嫉妒似乎是人类最极端的罪过,无可推诿,一个屈从于这种欲望的人必然沾染上它,并在自己心中滋长它。
οὐδεὶς γοῦν οὓς ἀγαπᾷ καὶ οἷς ἀγαθόν τι συμβούλεται, τούτοις κακῶς ἀκούουσιν ἐφήδεται.
证据在于:至少没有人会在自己所爱、所祝愿其安好的人遭到恶言中伤时感到高兴。
περὶ μὲν οὖν αἰκίας καὶ βλάβης καὶ τῶν τοιούτων ἔξεστιν εἰπεῖν ὡς ἄκων τις ἔπραξε, τὸ δὲ τῆς κακοηθίας τοσοῦτον διενήνοχεν ὥστε πρῶτον μὲν ἐπώνυμόν ἐστι τῆς κακίας, ὡς οὐδεμίαν συγγνώμην ἐνδεχόμενον, ἔπειτʼ οὐδενὸς πράγματός ἐστι πρόσρημα, ἀλλὰ φύσεως μηδὲν ἄν τῳ χρηστὸν εἶναι συμβουλομένης.
因此,关于暴行和损害之类的事,还可以推说是非出于本意而为之;但恶意的情况则大不相同,以至于首先,它是以邪恶命名的,不容任何宽恕;其次,它不是指某一个行为,而是指一种不愿向任何人提出任何益处的天性。
ὥσπερ δʼ αὐτὸ πλεῖστον μετέχει κακίας ἀπὸ τῆς προσηγορίας ἀρξάμενον, οὕτως ἡ κακηγορία πάλιν αὐτοῦ πλεῖστον μετέχει μέρος ἐκ τῆς παρισώσεως ἀρξάμενον τῆς περὶ τοὔνομα·
正如恶意本身因其名称便包含了最大程度的邪恶,恶言也同样因其名称的相似性而包含了大部分的恶意。
οὕτως ἄμφω κακῶν καὶ φαύλων ἐστὶν ἀνθρώπων.
因此,两者都属于邪恶和卑劣之人。
ἀεὶ μὲν οὖν οἶμαι τὰ βέλτιστα προαιρετέον καὶ φρονεῖν καὶ λέγειν, ἐν δὲ ταῖς ἱερομηνίαις καὶ ταῖς ἑορταῖς πῶς οὐκ εἰκὸς ἅπασαν μὲν εὐφημίαν εἶναι προθυμεῖσθαι, πᾶσαν δὲ γνώμην ἀστειοτάτην, πάντας δὲ ὡς οἰκειότατα ἀλλήλοις ἔχειν, ὡς τῶν θεῶν ταύτην τὴν φιλίαν καὶ ὁμόνοιαν βραβευόντων, καὶ νομίζειν γε τὰς ἑορτὰς σχεδὸν ὡς εἰπεῖν φιλίας συνθήματα, καὶ μήτε θυσίαν οὕτω λαμπρὰν μήτε σπονδὰς κεχαρισμένας, ὧν οὐχ ἥδιον ἂν εἶναι τοῖς θεοῖς ἢ εἰ τὴν γνώμην ἐκ τῶν δυνατῶν ὡς βελτίστην παρεχοίμεθα.
因此,我认为人们应当始终选择思考和述说最好的事,而在神圣的月份和节日里,怎么会不应该力求一切吉言、使每种想法都极尽高雅、人人彼此亲如一家呢? 这就像是神明在主持这份友谊与和睦,甚至几乎可以说,我们要把节日看作友谊的契约。 而且,没有任何如此辉煌的祭祀,也没有任何如此令人愉悦的献酒,能比我们尽最大努力献上最美好的心意更让神明感到欢喜了。
καὶ μὴν τοῦ γε αἰδεῖσθαι τοὺς θεοὺς τί μεῖζον ἂν εἴη σύμβολον ἢ μηδὲν ἀπηχὲς μήτε λέγειν μήτε ἀκούειν ἐναντίων αὐτῶν;
再者,敬畏神明还有什么比在他们面前既不说也不听任何不谐之音更大的证明呢?
ἢ φίλου μὲν αἰδεσίμου παρόντος πολλὰ ἂν ὀκνήσαιμεν εἰπεῖν, κἂν εἴ τῳ δικαίως ἔχοιμεν λοιδορήσασθαι, τὰς δὲ τῶν θεῶν ἀκοὰς προστησάμενοι ῥᾳδίως οἱ μὲν ἐροῦμεν, οἱ δὲ ἀκουσόμεθα ἃ μηδʼ αὐτοὶ φαῖμεν ἂν εἶναι τῶν καλῶν, ἀλλʼ ὡς αἰσχρῶς ἔχοντα οὕτω διασύρομεν;
还是说,当一位受人尊敬的朋友在场时,即使我们有合理的理由去辱骂某人,我们也会犹豫而不说出许多话,但我们却把神明的耳朵当作挡箭牌,轻易地有人说、有人听那些我们自己都不会说是美好的、反而因其可耻而加以嘲弄的事?
ἵνα δὲ
但为了……