Humanitext Reader

阿里斯·台德斯 · 同盟演说二 §501-502

劝告忒拜人拒绝腓力并结盟捍卫自由

第 6 段,共 7 段 · 希腊语

内容简介

发言人劝说忒拜人拒绝倒向腓力并与雅典结盟,指出与腓力合作只会带来自我奴役和耻辱,而只有共同防御才是维护双方自由的唯一途径。

§501δυσχερὲς ἰσχυρίζεσθαι καὶ τὴν αἰτίαν εἰς ἕτερον τρέπειν, νῦν δʼ ὃν ἴστε καθʼ ἡμῶν παριόντα ἐπὶ τῷ ποιῆσαι τοῦθʼ ὅ τι ἂν δύνηται, τούτῳ συμπράττοντας ἑκόντας ὀφθῆναι;
忒拜人啊,那么,当时由于没有通过任何针对我们的决议(尽管强求这一点并把责任转嫁给他人是困难的),现在却被看见自愿与那个你们明知是为了尽其所能危害我们而前来的人合作,这难道是同一些人的行为吗?
καὶ μὴν εἰ μὲν ἀληθεῖς τις ἐκείνους εἶναι δοίη τοὺς λόγους ὑμῶν, οἷς ἀπολύεσθε τὴν μέμψιν, ὥσπερ ἡμεῖς γε πεπείσμεθα, οὐ μόνον αἰσχρὰ ταῦτα, ἀλλὰ κἀκείνοις ὑπεναντία· εἰ δὲ ψεύδεσθαι φήσετε, οὐχὶ πρέπονθʼ ὑμῖν αὐτοῖς ἀναθήσετε.
而且,如果有人承认你们那些用来洗刷指责的辩词是真实的,正如我们自己也确信的那样,那么这些行为不仅是可耻的,而且与那些辩词相反;但如果你们说自己当时在撒谎,那你们将给自己归于不相称的名声。
μὴ τοίνυν ἐξὸν καὶ τότʼ ἀληθεύειν δοκεῖν καὶ νῦν τὰ δίκαια πράττειν, τρία ταῦτʼ ἀνθέλησθε τὰ χείριστα, ἐξ ἀρχῆς τε κακοὶ γνώμην γενέσθαι περὶ ἡμᾶς καὶ ληφθέντες ἀναισχυντεῖν καὶ νῦν αὖθις ἐξεπίτηδες πονηρεύεσθαι, μηδʼ ἀνθʼ ὧν ἥκομεν ἡμεῖς ὑμῖν ἐθέλοντες τοῦ κινδύνου κοινωνεῖν, ἀντὶ τούτων ὑμεῖς Φιλίππῳ συνεμβάλλοντες ἐφʼ ἡμᾶς φανεροὶ γένησθε.
因此,既然当时可以显得说了真话,现在又可以行正义之事,就请不要选择这三个最坏的替代:起初对我们心怀恶念、败露时厚颜无耻、如今又再次故意作恶。 也不要因为我们愿意与你们共担危险而来到这里,作为回报,你们却被看见与腓力一同入侵我们。
οὔτε γὰρ τῶν ἀρχαίων κοινωνιῶν ἄξιον οὔθʼ, ἵνα πάντα τἄλλʼ ἀφῶ, τῆς παρούσης γνώμης ἡμῶν.
因为这既不配于我们过去的交往,也不配于我们现在的诚意(且免去其他一切不谈)。
ὅτι τοίνυν καὶ χεῖρον περὶ ὑμῶν αὐτῶν ἢ περὶ ἡμῶν βουλεύσεσθε ἀποκλίναντες πρὸς ἐκεῖνον ἐνθένδε λογίσασθε.
因此,通过偏向他,你们对自己的考虑将比对我们的考虑更为糟糕,请从以下这点来思考。
εἰ γάρ τις ἔροιθʼ ὑμᾶς ὑπὲρ ὅτου νῦν ἡμῖν ἐστι πόλεμος πρὸς Φίλιππον, ὑπὲρ τῆς ἐλευθερίας καὶ τοῦ μὴ ποιεῖν τὸ κελευόμενον πάντες ἂν οἶδʼ ὅτι φήσαιτε.
因为如果有人问你们,我们现在是为了什么与腓力开战,我知道你们所有人都会说,是为了自由和不听从命令。
εἶεν· πότεροι δὲ κρατήσουσιν, ἡμεῖς ἢ Φίλιππος, ἄδηλον οἶμαι παντὶ, πλὴν εἰ μὴ τοῖς θεοῖς.
好吧,但我们和腓力谁会获胜,我认为除了神明之外,对所有人都是不明确的。
οὐκοῦν ὅτʼ ἄδηλον εἰ κρατησόμεθα, ἄδηλον εἰ δουλεύσομεν;
因此,当不明确我们是否会被战胜时,不明确我们是否会成为奴隶吗?
καὶ μὴν ὅτι γʼ, ἂν πρόσθησθε Φιλίππῳ, τὸ κελευόμενον καὶ πεποιήκατε καὶ ποιήσετε παντὶ γνώριμον.
然而,如果你们倒向腓力,你们已经并且将会听从命令,这是人所共知的。
δεῖ γὰρ οἶμαι μετὰ τῶν ἄλλων ἕπεσθαι καὶ πράττειν ἃ ἂν ἐκείνῳ δοκῇ.
因为我认为,你们必须与其他倒向他的人一起,顺从并做他认为合适的事。
πῶς οὖν οὐ χείρους περὶ ὑμᾶς αὐτοὺς ἢ περὶ ἡμᾶς ἔσεσθε, εἴ γʼ ἃ τῷ πολέμῳ σφαλεῖσιν, ὃ μὴ γένοιτο, ἡμῖν ἀπόκειται, ταῦθʼ ὑμεῖς ἐν τῇ τοῦ ποτέροις δεῖ συμπολεμεῖν αἱρέσει πείσεσθε καὶ πρότερον δουλεύσετε πρὶν πότεροι κρατήσουσι γιγνώσκειν;
那么,如果战争失败后(愿这不要发生! )留给我们的命运,你们却在选择应该与哪一方共同参战时甘愿承受,并且在知道谁会获胜之前就先成为奴隶,你们怎么能不对自己做出比对我们还要糟糕的决定呢?
δύο γὰρ δή που, κἂν ἄλλο τι συμβαίνῃ, παρά γʼ ὑμᾶς κερδαίνομεν· πρῶτον μὲν τὸν χρόνον, ὃν περὶ τούτων ἀγωνιζόμεθα, ἔπειτα τὸ μὴ δοκεῖν ἡμῶν αὐτῶν ἑκόντες τὰ χείριστα κατεγνωκέναι.
因为即使发生其他任何事,我们相比于你们至少可以获得两点:第一是我们在为这些事情斗争期间的时间,第二是免于显得是我们自己自愿宣告了最坏的命运。
ὥσθʼ ἃ μὲν ἡ τύχη δίδωσιν ἀνεκτὰ τοῖς εὖ φρονοῦσι, τὸ δʼ αὑτοὺς τῶν χειρίστων §502ἑκόντας τιμᾶν οὐδὲν αἰσχύνης ἐλλείπει· καὶ γὰρ δικαίως αὑτῷ καὶ μὴ ποιεῖν εἰς ταυτὸν τελεῖ.
因此,命运所赐予的,对聪明人来说是可承受的,但自愿为自己选择最坏的却不缺任何羞耻;因为公正地对待自己与不这样做,并不会导致相同的结果。
καὶ μὴν εἰ μηδεὶς ὑμῶν ἄχρι τούτου νομίζει πρὸς Φίλιππον ἡμῖν εἶναι τὸν ἀγῶνα, ἄχρι τοῦ τὸ κελευόμενον ποιεῖν ἢ μὴ, ἀλλʼ ὑπὲρ αὐτοῦ τοῦ ἐδάφους καὶ τῶν ἐσχάτων ἔσεσθαι καὶ φύσει ταῦτα τοῖς ἀλλοφύλοις ὀφείλεσθαι, πρῶτον μὲν οὐκ εἰς καλὸν ὑμᾶς αὐτοὺς σχῆμα καθίστατε, ὅταν τῷ τοιούτῳ αὐτὰ συμπράττητε· ἔπειτα πῶς ὑμῖν γε θαρρεῖν ὑπὲρ τῆς ἐλευθερίας ἔξεστιν, ὅταν μηδὲ δουλεύειν ἀλλήλοις ἐξῇ, ἀλλὰ δέῃ καθάπαξ ἀπολωλέναι Φίλιππον, ἔγωγε προσθείην ἂν, ὦ Ζεῦ;
而且,如果你们中没有人认为,我们与腓力的斗争至今只是关乎听从命令与否,而是关乎领土本身和最极端的生存,并且这些灾难本性上是要由异族人带来的,那么首先,当你们与这样的人合作时,你们并没有使自己处于体面的境地;其次,当你们之间甚至不被允许互相服从,而是必须让腓力彻底灭亡(宙斯啊,我倒想补充上这一点)时,你们怎么可能对自由抱有信心呢?
τίς δὲ καὶ ὁ νοῦς ἔσται τῆς συμμαχίας;
而且,这种同盟又有什么意义呢?
εἰ μὲν γὰρ οὐκ ἐπιτρέψετε τούτῳ ταῦτα ποιεῖν, πῶς ἄξιον συνάρασθαι;
因为如果你们不容许他做这些事,怎么值得与他联手?
εἰ δʼ ἄχρι παντὸς συμπράξετε, πῶς ἄξια ταῦτα τοῦ Διονύσου καὶ τοῦ Ἡρακλέους, οἳ παρʼ ὑμῖν φύντες ὑφʼ ἡμῶν πρῶτον ἐθαυμάσθησαν;
但如果你们协助他到底,这又怎么配得上在你们那里出生、最先被我们崇敬的狄奥尼索斯和赫拉克勒斯?
οἷς νῦν ὑμεῖς πολλῷ δικαιότερον σπένδοιτʼ ἂν μεθʼ ἡμῶν καὶ ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἢ καθʼ ὑμῶν αὐτῶν καὶ τῶν ὑπʼ ἐκείνων προκριθέντων.
现在,你们与我们一同为了希腊人的自由而向他们献酒,要比针对你们自己以及他们所优选的事物,合理得多。
κἀκεῖνο μέμνησθε ὅτι νῦν Φίλιππος ὑμῶν ἐγγυτέρω ὥσπερ νέφος ἢ πῦρ, καὶ ὅτι οὐ διὰ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν βαδιεῖται, ἀλλʼ εἰς τὴν Ἀττικὴν διὰ τῆς Βοιωτίας.
并且请记住,现在腓力就像乌云或烈火一样逼近你们,他不会穿过阿提卡走向波伊奥提亚,而是会穿过波伊奥提亚走向阿提卡。
οὐ βαδιεῖται δὲ, ἐὰν οἵ τε θεοὶ τὰ δίκαια ποιῶσι καὶ ὑμεῖς σωφρονῆτε.
但是,如果神明主持公道,且你们保持明智,他就不会前进。
καὶ τὰ μὲν ἄλλα λόγους καὶ χρόνους ἐστὶν ἐνδεχόμενα, ἅττα ποτʼ αὐτῷ περὶ ἡμῶν πράττειν ἔπεισι, τοῦτο δὲ ὁρῶμεν, πρὸς τοῖς ὅροις ὑμῶν ἁνὴρ, οὐκέτʼ εἰς Φωκέας ἐμβάλλων ὥσπερ πρὸ τοῦ, ἀλλʼ αὐτοῖς ὑμῖν τὰ ὅπλα, ἐπισείων, πάντως ἐπιβησόμενος τῶν Θηβῶν, ἂν δέχησθε·
他打算对我们采取的其他行动,都还需要讨论和时间,但我们已经看到这一事实:那个人已经在你们的边境,不再像以前那样入侵福基斯,而是对你们自己挥舞武器,如果你们接纳他,他就无论如何都要踏上忒拜的土地。
ὁμοιότατον πείθων ὥσπερ ἂν εἰ δυοῖν ἀνδροῖν ἑστώτων ἐπιὼν τὸν μέσον καὶ πρὸ αὑτοῦ τοῦτʼ ἀνέπειθεν, ὅτι διʼ αὐτοῦ τὸ σιδήριον ὤσας ἀποκτενεῖ τὸν ἕτερον, αὐτοῦ δὲ ἀφέξεται.
这极像是有两个人站着,一个走近中间那人并说服他,说自己要把铁器穿过他的身体去杀死另一个人,但会放过他自己。
[καὶ ἐφʼ ὑμᾶς τὰ πρῶτα τῆς πληγῆς, ἡμεῖς δὲ δεύτεροι.
[打击的第一下在你们身上,我们是第二下。
] θώμεθα ὅ τι βούλεσθε ὄνομα τῷ πράγματι, ἢ δέξασθαι ἡμᾶς συμμάχους, ἢ γενέσθαι αὐτοὶ σύμμαχοι, οὐδὲν διοισόμεθα· τὸν δʼ ἐπʼ ἀμφοτέρους ἰόντα κωλύοιμεν ἀμφότεροι, μάλιστα μὲν, ὦ ἄνδρες Θηβαῖοι, τοῖς θεοῖς τοῖς κοινοῖς τῶν
] 无论你们想给这件事起什么名字,是接纳我们为盟友,还是你们自己成为盟友,我们都毫无异议;但让我们双方共同阻止那个向双方逼近的人,忒拜人啊,尤其是通过双方共同的……

词汇与语法注释

  1. §501δυσχερὲς — 此形容词延续了前一章末尾的句式。它对比了为过去的无作为辩护之困难(δυσχερὲς ἰσχυρίζεσθαι...),与如今被目睹与腓力合作的现状(νῦν δʼ ... ὀφθῆναι),这两个不定式均作为整体反问句的主语。
  2. §501ἐξὸν — 非人称动词 ἔξεστι 的中性单数宾格分词,用作宾格绝对结构,带有让步意味,译为“尽管是可能的”或“当被允许时”。
  3. §501εἰς ταὐτὸν τελεῖ — 意为“归于相同的结果”或“等同于同一件事”的惯用表达。其主语是两个不定式概念:δικαίως αὑτῷ(公正地对待自己)与 καὶ μὴ(以及不这样做)。
  4. §502ὥσπερ ἂν εἰ — 意为“正如……一样”的惯用词组,引入假设性对比。语气助词 ἂν 与后文表示非现实状况的直陈式过去时动词(此处为 ἀνέπειθεν)结合,构建了反事实的假设场景。

引用这一段

阿里斯·台德斯, 同盟演说二 §501-502. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg039.humanitext-grc2:501-502

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。