Humanitext Reader

阿里斯·台德斯 · 同盟演说二 §499-500

揭露腓力的欺骗与历史先例的警示

第 5 段,共 7 段 · 希腊语

内容简介

演讲者揭露了腓力要求背后的欺骗性,警告说他在击败雅典后也会攻击忒拜,并通过引用拉刻代蒙人过去的背叛以及对希奥人的严酷处置作为历史警示,呼吁双方建立强大的统一战线。

§499τὰς λαβὰς καὶ μὴ τἀκείνῳ συμφέροντα προκρῖναι.
夺取他的把柄,并且不优先选择对他有利的事情。
οὐ γὰρ εἴ τι δύσκολον ἡμῖν ὑπάρχει πρὸς ἀλλήλους, τοῦτʼ αὐτὸν ἄγει νῦν ὑπὲρ ὑμῶν ἀγανακτοῦντα, ἀλλʼ ἵνʼ ἀμφοτέροις ἀποχρήσηται, διὰ τοῦτο ταῦτʼ ἀναζητεῖ.
因为即使我们彼此之间存在某些嫌隙,这并不是促使他现在替你们感到愤慨的原因,而是为了将我们双方都利用殆尽,他才重新翻出这些旧账。
ὥσθʼ ὅσῳ ἂν πλεόνων εὐπορήσῃ, τοσούτῳ μᾶλλον ἀπιστητέον αὐτῷ.
因此,他获得的借口越多,我们就越不能信任他。
οὕτω τοίνυν οὐδʼ ἐκεῖνος ὑμῖν πιστεύει, ὥστʼ οὐχ ἁπλῶς αἰτῶν πέπομφε τὴν βοήθειαν, ὡς ἄν τις θαρρῶν τοῖς ὑπάρχουσιν, ἀλλʼ ἑλέσθαι φησὶν ὁπότερα βούλεσθε, ἢ συνεμβαλεῖν εἰς τὴν Ἀττικὴν, ἢ διεῖναι, ὡς ἄν τις μηδετέρου δικαίως τύχοι.
此外,他也不信任你们,因此他并非像一个对既有关系充满信心的人那样仅仅是来请求援助,而是说你们必须在两者中任选其一:要么共同入侵阿提卡,要么放他通过,这正像是一个无权合理获得其中任何一项的人。
λογίζεσθε γὰρ, εἰ μὲν, ὦ ἄνδρες Θηβαῖοι, συνεμβάλοιτε, καὶ τοῦτον τὸν τρόπον αὐτῷ χαρίσασθαι προέλοισθε, πλέονι χείρους γενέσθαι ἢ ʼκεῖνος ἐπήγγελκεν.
忒拜人啊,你们且想想,如果你们共同入侵,并选择以这种方式去取悦他,那么你们将变得比他所要求的还要恶劣得多。
ὅταν γὰρ ἐκεῖνος μὲν ἐξ ἴσου ποιῆται, ἄν θʼ ἡσυχίαν ἄγειν βούλησθε ἄν τε συστρατεύεσθαι, ὑμεῖς δὲ τὸ μεῖζον αἱρῆσθε, ὃ προστίθετʼ οἶμαι, τοῦτʼ εἰς ὑπερβολὴν φαυλότητος γίγνεται.
因为当他把你们保持中立还是共同参战视作等同(任由选择)时,而你们却选择那更为严重的一项——我认为这是主动向他投怀送抱——这便成了无以复加的卑劣。
καίτοι πῶς ἀνεκτὸν, ἢ πῶς δόξαν μετρίαν ἔχον, ὅταν μηδʼ ἀκούειν καθάπαξ τῶν δυναστῶν δέον, καὶ ταῦτʼ ἐπὶ τοῖς Ἕλλησι καὶ τοῖς ὁμοφύλοις, ὑμεῖς ὧν ἐφʼ ὑμῖν ποιοῦνται τὰ μείζω χαρίζησθε καὶ παρέρχηται τὴν χρείαν ἡ προδοσία;
然而,当你们根本不该听从统治者的话,况且这还是针对希腊人和同胞时,你们却向他们施予更大的恩惠(这正是他们为了支配你们而要求的),使得背叛超出了暂时的需要,这如何能被容忍,又如何能带来哪怕是过得去的名声呢?
ἀλλὰ μὴν εἴ γε διήσετε, οὐκ εἰς χάριν ὑμῖν, ἀλλʼ εἰς ἔγκλημα ἀφίξεται τῷ χρόνῳ.
然而,如果你们放他通过,这不会换来他对你们的感激,反而会随着时间推移变成一项罪名。
νῦν μὲν γὰρ οἶμαι τὸν καιρὸν θεραπεύων στέρξειν ἐπαγγέλλεται, εἰ δʼ ἀπαλλαγείη τῆς πρὸς ἡμᾶς ἔχθρας, πρόφασιν τὸ μὴ συστρατεύσασθαι ποιήσεται.
因为我认为,他现在只是因应时局而宣称自己感到满意;可一旦他解除了与我们的敌对状态,他就会把你们没有共同参战作为借口。
καὶ τοῦτο παρʼ αὐτῶν τῶν ἤδη συμβεβηκότων ἔξεστι μαθεῖν.
而这一点,从已经发生的事实本身就可以学到。
ὑμῖν γὰρ, ὦ ἄνδρες Θηβαῖοι, Λακεδαιμόνιοι τοῦτό ποτʼ ἐγκαλέσαντες τὸ μὴ συνεισβαλεῖν εἰς τὸν Πειραιᾶ εἰς πόλεμον κατέστησαν.
忒拜人啊,以前拉刻代蒙人就是拿“没有共同入侵比雷埃夫斯”这同一个借口指责你们,从而与你们开战的。
καὶ ὅτι παῖδες Λακεδαιμόνιοι πρὸς Φίλιππον εἰς δεινότητος λόγον καὶ τοῦ κακουργεῖν πάντες σύνισμεν δή που.
而且我想我们大家都知道,在狡诈和作恶方面,拉刻代蒙人跟腓力相比简直就像是小孩子。
καὶ μὴν κἀκεῖνο ἴσμεν περὶ Λακεδαιμονίων, ἐπεὶ καὶ τούτων ἐμνήσθην, ὅτι ἡνίκα μὲν τὸν πόλεμον τὸν πρὸς ἡμᾶς ἐπολέμουν, ὑπὲρ τῆς τῶν Ἑλλήνων ἔφασκον ἐλευθερίας πολεμεῖν, καὶ τούτῳ τοὺς πολλοὺς προσήγοντο·
况且,既然提到了拉刻代蒙人,我们也知道他们的另一件事:当他们对我们作战时,声称是为了希腊人的自由而战,并以此拉拢了大多数人;可一旦他们达到了目的,便首先转向他们自己的盟友,把战争转移到了那些人身上。
ἐπειδὴ δʼ ἔπραξαν ἃ ἐβούλοντο, ἐπʼ αὐτοὺς τοὺς συμμάχους πρώτους ἐτράποντο καὶ τὸν πόλεμον εἰς ἐκείνους μετέστησαν. §500Χίους μέν γε προθυμοτάτους τῶν νησιωτῶν περὶ αὐτοὺς γενομένους καὶ σχεδὸν πᾶσι τοῖς Ἕλλησιν ἄρξαντας τῆς ἀφʼ ἡμῶν ἀποστάσεως τὴν πολιτείαν καὶ τὰ τείχη παρείλοντο, καὶ τοσούτων φυγῶν καὶ σφαγῶν ἐνέπλησαν, ὥστε εἰρήνην αὐτοῖς εἶναι δόξαι πάσας τὰς τοῦ πολέμου ταλαιπωρίας·
的确,对于希奥人——他们曾是岛民中对拉刻代蒙人最热心支持的,并且几乎在所有的希腊人中率先背叛了我们——他们却夺取了其政体和城壁,并施加了如此多的流放和杀戮,以至于对希奥人来说,战争的所有苦难竟显得像是和平一般。
βασιλέα δὲ τὸν μέγαν ἐκ γῆς καὶ θαλάττης ἐπολιόρκουν, φρουρὰν δʼ ἐφʼ ὑμᾶς ἔφαινον, καὶ μικρὸν ὕστερον εἰς Κόρινθον παρῆσαν.
他们还在陆地和海上围攻伟大的波斯国王,并对你们显露出要派遣驻军的势头,而不久之后他们就出现在了哥林多。
ἂν οὖν, ὦ ἄνδρες Θηβαῖοι, καὶ νῦν ὁ Φίλιππος ἴδῃ τὰ ἐν χερσὶν ἀφέντας περὶ τῶν ὕστερον βουλεύεσθαι, τὸν πρὸς ἡμᾶς πόλεμον θέμενος κατὰ νοῦν τοὺς Λακεδαιμονίους μιμῆται καί τινος εὐπορήσας προφάσεως, ἢ καὶ χαίρειν ἁπάσας τὰς προφάσεις ἐάσας, ἁπλῶς οὕτως ὑμῖν ἐπιχειρῇ, πότερον καθʼ ἡμῶν τῶν Ἀθηναίων αὐτῷ ταῦθʼ ὑπηρετηκότες εἶναι φήσετε, ἢ καθʼ ὑμῶν αὐτῶν;
忒拜人啊,因此,如果现在腓力也看到你们放弃眼前的事,去商议以后的事,并在按自己的意愿结束与我们的战争后,效仿拉刻代蒙人,找到某种借口,或者干脆抛开所有的借口,就这么直接进攻你们,你们会说自己为他效劳是为了我们,还是为了你们自己?
ποτέρως δʼ ἂν ἄμεινον ὦ πρὸς Διὸς αὐτὸν ἐφʼ ὑμᾶς ἐλθεῖν οἴεσθε καὶ προθυμότερον, πότερον εὐθενούντων ἡμῶν καὶ τὴν τάξιν ἐχόντων ἥνπερ νῦν, ἢ μόνων ὑμῶν λειφθέντων καὶ μηδενὸς ὄντος ἀφʼ ἡμῶν φόβου τῷ τι νεωτερίζειν ἐπιχειροῦντι;
指着宙斯发誓,你们认为在以下哪种情况下,他会更轻易、更积极地来进攻你们:是在我们繁荣昌盛并保持着现有的地位时,还是在只剩你们孤立无援,而对于企图图谋不轨者而言完全没有来自我们的恐惧时?
καὶ μὴν τοσοῦτόν γʼ ἐπίστασθε, ὅτι εἰ τότʼ ἐν τοῖς Ἕλλησιν ἐνίκησε τὰ λεχθέντα ὑπό τινων, ὡς χρὴ τὴν πόλιν ἡμῶν ἀνδραποδίσασθαι καὶ τὴν χώραν ἀνεῖναι μηλόβοτον, οὐκ ἂν ὅθʼ οἱ Λακεδαιμόνιοι τὴν ἐφʼ ὑμᾶς στρατείαν ἐποιοῦντο, ὡς οὕστινας ἔλθητε εἴχετε.
况且,你们至少懂得这个道理:如果当时某些人的提议在希腊人中胜出,即应当奴役我们的城市并将我们的土地废弃为牧羊地,那么当拉刻代蒙人对你们发动远征时,你们将没有任何人可以投靠。
νῦν δὲ τὸ σωθῆναι καὶ περιγενέσθαι τὴν πόλιν ἡμῶν εἰς δέον οὐ μόνον ὑμῖν, ἀλλὰ καὶ πᾶσιν, ὡς ἔοικε, τοῖς Ἕλλησι κατέστη.
可是现在,我们城市的得救和存续,不仅对你们,而且正如显而易见的那样,对所有的希腊人来说,都成了正合时宜的幸事。
οὐκοῦν εὔδηλον ὡς οὐδʼ εἰ νῦν τι πάθοιμεν, τὰ καθʼ ὑμᾶς ἀκίνδυνα, οὐδʼ εἰ μηδέπω πρότεροι κινδυνεύετε, ἀλλὰ μίʼ ἡμέρα τά τʼ ἐκεῖ, καλὸν γὰρ οὕτω λέγειν, καὶ τἀνταῦθʼ εἰς τὸ δέον καταστήσει.
因此,显而易见的是,即使我们现在遭遇不测,你们的处境也绝非安全,即便你们还不是首当其冲面临危险的人;相反,只需一天,就会使那边的事务和这边的事务都落入必要的结局。
σκέψασθε δὴ κἀκεῖνο ὅτι ὑμᾶς ᾐτιάσαντό τινες τὴν γνώμην ἐκείνην καθʼ ἡμῶν εἰπεῖν, ὑμεῖς δʼ ἐλθόντες παρῃτεῖσθε, λέγοντες ἀληθῆ, ὡς οὐκ ἀπὸ τοῦ κοινοῦ τῆς πόλεως ἡ ψῆφος ἠνέχθη, ἀλλʼ εἷς ἀνὴρ εἶπε συνεδρεύων· ὥστʼ οὔτʼ ἐγκαλεῖν εἴχομεν ἔτι, βοηθεῖν τʼ ἐψηφισάμεθα.
你们也想想那件事:当有人指责你们曾发表针对我们的那项意见时,你们前来解释并请求宽恕,说出了真相,即那一票并非出自城市的公意,而是一个参政会成员个人的发言;因此,我们便不再抱有怨言,并投票决定援助你们。
ἆρʼ οὖν, ὦ ἄνδρες Θηβαῖοι, τῶν αὐτῶν ἐστι τότε μὲν τῷ μηδὲν περὶ ἡμῶν ἐψηφίσθαι
忒拜人啊,那么,当时由于没有通过任何针对我们的决议……

词汇与语法注释

  1. 499προκρῖναι — 不定式 προκρῖναι 受前一个分节末尾的 ἡμέτερον τοίνυν ἐστὶν...(这是我们的职责)支配。与否定词 μή 连用,表示“不优先选择”。
  2. 499ὥσθʼ ὅσῳ ἂν πλεόνων εὐπορήσῃ, τοσούτῳ μᾶλλον ἀπιστητέον αὐτῷ — 使用了表示“越……就越……”的关联句式 ὅσῳ... τοσούτῳ。ἀπιστητέον 是无人称动形容词,其不信任的对象由与格 αὐτῷ 表示。
  3. 499πλέονι χείρους γενέσθαι — γενέσθαι 是受动词 λογίζεσθε 支配的带对格不定式结构,主语(ὑμᾶς)被省略。πλέονι 作为表示程度差异的与格,修饰比较级 χείρους,意为“变得糟糕得多”。
  4. 499ὑμεῖς ὧν ἐφʼ ὑμῖν ποιοῦνται τὰ μείζω χαρίζησθε — 关系代词 ὧ获得其先行词 τῶν δυναστῶν(统治者)的格吸引而变为属格。短语 ἐφʼ ὑμῖν ποιοῦνται 意为“他们使你们屈服(支配你们)”。
  5. 500εἰρήνην αὐτοῖς εἶναι δόξαι πάσας τὰς τοῦ πολέμου ταλαιπωρίας — 紧跟在 ὥστε(结果从句)后面的不定式结构。δόξαι 的主语是 πάσας τὰς τοῦ πολέμου ταλαιπωρίας(对格),而以 εἶναι 开始的不定式结构作为其补足语,意为“以至于战争的所有苦难对他们来说仿佛就是和平”。
  6. 500τῶν αὐτῶν ἐστι — 属格 τῶν αὐτῶν(同一批人)是表示特征或属性的描述性属格,意为“这是同一批人的所作所为(特征)”。

引用这一段

阿里斯·台德斯, 同盟演说二 §499-500. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg039.humanitext-grc2:499-500

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。