§503Ἑλλήνων πιστεύσαντες, οἷς ἡμεῖς τόνδε τὸν χρόνον λειτουργήσομεν—οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ ὑπὲρ τοῦ γένους τοῦ παντὸς ὁ ἀγὼν ἔσται καὶ ἱερῶν καὶ τάφων καὶ τῶν ὑπολοίπων ἐλπίδων, ὧν πολὺ δή που μᾶλλον οἴεσθαι χρὴ μέλειν τοῖς θεοῖς ἢ τῆς Φιλίππου πλεονεξίας—ἔπειτα καὶ τοῖς πρότερον παραδείγμασι χρώμενοι, ὅσον αἱ πόλεις ἠδυνήθησαν ἐν ταὐτῷ γενόμεναι.
希腊人的共同神明,信赖他们,我们在此后也将侍奉他们——因为这场斗争将不为了别的,而是为了整个民族,以及圣所、墓地和余下的希望,我们应当认为,神明对这些的关切无疑远甚于腓力的贪欲——其次,也凭借以前的先例,即当诸城邦联合在同一地方时,他们能发挥多大的力量。
καὶ γὰρ τὸ μήτε Φιλίππῳ προσγενέσθαι συμμάχους, ὥσπερ νῦν ὑμᾶς καθʼ ἡμῶν ἐθέλει λαβεῖν, ἡμᾶς τε ἀλλήλοις ὑπάρξαι μεγάλη ῥοπὴ καὶ μερὶς εἰς τὸ θαρρούντως δέχεσθαι τὰ ἀναγκαῖα.
因为既不作为盟友加入腓力(正如他现在希望争取你们来反对我们),又让我们彼此作为盟友存在,对于满怀信心地面对不可避免的事态,是巨大的精神支柱和力量。
καίτοι καὶ τοὐναντίον οὐχ ἧττον εἰκότως ὑμᾶς προτρέπει.
然而,相反的情况同样合乎情理地督促着你们。
εἰ γὰρ καὶ νῦν μεθʼ ἡμῶν γιγνομένοις ἔνι τις φόβος, ἦ που κομιδῆ καθʼ ὑμᾶς αὐτοὺς οὐ θαρρήσετε, ἄλλως τε κἂν τὰ ἡμέτερα ἐκποδὼν, ὃ μὴ συμβαίη, γένηται.
因为如果即使在现在与我们联合的情况下,你们仍有某种恐惧,那么当你们孤立无援时,想必完全无法保持信心,尤其是当我们的力量被排除在外时(愿这不要发生! )。
ἃ χρὴ πάντα συλλογιζομένους μὴ πρὸς ἀθυμίαν τρέψαι τὸν φόβον, ἀλλʼ εἰς τὸ προθύμως ἃ γένοιτʼ ἂν, εἰ ῥᾳθυμήσομεν, κωλῦσαι, καὶ μὴ τὸν κίνδυνον νομίζειν χαλεπὸν, ἀλλὰ τὸ μὴ κινδυνεῦσαι περὶ τηλικούτων.
衡量这一切,你们不应将恐惧转化为消沉,而应转化为热切地去阻止那些因我们懈怠而可能发生的事,并且不应认为危险是难以承受的,而应认为在如此重大的事情上不冒危险才是最糟糕的。
πῶς γὰρ οὐκ αἰσχρὸν, ὦ ἄνδρες Θηβαῖοι, ὑπὲρ μὲν τῆς Μεσσηνίων κατοικήσεως τοιοῦτον πόλεμον Λακεδαιμονίοις πολεμῆσαι, καὶ φιλοτιμεῖσθαι τῇ πόλει ταύτῃ διʼ ὑμῶν οἰκουμένῃ, καὶ ὑπὲρ τῶν ἐν Ἀρκαδίᾳ φίλων εἰς Πελοπόννησον διαβαίνειν, καὶ μηδʼ ἐκείνων ἐπιτρέπειν τοῖς βουλομένοις μεταγνῶναι, ἀλλʼ ὑπὲρ τοῦ καλοῦ καὶ δικαίου πάντα κίνδυνον αἱρεῖσθαι, ὑπὲρ δὲ τῆς ὑμετέρας αὐτῶν ἐλευθερίας ἅμα καὶ σωτηρίας, μᾶλλον δὲ καὶ τῶν ἄλλων Ἑλλήνων, μὴ τολμῆσαι προβαλέσθαι τὰ ὅπλα, ἀπαντήσαντας πρὸς τὰ ὅρια Βοιωτίας, ἀλλὰ καὶ τῶν ἐγνωκότων τοὺς Ἕλληνας ἐλευθεροῦν κωλυτὰς καὶ προδότας γενέσθαι, καὶ λυμήνασθαι μὴ μόνον τοῖς κοινοῖς πράγμασιν, ἀλλὰ καὶ τοῖς ὑμετέροις αὐτῶν ἔργοις, ἀφʼ ὧν βεβόησθε.
忒拜人啊,因为,为了美塞尼亚人的重建而与拉刻代蒙人进行如此规模的战争,并以这座城市因你们而得以重建为荣,又为了阿卡迪亚的盟友而渡海进入伯罗奔尼撒,且不容许那些想要改变心意的人,而是为了美好与正义选择一切危险,但为了你们自己的自由与安全,甚至也是为了其他希腊人的自由与安全,却不敢拿起武器,在波伊奥提亚的边境迎战,反而成为那些立志解放希腊的人的阻碍者和叛徒,不仅损害了共同的事业,还损害了你们自己以此成名的功绩,这怎能不说是可耻的呢?
πολλὰ δὲ λοιδορησαμένων ἡμῖν Θετταλῶν καὶ Πύθωνος ἐν τοῖς λόγοις, Θετταλοὺς μὲν ἐάσωμεν· ἱκανὴ γὰρ ἣν Φιλίππῳ διδόασι δίκην, ὥστʼ οὐ χαλεπαίνειν αὐτοῖς ἄμεινον ἢ §504συνάχθεσθαι καὶ συνεύχεσθαι γενέσθαι γνώμης κυρίους.
虽然色萨利人和皮同在言辞中对我们进行了许多辱骂,但让我们且不提色萨利人;因为他们向腓力支付的代价已经足够,因此对他们生气还不如同情他们,并与他们一同祈祷他们能成为自己意志的主人。
ὑμεῖς δὲ τοσοῦτον ἐνθυμεῖσθε, ὅτι, ἂν μὲν ἡμῖν πείθησθε, ἡμῖν ὁμοίως διακείσεσθε, ἐὰν δὲ Θετταλοῖς, τούτοις.
但你们要记住这一点:如果你们服从我们,你们的处境将与我们相同;如果服从色萨利人,则与他们相同。
οὗτοι μὲν τοίνυν τετραδαρχίας οἴκοι καταλιπόντες ἥκουσιν, ἡμεῖς δʼ οὐδένα δεσπότην πλὴν τῶν νόμων εἰδότες.
这些人是在本国留下了四政官制而来到这里的,而我们除了法律之外不知道任何主人。
καὶ μὴν καὶ κατʼ αὐτοὺς τοὺς λόγους οὗτοι μὲν ταῦτα συμβουλεύουσιν ἐξ ὧν βεβαιότερον δουλεύσετε, ἡμεῖς δʼ ἐξ ὧν τὴν ὑπάρχουσαν εὐδαιμονίαν αὐξήσετε.
而且,甚至在言辞本身中,他们建议的是那些能让你们更稳固地成为奴隶的事,而我们建议的则是能让你们增进现有幸福的事。
ἀλλὰ μὴν πρὸς Πύθωνα τὸν χρηστὸν μικρὰ ἀποκρινούμεθα.
然而,对于高尚的皮同,我们将做简短的回答。
οὗτός ἐστιν, ὦ ἄνδρες Θηβαῖοι, Βυζάντιος· καὶ σκέψασθε μὴ πόρρωθεν ἡμᾶς οἵτινες φύσιν, καὶ ταῦτα οὐδαμῶς φιλικῶς ἡμῖν ἐκ τῶν ἔμπροσθεν δοκεῖ μένειν, ἡμεῖς τε οἱ Ἀθηναῖοι καὶ οὗτος, ἀλλʼ ἀπʼ αὐτῆς τῆς τούτου πατρίδος.
忒拜人啊,他是拜占庭人;请不要从远处,而是从他自己的祖国本身来审视我们双方具有怎样的天性,尤其是鉴于过去我们之间似乎没有留下任何友好的关系,我们阿联人与他。
οὗτος μὲν τοίνυν τοὺς οἴκοι προδοὺς Φιλίππῳ ζῇ, ἡμεῖς δʼ ἐπὶ Βυζάντιον ἐλθόντος Φιλίππου βοηθήσαντες ἐλύσαμεν τὴν πολιορκίαν καὶ τὴν πόλιν διετηρήσαμεν.
那个人靠背叛本国的同胞给腓力而活着,而我们,在腓力进攻拜占庭时前去救援,解除了包围并保全了该城。
οὗτος μὲν οὖν ἃ τοῖς αὑτοῦ πολίταις εἰσηγεῖται τὸ καθʼ αὑτὸν, ταῦτα καὶ ὑμῖν προξενεῖ, δουλεύειν, ἀκροᾶσθαι τοῦ χείρονος, ἐν προσθήκης εἶναι μέρει· ἡμεῖς δʼ ἃ τοῖς τούτου πολίταις διʼ ἡμῶν ἐγένετο, ταῦτα καὶ ὑμῖν ἂν βουλοίμεθα, οἶμαι δὲ καὶ πολὺ μειζόνως, ὅσῳ τιμιώτερον ἡμῖν ἐξ ἀρχῆς τὸ τῶν Θηβαίων ἔδαφος καὶ πρὸς τὰ παρόντα πράγματα μᾶλλον τοῖς Ἕλλησιν ἐν καιρῷ.
因此,他现在要把他自己为本国公民引进的东西——成为奴隶、听从劣者、成为附庸——也带给你们;而我们则希望把通过我们带给他国公民的东西也带给你们,而且我认为会大得多,因为忒拜的土地自始至终对我们更为尊贵,且对当前的局势而言,对希腊人更为及时。
ἡμῖν μὲν οὖν καὶ λόγῳ καὶ ἔργῳ τὰ μὲν ἠγώνισται, τὰ δʼ, ὡς ἔοικεν, ἀγωνισθήσεται· ὥρα δὲ καὶ ἡμῖν ἤδη βεβουλεῦσθαι καὶ πρὶν ἰδεῖν Φίλιππον ὃ πράξετε ἐπιστῆναι μετὰ τῶν ὅπλων, ἵνʼ εἰδῇ σωζομένας τοῖς Ἕλλησι τὰς χεῖρας, ἕως ἂν Ἀθῆναι καὶ Θῆβαι συνασπίζωσιν.
因此,对我们来说,无论在言辞还是在行动上,有些事已经奋斗过了,而有些事,正如所显得那样,还将继续奋斗;而现在也是我们已经做出决定的时刻,并且在看到你们将做什么之前,就要拿起武器阻挡腓力,好让他知道,只要雅典和忒拜并肩作战,希腊人的拯救之手就依然存在。