§497κατηγορεῖν μὲν εἴ τι πρὸς ἀλλήλους ἡμῖν ὑπάρχει δύσκολον, εἰ δέ τι χρηστὸν νῦν πράξομεν συστάντες, ἀσχάλλειν καὶ μὴ συνιέναι τοῖς αὑτῶν λόγοις ἐλεγχομένους;
(如果我们彼此之间存在着任何嫌隙,就相互指责,而如果我们现在联合起来做一些有益的事,就感到恼怒,并且在被自己的言论驳倒时还不自知,)还有什么能比这更为荒谬的呢?
εἰ μὲν γὰρ ὀρθῶς ἐκεῖνα πέπρακται, τί κατηγοροῦσιν;
因为如果那些事做得对,他们为什么要指责?
εἰ δʼ ἡμάρτηται, τί οὐ τὰ βελτίω νῦν, ἐπειδή γʼ ἔξεστι, προαιρούμεθα;
但如果是犯了错,既然现在完全有可能,我们为什么不选择更好的做法呢?
ὥσπερ γὰρ ἐκεῖνα ἐπιτιμήσεως ἄξια, οὕτω τά γʼ ἐναντία τοῦ κρείττονός ἐστι λόγου.
因为正如那些事值得非难一样,相反的做法才符合更优越的道理。
ἡγοῦμαι δὲ νοῦν ἐχόντων εἶναι ὅσα μὲν τῶν ὑπαρχόντων καλῶς ἔχει, ταῦτα καὶ πρὸς τὸ λοιπὸν ἀξιοῦν μιμεῖσθαι καὶ τηρεῖν ὡς οἷόν τε διʼ ἀσφαλείας, ἃ δʼ οὐδʼ ὅλως πεπρᾶχθαι προσῆκε, τούτοις ὡς ἥκιστʼ ἀκολουθεῖν.
我认为,聪明人的做法应当是:对于现有事物中好的部分,认为在今后也值得效仿并尽可能安全地加以维护;而对于那些根本不应该做的事,则极力避免效仿。
οὐ γὰρ ἐπεξαμαρτάνειν ἦν ἄρα πάντων ἄριστον, ἀλλʼ ἐξ ἀρχῆς τὰ δέοντα βουλεύεσθαι, τούτων δʼ ἀμφοτέρων μέσον ἂν ἁμάρτημά τι συμβῇ, μεταγνῶναι.
因为,重蹈覆辙终究不是最好的选择,而是在一开始就规划好该做的事,作为这两者的折中,如果发生了某种错误,就要悔改。
καὶ μὴν εἰ μὲν ὥσπερ ἡμῖν πρὸς ὑμᾶς, οὕτω καὶ ὑμῖν εἰς ἡμᾶς πέπρακταί τινα δυσχερῆ, τί μᾶλλον ἡμῶν ἢ ὑμῶν ταῦτα κατηγορήκασιν;
再者,如果是像我们对待你们那样,你们对待我们也做过一些令人不快的事,那他们为什么要指责我们,而不是指责你们呢?
εἰ δʼ οὐδὲν πώποτʼ εἰς ἡμᾶς ἡμάρτετε, τοῦ χάριν νῦν ἀξιώσετε πρῶτον, ἐν ᾧ καὶ τὰ ὑμέτερʼ αὐτῶν συμπροήσεσθε;
但如果你们从未对我们犯过任何过错,为什么现在要首次决定犯错,而且在这过程中还会连带放弃你们自己的利益呢?
θαυμάζω δʼ εἰ παρʼ αὐτὰ μὲν τὰ ἐγκλήματα καὶ τὰ μέγιστα τῶν ἐναντιωμάτων ἡμεῖς τε παρʼ ὑμᾶς ἦμεν καὶ ὑμεῖς ἡμῖν ἐπεκέχρησθε, ἐπεὶ δʼ ἐκεῖνά τε τῷ χρόνῳ κεκούφισται καὶ ταῦτʼ ἐπʼ ἐκείνοις γεγένηται, εἶτʼ ἐξ ἀρχῆς ἀγανακτήσομεν, καὶ χωρὶς μὲν παραδείγματος σωφρονεῖν ἐπιστησόμεθα, τοσούτων δʼ ὑπαρχόντων οὐδὲν βελτίους ἐσόμεθα.
我感到惊奇的是,在那些指责和最大对立的紧要关头,我们和你们在一起,你们也与我们有往来;然而,当那些事随着时间流逝而减轻,这些事又接踵而至时,我们却要从头开始愤怒,并且在没有先例的时候我们尚且懂得保持理智,在有这么多先例存在的情况下,我们却没有任何长进。
ἀλλʼ εἰ μέν τις τοῖς ἑτέρων παραδείγμασιν ἐχρῆτο ὑπὲρ σωτηρίας, ᾤμεθʼ ἂν δεῖν προσέχειν, παρʼ ἡμῶν δʼ αὐτῶν ἔχοντες τοσαῦτα πῶς οὐ δεινὸν εἰ μὴ χρησόμεθα;
但是,如果有人为了安全而利用他人的先例,我们会认为应当加以关注;而我们自己拥有如此多的先例,如果不去利用,这难道不是很可怕吗?
καὶ μὴν εἰ μὲν ὅλως οὐδενὸς δεῖ μεμνῆσθαι, τοῦ χάριν ταῦτʼ ἀνακινοῦσιν;
而且,如果真的什么都不需要记住,他们为什么要重提这些事?
εἰ δʼ ὀρθῶς ἔχει, μνημονεύειν ἄμεινον τῶν ἐπὶ σωτηρίᾳ καὶ μὴ τὰ βελτίω παρέντας ἑκόντας ἔχεσθαι τῶν χειρόνων.
如果是对的,那么记住那些能带来安全的事显然更好,而不是自愿放弃更好的,去执着于更坏的。
ἡγοῦμαι δʼ εἰ πάντα τἀναντιώτατα ἡμῖν ἐπέπρακτο πρὸς ἀλλήλους, ἀφʼ οὗ τὰς πόλεις οἰκοῦμεν, καὶ πάντα πρὸς Φίλιππον ὑπῆρχεν οἰκειόταθʼ ὑμῖν ἄχρι τούτου, τήν γε παροῦσαν ἡμέραν εἰκότως ἂν ἅπαντα μεταστῆσαι.
我认为,即使自我们建城居住以来,彼此之间做过所有最对立的事,且直到现在你们与腓力之间的一切都最为亲密,光是今天这一天,也理所当然地会将这一切彻底改变。
ὁ μὲν γὰρ ἐφέστηκεν ὑμῖν τελευταῖα ταῦτα κελεύων βουλεύσασθαι, ἡμεῖς δʼ ἥκομεν συνδιαλύσοντες ἅπαντα τὸν κίνδυνον.
因为他正站在你们之上,命令你们对这最后的事务做出决断,而我们则是为了共同化解一切危险而来。
ὥστʼ εἴπερ §498ἔδει καὶ μνησικακεῖν, ἐκεῖνός γʼ οὐκ εἴα.
因此,如果真的有必要计较旧怨,他至少绝不会允许。
ἡδέως δʼ ἂν ἐροίμην τοὺς τἀναντία πρεσβευομένους, πότερον ἀπὸ τοῦ μέλλοντος χρόνου ταῦτʼ ἀξιοῦσι κριθῆναι, ἢ τοῦ παρελθόντος.
我很乐意问问那些持相反主张的使节们,他们是希望根据未来的时间来评判这些事,还是过去的时间。
εἰ μὲν γὰρ ἀπὸ τοῦ μέλλοντος, τὰ μὲν παρʼ ἡμῶν ἐλευθερία, σωτηρία, τὸ πρώτους ἐν τοῖς Ἕλλησι τετάχθαι, πάντʼ ἐστὶ τὰ κάλλιστα· τὰ δʼ ἐξ ἐκείνου τί τις ἂν λέγοι, πλὴν ὅσον αὐτῷ τρέπειν εἰς κεφαλὴν τοὺς θεούς;
因为如果是根据未来,我们这边所能带来的,是自由、安全、以及在希腊人中居于首位,所有这一切都是最美好的;而至于那个人所能带来的,除了祈求神明降祸于他自己的头上之外,谁还能说什么呢?
ἀλλὰ μὴν εἴ γʼ ἀπὸ τοῦ παρελθόντος χρόνου δεῖ κριθῆναι, δειξάτω πάνθʼ ὅσα πώποτʼ ἔπραξε Φίλιππος εἰς ὑμᾶς δυοῖν βοηθείαιν ἡμετέραιν ἀντάξια, τῆς τε εἰς Ἁλίαρτον προτέρας καὶ τῆς ἐπὶ τὴν φρουρὰν ὕστερον· ὧν ἡ μὲν τῆς Βοιωτίας, ἡ δὲ τῆς Καδμείας Λακεδαιμονίους ἐξήλασεν.
然而,如果是根据过去的时间来评判,就让他指出腓力为你们所做的一切,有什么能抵得上我们两次的援助:一次是先前对阿里亚尔托斯的援助,另一次是后来对卫戍部队的援助;前者将拉刻代蒙人赶出了波伊奥提亚,后者则将他们赶出了卡德梅亚。
ἆρʼ ὅμοια ταῦτα τῷ πρὸς Φωκέας βοηθῆσαι;
这些难道与援助福克斯人相似吗?
οὐκ ἴσθʼ ὅτι πρὸς μὲν ἐκείνους ἐκ περιουσίας ἠγωνίζεσθε, ἐν αἷς δʼ ἦτε ἀνάγκαις, τότε οὐδένων ἄλλων πλὴν ἡμῶν ἐδεῖσθε, παρεξετάζετε δὲ καὶ τίνες οἱ Φωκεῖς παρὰ τοὺς Λακεδαιμονίους καὶ πῶς ἔχοντες αὐτῶν ἑκάτεροι.
你们不知道,对待他们时你们是在绰绰有余的情况下战斗,而当你们处于困境之中时,那时你们除了我们之外不需要任何人的帮助吗? 你们也对比一下,福克斯人与拉刻代蒙人相比是什么样的人,以及他们各自处于什么状态。
οὐχ οἱ μὲν τῶν Ἑλλήνων ἄρχοντες, οἱ δʼ οὐδένων ἄμεινον πράττοντες;
一不就是希腊的统治者,而另一不就是不比任何人好过的人吗?
καὶ ἐῶ λέγειν ὅτι Λακεδαιμόνιοι μὲν ὡσπερεὶ διὰ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν ἐνέβαλον, τὸ ἄστυ παρεξιόντες ἡμῶν, καὶ ταῦτʼ ἀτείχιστον ὂν τὸ κατʼ ἀρχάς· Φιλίππῳ δʼ οὐδὲν ἦν πρᾶγμα ἀπὸ Φωκέων, ἀλλʼ ἐν μέσοις τοῖς αὐτὸς ἑαυτοῦ συμμάχοις εἶχε Φωκέας.
而且我不去说,拉刻代蒙人仿佛穿过阿提卡一般侵入波伊奥提亚,路过我们的城池,而且这在最开始还是在没有城墙的情况下;但对腓力而言,福克斯人并没有给他带来任何威胁,他只是把福克斯人置于他自己的盟友中间罢了。
ἀλλὰ μὴν οἰκειότερον μὲν τὸ μέλλον ἅπασι τοῦ παρελθόντος—τὸ μὲν γὰρ ἀπηλλοτρίωται καὶ οὔτε χεῖρον οὔτε βέλτιον ἄν τις πράξειεν ὑπʼ αὐτοῦ, τὸ δὲ μέλλον ἐπέρχεται—ἡμεῖς δʼ ἐξ ἀμφοτέρων τῶν καιρῶν τοσοῦτον νικῶμεν, ὥστʼ ἐν μὲν ἐκείνῳ πολὺ τούτου κρείττους περὶ ὑμᾶς γεγενήμεθα, ἐκ δὲ τούτου μία ψῆφος ὑμῖν ἀπόκειται μεθʼ ἡμῶν γίγνεσθαι.
然而,未来对所有人来说都比过去更为亲近——因为过去已经疏远,人们既不能因它而做得更坏,也不能做得更好,而未来正在迫近——而我们在两个时期都大获全胜,以至于在过去那个时期,我们对你们的表现比这个人要好得多,而在未来这个时期,还有一个决定与我们站在一起的选票留给你们。
οὕτως ἀμφοτέροις νικῶντες τῷ κυριωτέρῳ μειζόνως περίεσμεν.
像这样在两方面都获胜,我们在更为决定性的方面占据着更大的优势。
ἀλλὰ γὰρ ἕν τι χρηστὸν ὅμως τῆς πρεσβείας ἐστὶν αὐτοῦ.
然而,他的这次出使无论如何还是有一件好事。
δείκνυσι γὰρ ὅπως πεφόβηται τὰς πόλεις καὶ ὅτι συστάντων ἡμῶν οὐδʼ ἡντινοῦν ἐλπίδʼ ἔχει περὶ τῶν πραγμάτων.
因为它表明了他是如何害怕这些城邦,并且表明一旦我们联合起来,他对局势将不再抱有任何希望。
ἡμέτερον τοίνυν ἐστὶν ὁρῶντας τὸν φόβον αὐτοῦ καὶ ὅπη σαθρός ἐστι μηδὲν ἀνεῖναι ῥώμης, ἀλλʼ ἐπικεῖσθαι καὶ παρελέσθαι
因此,既然我们看到了他的恐惧以及他的虚弱所在,我们的职责就是绝不松劲,而是要紧逼并夺取……