← アイリオス・アリステイデス

同盟演説 2

§499-500

フィリッポスの欺瞞の暴露と歴史的先例の警告

弁論者はフィリッポスの要求に隠された欺瞞を暴露し、彼がアテナイとの戦争を終えた後にテーバイをも攻撃するであろうと警告する。さらに過去のラケダイモン人の裏切りや、キオス人への過酷な処分を先例として引き合いに出し、アテナイとの強固な共同戦線を訴える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§499

τὰς λαβὰς καὶ μὴ τἀκείνῳ συμφέροντα προκρῖναι.1 οὐ γὰρ εἴ τι δύσκολον ἡμῖν ὑπάρχει πρὸς ἀλλήλους, τοῦτʼ αὐτὸν ἄγει νῦν ὑπὲρ ὑμῶν ἀγανακτοῦντα, ἀλλʼ ἵνʼ ἀμφοτέροις ἀποχρήσηται, διὰ τοῦτο ταῦτʼ ἀναζητεῖ. ὥσθʼ ὅσῳ ἂν πλεόνων εὐπορήσῃ, τοσούτῳ μᾶλλον ἀπιστητέον αὐτῷ.2 οὕτω τοίνυν οὐδʼ ἐκεῖνος ὑμῖν πιστεύει, ὥστʼ οὐχ ἁπλῶς αἰτῶν πέπομφε τὴν βοήθειαν, ὡς ἄν τις θαρρῶν τοῖς ὑπάρχουσιν, ἀλλʼ ἑλέσθαι φησὶν ὁπότερα βούλεσθε, ἢ συνεμβαλεῖν εἰς τὴν Ἀττικὴν, ἢ διεῖναι, ὡς ἄν τις μηδετέρου δικαίως τύχοι. λογίζεσθε γὰρ, εἰ μὲν, ὦ ἄνδρες Θηβαῖοι, συνεμβάλοιτε, καὶ τοῦτον τὸν τρόπον αὐτῷ χαρίσασθαι προέλοισθε, πλέονι χείρους γενέσθαι3 ἢ ʼκεῖνος ἐπήγγελκεν. ὅταν γὰρ ἐκεῖνος μὲν ἐξ ἴσου ποιῆται, ἄν θʼ ἡσυχίαν ἄγειν βούλησθε ἄν τε συστρατεύεσθαι, ὑμεῖς δὲ τὸ μεῖζον αἱρῆσθε, ὃ προστίθετʼ οἶμαι, τοῦτʼ εἰς ὑπερβολὴν φαυλότητος γίγνεται. καίτοι πῶς ἀνεκτὸν, ἢ πῶς δόξαν μετρίαν ἔχον, ὅταν μηδʼ ἀκούειν καθάπαξ τῶν δυναστῶν δέον, καὶ ταῦτʼ ἐπὶ τοῖς Ἕλλησι καὶ τοῖς ὁμοφύλοις, ὑμεῖς ὧν ἐφʼ ὑμῖν ποιοῦνται τὰ μείζω χαρίζησθε4 καὶ παρέρχηται τὴν χρείαν ἡ προδοσία; ἀλλὰ μὴν εἴ γε διήσετε, οὐκ εἰς χάριν ὑμῖν, ἀλλʼ εἰς ἔγκλημα ἀφίξεται τῷ χρόνῳ. νῦν μὲν γὰρ οἶμαι τὸν καιρὸν θεραπεύων στέρξειν ἐπαγγέλλεται, εἰ δʼ ἀπαλλαγείη τῆς πρὸς ἡμᾶς ἔχθρας, πρόφασιν τὸ μὴ συστρατεύσασθαι ποιήσεται. καὶ τοῦτο παρʼ αὐτῶν τῶν ἤδη συμβεβηκότων ἔξεστι μαθεῖν. ὑμῖν γὰρ, ὦ ἄνδρες Θηβαῖοι, Λακεδαιμόνιοι τοῦτό ποτʼ ἐγκαλέσαντες τὸ μὴ συνεισβαλεῖν εἰς τὸν Πειραιᾶ εἰς πόλεμον κατέστησαν. καὶ ὅτι παῖδες Λακεδαιμόνιοι πρὸς Φίλιππον εἰς δεινότητος λόγον καὶ τοῦ κακουργεῖν πάντες σύνισμεν δή που. καὶ μὴν κἀκεῖνο ἴσμεν περὶ Λακεδαιμονίων, ἐπεὶ καὶ τούτων ἐμνήσθην, ὅτι ἡνίκα μὲν τὸν πόλεμον τὸν πρὸς ἡμᾶς ἐπολέμουν, ὑπὲρ τῆς τῶν Ἑλλήνων ἔφασκον ἐλευθερίας πολεμεῖν, καὶ τούτῳ τοὺς πολλοὺς προσήγοντο· ἐπειδὴ δʼ ἔπραξαν ἃ ἐβούλοντο, ἐπʼ αὐτοὺς τοὺς συμμάχους πρώτους ἐτράποντο καὶ τὸν πόλεμον εἰς ἐκείνους μετέστησαν.

敵の付け入る隙を奪い去り、あちらの利益になることを優先しないことである。というのも、我々の間にお互い何か困難なことがあるとしても、彼が今あなた方の代わりに憤慨して行動しているのはそのためではなく、むしろ双方を利用し尽くすために、このことを蒸し返しているのである。それゆえ、彼がより多くの口実を得れば得るほど、それだけ彼を信用してはならない。さらに、彼もまたあなた方を信用していない。それゆえ、既存の関係に自信を持っている者のように単に救援を求めて使節を送ってきたのではなく、あなた方が望むどちらか一方、すなわちアッティカに共に侵入するか、あるいは通過させるかを選べと言っている。これはどちらをも正当に要求する権利がない者のようである。テーバイの人々よ、考えてみなさい。もしあなた方が共に侵入し、このようなやり方で彼を喜ばせることを選ぶなら、彼が要求した以上に、はるかに悪い状態になるということを。というのも、彼があなた方が静観することを望もうと、共に戦うことを望もうと、それを同等のものとしているときに、あなた方がより重大な方を選ぶなら(それは彼に加担することになると私は思うが)、これは極端な卑劣さとなるからである。しかし、支配者たちの言うことなどそもそも全く聞くべきではなく、しかもそれがギリシア人や同胞に対してなされることであるのに、あなた方が、彼らがあなた方の判断に委ねていることのうちでより大きなものを恵み、裏切りがその場限りの必要性を超え出てしまうとしたら、どうして許されるだろうか、あるいは、どうしてまともな評判を得られるだろうか。しかしながら、もし通過させるなら、それはあなた方への恩義にはならず、時が経てば非難となるであろう。今は、状況に合わせて、満足していると彼は言っていると思うが、もし我々との敵対関係から解放されれば、共に従軍しなかったことを口実にするだろう。そしてこのことは、すでに起こった事柄そのものから学ぶことができる。テーバイの人々よ、かつてラケダイモン人はあなた方に、ペイライエウスへ共に侵入しなかったという、まさにこのことを咎めて、戦争を仕掛けてきたのだから。そして、フィリッポスに比べれば、ラケダイモン人など恐ろしさや悪だくみの点では皆子供のようなものであることを、我々は知っているはずだ。さらに、ラケダイモン人について、これについても言及したのだから、あのことも我々は知っている。すなわち彼らが我々に対して戦争を行っていたとき、彼らはギリシア人の自由のために戦っていると主張し、これによって多くの人々を引き入れたが、自分たちの望むことを成し遂げると、まず同盟国そのものに矛先を向け、戦争を彼らのところへと移したのである。

§500

Χίους μέν γε προθυμοτάτους τῶν νησιωτῶν περὶ αὐτοὺς γενομένους καὶ σχεδὸν πᾶσι τοῖς Ἕλλησιν ἄρξαντας τῆς ἀφʼ ἡμῶν ἀποστάσεως τὴν πολιτείαν καὶ τὰ τείχη παρείλοντο, καὶ τοσούτων φυγῶν καὶ σφαγῶν ἐνέπλησαν, ὥστε εἰρήνην αὐτοῖς εἶναι δόξαι πάσας τὰς τοῦ πολέμου ταλαιπωρίας·5 βασιλέα δὲ τὸν μέγαν ἐκ γῆς καὶ θαλάττης ἐπολιόρκουν, φρουρὰν δʼ ἐφʼ ὑμᾶς ἔφαινον, καὶ μικρὸν ὕστερον εἰς Κόρινθον παρῆσαν. ἂν οὖν, ὦ ἄνδρες Θηβαῖοι, καὶ νῦν ὁ Φίλιππος ἴδῃ τὰ ἐν χερσὶν ἀφέντας περὶ τῶν ὕστερον βουλεύεσθαι, τὸν πρὸς ἡμᾶς πόλεμον θέμενος κατὰ νοῦν τοὺς Λακεδαιμονίους μιμῆται καί τινος εὐπορήσας προφάσεως, ἢ καὶ χαίρειν ἁπάσας τὰς προφάσεις ἐάσας, ἁπλῶς οὕτως ὑμῖν ἐπιχειρῇ, πότερον καθʼ ἡμῶν τῶν Ἀθηναίων αὐτῷ ταῦθʼ ὑπηρετηκότες εἶναι φήσετε, ἢ καθʼ ὑμῶν αὐτῶν; ποτέρως δʼ ἂν ἄμεινον ὦ πρὸς Διὸς αὐτὸν ἐφʼ ὑμᾶς ἐλθεῖν οἴεσθε καὶ προθυμότερον, πότερον εὐθενούντων ἡμῶν καὶ τὴν τάξιν ἐχόντων ἥνπερ νῦν, ἢ μόνων ὑμῶν λειφθέντων καὶ μηδενὸς ὄντος ἀφʼ ἡμῶν φόβου τῷ τι νεωτερίζειν ἐπιχειροῦντι; καὶ μὴν τοσοῦτόν γʼ ἐπίστασθε, ὅτι εἰ τότʼ ἐν τοῖς Ἕλλησιν ἐνίκησε τὰ λεχθέντα ὑπό τινων, ὡς χρὴ τὴν πόλιν ἡμῶν ἀνδραποδίσασθαι καὶ τὴν χώραν ἀνεῖναι μηλόβοτον, οὐκ ἂν ὅθʼ οἱ Λακεδαιμόνιοι τὴν ἐφʼ ὑμᾶς στρατείαν ἐποιοῦντο, ὡς οὕστινας ἔλθητε εἴχετε. νῦν δὲ τὸ σωθῆναι καὶ περιγενέσθαι τὴν πόλιν ἡμῶν εἰς δέον οὐ μόνον ὑμῖν, ἀλλὰ καὶ πᾶσιν, ὡς ἔοικε, τοῖς Ἕλλησι κατέστη. οὐκοῦν εὔδηλον ὡς οὐδʼ εἰ νῦν τι πάθοιμεν, τὰ καθʼ ὑμᾶς ἀκίνδυνα, οὐδʼ εἰ μηδέπω πρότεροι κινδυνεύετε, ἀλλὰ μίʼ ἡμέρα τά τʼ ἐκεῖ, καλὸν γὰρ οὕτω λέγειν, καὶ τἀνταῦθʼ εἰς τὸ δέον καταστήσει. σκέψασθε δὴ κἀκεῖνο ὅτι ὑμᾶς ᾐτιάσαντό τινες τὴν γνώμην ἐκείνην καθʼ ἡμῶν εἰπεῖν, ὑμεῖς δʼ ἐλθόντες παρῃτεῖσθε, λέγοντες ἀληθῆ, ὡς οὐκ ἀπὸ τοῦ κοινοῦ τῆς πόλεως ἡ ψῆφος ἠνέχθη, ἀλλʼ εἷς ἀνὴρ εἶπε συνεδρεύων· ὥστʼ οὔτʼ ἐγκαλεῖν εἴχομεν ἔτι, βοηθεῖν τʼ ἐψηφισάμεθα. ἆρʼ οὖν, ὦ ἄνδρες Θηβαῖοι, τῶν αὐτῶν ἐστι6 τότε μὲν τῷ μηδὲν περὶ ἡμῶν ἐψηφίσθαι

実際、島国の人々の中で彼らに最も協力的であり、ほぼすべてのギリシア人に対して我々からの離反の先陣を切ったキオス人から、彼らは国制と城壁を奪い去り、非常に多くの追放と虐殺で満たしたため、キオス人にとっては戦争のあらゆる苦難が平和であるかのように思われたほどである。また、偉大な王を陸と海から包囲し、あなた方に対しては守備隊の派遣をちらつかせ、少し後にはコリントスに現れた。それゆえ、テーバイの人々よ、もし今回もフィリッポスが、あなた方が目の前にあることを放り出して、後々のことについて相談しているのを見て、我々との戦争を思い通りに片付けた後、ラケダイモン人を模倣し、何らかの口実を手に入れるか、あるいはすべての口実に別れを告げて、単にそのようにあなた方を攻撃し始めるとしたら、あなた方は、自分たちが彼にこのような奉仕をしたのは、我々アテナイ人に敵対してのことであったと言うだろうか、それともあなた方自身に敵対してのことであったと言うだろうか。ゼウスにかけて、彼があなた方に向かって進撃してくる際、どちらの状況において、より容易に、またより意欲的に来るとお考えか。我々が健在であり、今持っているのと同じ立場を維持しているときか、それともあなた方だけが取り残され、何か新しい企てをしようとする者にとって我々の側からの恐怖が全くないときか。さらに、次のことだけは知っているはずだ。もし当時、ギリシア人たちの間で、我々の都市を奴隷化し、その土地を羊の放牧地として放置すべきだという一部の者たちの主張が勝利を収めていたなら、ラケダイモン人があなた方に対する遠征を行った際、あなた方には赴くべき相手が誰もいなかったであろうということを。しかし実際には、我々の都市が救われ、生き延びたことは、あなた方だけでなく、どうやらすべてのギリシア人にとっても、好都合な結果となったのである。したがって、もし我々が今何か災難に遭うなら、あなた方の状況も安全ではないことは極めて明白であり、あなた方がまだ先には危険にさらされていないとしてもそうである。むしろ、たった一日が、あちらの事態も、こちらの事態も、然るべき状態に落ち着かせることになるだろう。そう言うのが良かろうから。さらにあのことも考えてみなさい。一部の者たちが、あなた方が我々に対してあの意見を述べたと非難したとき、あなた方は来て言い訳をし、その決定は都市の公的な決定によってなされたのではなく、会議に参列していた一人の男が語ったのだという真実を述べた。その結果、我々はもはや恨みを抱くこともなく、あなた方を救援することを議決したのである。そうであるなら、テーバイの人々よ、当時我々に対して決議を何もしなかったことと、

構文注6 件
  1. 499προκρῖναι

    不定詞 προκρῖναι は、前チャンクの末尾にある ἡμέτερον τοίνυν ἐστὶν...(〜は我々のなすべきことである)に支配されている。否定辞 μή を伴って「優先しないこと」を意味する。

  2. 499ὥσθʼ ὅσῳ ἂν πλεόνων εὐπορήσῃ, τοσούτῳ μᾶλλον ἀπιστητέον αὐτῷ

    「〜すればするほど、ますます〜」を表す ὅσῳ... τοσούτῳ の相関構文。ἀπιστητέον は非人称の動形容詞で、信頼の対象が与格(αὐτῷ)で示されている。

  3. 499πλέονι χείρους γενέσθαι

    γενέσθαι は動詞 λογίζεσθε に支配された対格不定詞句であり、主語(ὑμᾶς)は省略されている。πλέονι は「差の与格」として比較級 χείρους を修飾し、「はるかに悪くなる」という意味。

  4. 499ὑμεῖς ὧν ἐφʼ ὑμῖν ποιοῦνται τὰ μείζω χαρίζησθε

    関係代名詞 ὧν は τὰ μείζω にかかる部分属格(本来は ποιοῦνται の目的語 ἅ であるが、先行詞〈τούτων〉に格吸引されている)。ἐφʼ ὑμῖν ποιοῦνται は「あなた方の裁量(判断)に委ねる」の意。

  5. 500εἰρήνην αὐτοῖς εἶναι δόξαι πάσας τὰς τοῦ πολέμου ταλαιπωρίας

    ὥστε(結果節)に続く不定詞句。δόξαι の主語は πάσας τὰς τοῦ πολέμου ταλαιπωρίας(対格)であり、εἶναι 以下の不定詞句が δόξαι の述語となっている。「戦争のすべての苦難が、彼らにとって平和であるかのように思われた」の意。

  6. 500τῶν αὐτῶν ἐστι

    属格 τῶν αὐτῶν(同一の人々)は、「〜の属性・性質である」を示す記述的属格(性質の属格)。「同一の人々のすること(特徴)である」という意味を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 3 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0284.tlg039.humanitext-grc2:499-500