§495ἐφʼ ὑμῖν ὄντα, καὶ τοσούτῳ χείρους Φιλίππου γενέσθαι περὶ ὑμᾶς αὐτοὺς ὥσθʼ ὁ μὲν εἰ καὶ μὴ τοῦτʼ ἐβούλετο, ἀλλʼ οὖν τινά γʼ ὑμῖν ἔπραξεν εἰς καιρὸν, ὑμεῖς δʼ ὧν οὐκ ἂν ἔχοιτε μείζω, ταῦθʼ ἑκόντες εἰς ὑμᾶς αὐτοὺς ἐξαμαρτήσεσθε, καὶ τοσοῦτον ἀφέξετε τοῦ μιμεῖσθαι ἐκεῖνον, ὥσθʼ ὁ μὲν ὑμῖν τοὺς πολεμίους παρέδωκεν, ὑμεῖς δʼ ἐὰν ἃ πείθουσιν οὗτοι ποιῆτε, ὑμᾶς αὐτοὺς τοῖς πολεμίοις παραδώσετε.
[放弃]掌握在你们手中的事务。 并且对你们自己而言,变得比腓力对你们还要糟糕得多,以至于他,即使并非真心渴望如此,但至少在关键时刻为你们做了一些合适的事,你们却在那些无以复加的大事上,甘愿对自己犯下大错,并且你们将与效仿他相去甚远,以至于他把敌人交给了你们,而你们如果照这些人所劝说去办,就会把自己交纳给敌人。
τίνος οὖν ἕνεκʼ εἰπέ μοι λοιπὸν τῷ Φιλίππῳ χάριν ἕξετε, εἰ μηδὲν ὑμῖν τοῦ σώζεσθαι μέλει;
那么告诉我,如果你们根本不在乎自己的安全,今后你们究竟还要为了什么而对腓力心存感激呢?
ἐγὼ μὲν γὰρ ἐξ ἀμφοτέρων ἡγοῦμαι τῇ τότε κοινωνίᾳ τὴν νῦν ἐναντίαν εἶναι.
因为我认为,无论从哪一方面来看,现在的状况都与当时的联盟背道而驰。
εἰ μὲν γὰρ ὡς ἀληθῶς εὔνους ὢν ὑμῖν ἐκεῖνα προὐθυμεῖτο, αἰσχρὸν ἐκεῖνον μὲν ἐπαινεῖν τῆς προθυμίας, ὑμῶν δʼ αὐτῶν ἀμελῆσαι· εἰ δὲ πεῖρα καθʼ ὑμῶν ἦν καὶ παρασκευὴ τοῦ μέλλοντος χρόνου, δυοῖν, οὐχ ἑνὸς ὑμῖν ὀφείλει δίκην, τοῦ τʼ ἐπʼ ἐκείνων φενακίζειν καὶ τοῦ νῦν μεθʼ ὅπλων ἐπέρχεσθαι.
因为如果他当时真的是出于对你们的善意而热心于那些事,那么在称赞他的热心的同时却忽视你们自己,将是可耻的;但如果那是针对你们的一种尝试,并且是为将来做准备,那么他就欠你们两项惩罚,而非一项:既是因为当时欺骗了你们,也是因为现在全副武装逼近。
ὥστʼ οὐ διʼ ἐκεῖνα ταῦθʼ ὑπακουστέον, ἀλλʼ ὑπὲρ ἀμφοῖν τῇ τιμωρίᾳ χρηστέον ἡνίκʼ εἴληπται.
因此,不能因为过去那些事而屈从于他,而应该在抓住机会时,就这两件事对他施加惩罚。
εὖ δʼ ἂν ἔχοι τῇ πονηρίᾳ τοῦ Φιλίππου χρησαμένους ὃ πρόσεστι ζημίας αὐτῇ φυλάξασθαι.
如果能利用腓力的恶行,来防范其附带的危害,那将是件好事。
οὐδεὶς ἀντιλέγει τὸ μὴ οὐ δικαίως Φωκέας ἀπολωλέναι, ἀλλʼ οὐ διὰ τοῦτο δίκαιος πιστεύεσθαι Φίλιππος.
没有人否认福克斯人是罪有应得地毁灭,但腓力并不能因此就被认为值得信任。
ἀλλʼ εἴ τι δεῖ καὶ περὶ Φωκέων εἰπεῖν, τῷ μὲν καθʼ αὑτοὺς μέρει δικαίως ταῦτα πεπόνθασιν, ὅσα δʼ εἰς Φίλιππον οὐκ ὀρθῶς.
但如果也有必要谈谈福克斯人,那么在涉及他们自身的部分,他们遭受这些确实是罪有应得,但在涉及腓力的部分,则是非正义的。
ὅταν γὰρ μὴ τοῦ θεοῦ χάριν μηδʼ ὑμῶν, ἀλλʼ ὑπὲρ τῆς αὑτοῦ πλεονεξίας, ἣν ἐν ἅπασι δείκνυσι, φαίνηται ταῦτα συμπράξας, ἐκεῖνοι μὲν ἴσως δικαίως ἀπολώλασιν, οὗτος δʼ οὐχὶ δικαίως ἀνῄρηκε.
因为当显而易见他做这些并非为了神明,也非为了你们,而是为了他自己在万事中展现出的贪欲时,他们或许死得其所,但他却并非正当地消灭了他们。
μὴ τοίνυν τῷ Φωκέας εἰκότως ἀπολωλέναι τὰ ὑμέτερʼ αὐτῶν εἰκῆ πρόησθε, μηδὲ συγκαταγνῶτε ὑμῶν αὐτῶν παθεῖν ἅπερ Φωκεῖς.
因此,不要因为福克斯人理所当然地毁灭,就白白放弃你们自己的财产,也不要宣告你们自己去遭受福克斯人所遭受的厄运。
καὶ γὰρ ἐκείνους μὲν ἔχοιμεν ἂν εἰπεῖν ὡς προσήκοντα ἔπαθον πλημμελήσαντες περὶ τὸν θεὸν, ὑμεῖς δʼ ἀνθʼ ὅτου ταύτην ὑφέξετε νῦν τὴν δίκην οὐχὶ σύνισμεν ἡμεῖς γε.
因为对于他们,我们或许可以说他们因对神明犯下罪过而遭受了应有的惩罚,但至于你们,我们至少不知道你们现在是为了什么要承受这种惩罚。
δεινὸν δέ μοι φαίνεται καὶ τοῦτο εἰ Φωκεῖς μὲν ὤφειλον δίκην, ἐπειδὴ τὸ ἱερὸν τὸ ἐν Δελφοῖς §496κατέλαβον, ὁ δʼ οὐ μόνον τὸ ἐν Δελφοῖς ἱερὸν σεσυληκὼς, ἀλλʼ ἀντὶ μὲν τοῦ συλῆσαι τὸ ἱερὸν ἄγων τὰ Πύθια καὶ τοῖς Ἕλλησιν ἐξηγούμενος τὰ μηδὲν ἑαυτῷ προσήκοντα, ἀντὶ δὲ τοῦ τὸ ἐν Δελφοῖς μόνον συλῆσαι δύο μὲν καὶ τριάκοντα ὁμοῦ πόλεων ἱερὰ ἐπὶ Θρᾴκης οὐ σεσυληκὼς, ἀλλʼ ἀνῃρηκὼς, χωρὶς δὲ τούτων ἅπασαν τὴν Ἑλλάδα συλῶν καὶ οὐδὲν ἐξαίρετον ποιούμενος, οὐ νεὼς, οὐκ ἀναθήματα, οὐ τείχη, οὐχ ἵππους, οὐχ ὅπλα, οὐ χρήματα, οὐ σώματα, οὐ λιμένας, οὐ πολιτείαν, ἀλλὰ πάντα ὥσπερ ὑπὸ βροντῆς κινῶν, καὶ τὰ μὲν ἄρδην ἀφανίζων, τοῖς δʼ ὅ τι ἂν βούληται χρώμενος, οὗτος δʼ οὐχὶ δίκην ὀφείλειν δόξει τούτων, ἀλλʼ ὡς εὐεργέτης στεφανώσεται, καὶ ταῦθʼ ὑφʼ ὑμῶν, ὧν τῇ τάξει λελύμανται.
在我看来,这也是一件可怕的事,如果说福克斯人因为占领了德尔斐的神殿而应当受罚,而他,不仅掠夺了德尔斐的神殿,反而因掠夺神殿而得以主持皮提亚竞技会,并在毫不关己的事务上对希腊人发号施令;而且他并非仅掠夺德尔斐这一处,更在色雷斯不仅掠夺、甚至彻底摧毁了合共三十二个城市的圣所,此外还掠夺了整个希腊,不给任何事物以豁免——不是神殿,不是奉纳物,不是城墙,不是马匹,不是武器,不是财物,不是人身,不是港口,不是城邦体制,而是像被雷击一般动摇了一切,有的被彻底抹去,有的则任其为所欲为——他不仅不被认为应当为此受罚,反而要被冠以恩人之名,并且这居然是由你们——其秩序已被他摧毁的你们——来做!
εἰ δὲ μὴ, πότε βέλτιον ἐπράττετε, ὅπως δὲ μηδὲν ἀχθεσθῆτε, πότερον ἡνίκα Ἐπαμεινώνδας καὶ Γοργίδας καὶ Πελοπίδας ὑμῶν ἡγοῦντο καὶ Φίλιππον ὁμηρεύοντα ἐγιγνώσκετε, ἢ τούτου παρελθόντος εἰς τὴν ἀρχὴν καὶ ἡνίχʼ ὑμῶν οὗτος ἡγεῖτο τοσαῦτα χαριζόμενος, διʼ ὧν ἔμελλεν εἰσαῦθις ἀσθενεστέροις χρήσεσθαι;
如果不信,你们在什么时候过得更好? ——请务必不要动怒——是在伊帕密浓达、戈尔吉达斯和佩洛皮达斯领导你们、而你们视腓力为质子的时候,还是在他继承了王权、在他引导你们并施予如此多恩惠的时候,而他借此是要在将来让你们变得更为软弱?
οἶμαι δʼ εἰ κατʼ ἀρχὰς εὐθὺς τοῦτον μισθὸν ὑμᾶς Φίλιππος ᾔτησε τῆς βοηθείας, ὑποκύψαι καὶ παραδοῦναι τὴν πόλιν αὑτῷ, μηδένα ἂν τοσούτου τιμήσασθαι τὴν πρὸς Φωκέας φιλονεικίαν.
而且我认为,如果腓力在最开始就要求以屈服并向他献出城邦作为援助的报答,决不会有人把对福克斯人的意气之争看作具有如此高的价值。
μὴ τοίνυν ἅ γʼ ἐξ ἀρχῆς οὐκ ἂν ἠνέσχεσθε, ταῦτα νῦν ἀντʼ ἐκείνων δῶτε, ἀλλʼ ἐνθυμεῖσθʼ ὅτι πρῶτον μὲν οὐδὲν ἧττον ὑμῖν ἃ βούλεσθε πέπρακται, ὥστε μηδὲν σφόδρα τούτου δεῖν ἔτι· ἔπειτʼ εἰ καὶ δυοῖν αἵρεσις ἦν, ἄμεινον Φωκεῦσι πολεμεῖν ἢ τοῦτον εἰσφρήσεσθαι.
因此,不要把你们从一开始就绝不会容忍的事情,现在作为对过去那些事的报答而献出,而要想到,首先,你们所期望的事情已经毫无逊色地达成了,因而不再有任何极度需要他的地方;其次,即使要在两者之中做出选择,与福克斯人作战也比引入这个人要好。
ἐκείνων μὲν γὰρ ἂν καὶ καθʼ ὑμᾶς αὐτοὺς ἐκρατήσατε καὶ μεθʼ ἡμῶν, ὥσπερ Λακεδαιμονίων πρότερον, καί τινʼ ἄλλον ἴσως τρόπον· εἰ δʼ ἅπαξ οὗτος ἐγκρατὴς ὑμῶν ἔσται, οὐκ οἶδʼ ὅ τι μεῖζον παρʼ ὑμῶν αὐτῶν εἰσαῦθις εὑρήσετε.
因为对于他们,正如以前对待拉刻代蒙人一样,你们既可以靠自己,也可以和我们一起,或者通过其他某种方式,或许都能够取得胜利;但如果这个人一旦控制了你们,我不知道你们今后还能凭自己找到什么更大的出路。
εἶτα κἀκεῖνο μὲν ἦν ἂν μὴ λαβεῖν δίκην παρὰ Φωκέων, τοῦτο δʼ αὐτοὺς σῶσαι μὴ βεβουλῆσθαι.
此外,前者不过是没能惩罚福克斯人,而这则是你们自己不愿拯救自己。
βέλτιον δὲ δήπουθεν ἄλλων φείσασθαι διʼ αὑτοὺς ἢ διʼ ἄλλους αὑτοὺς ἀξιοῦν ἀπολωλέναι.
毫无疑问,为了自己而放过他人,总比为了他人而要求自己毁灭要好。
οὐ τοίνυν οὐδʼ ὅσʼ ἐβλασφήμησαν οὗτοι περὶ ἡμῶν οὐδένα νοῦν ἔχει.
而且,这些人对我们的种种毁谤,也是毫无道理的。
τί γὰρ ἂν γένοιτο ἀλογώτερον ἢ
因为,还有什么能比……更为荒谬的呢?