§493μὴ ὅτι τἀκ τῆς Ἀττικῆς, ἀλλὰ καὶ τἀκ τῆς Μακεδονίας βοσκήματα ὑπὲρ τῶν ἑαυτῷ συμφερόντων διδόναι.
[他深知]不仅要给予来自阿提卡的牲畜,还要为了自己的利益而给予来自马其顿的牲畜。
γνῶτε δὲ εἰς τὸν Ἀνθεμοῦντα βλέψαντες, ὃν τοῖς Ὀλυνθίοις προεῖτο κατʼ ἀρχάς.
你们只要看看安特穆斯就会明白,这是他起初割让给奥林索斯人的。
εἶτά γʼ οἶμαι μεγάλους ἀνταπαιτεῖ τοὺς μισθοὺς ὕστερον· οὐ γὰρ μόνον βοσκήματα, ἀλλὰ καὶ παῖδας καὶ γυναῖκας καὶ τείχη καὶ πόλεις καὶ πάντʼ ἔχει συλλαβὼν, ὥσπερ τοῖς ἐπιορκήσασιν Ὅμηρος ἔφη συμβαίνειν, σὺν πολλοῖς καὶ μεγάλοις ὕστερον ἐκτίνειν τὰς δίκας.
我认为,他随后会在以后要求巨额的报答;因为他得到的不仅是牲畜,还有孩子、妻子、城墙、城邦和所有的一切,正如荷马所说,誓言背叛者的下场就是如此,在以后要付出许多且巨大的代价来偿还罪责。
διαφέρει δὲ τοσοῦτον, ὅτι οὐ τοῖς ἐπιορκοῦσι ταῦτα συμβαίνει νῦν, ἀλλʼ οὗτος ταῦτʼ ἐπιορκῶν ἐργάζεται.
但这有很大的不同:现在这些事情并非发生在背约者身上,而是他自己通过背约制造了这些。
καὶ πρός γε τοῖς βοσκήμασιν οἶδε καὶ χρυσίον τὸ ἐκ τῆς Μακεδονίας διδοὺς οὕτω τὰς πράξεις ὠνεῖσθαι, ὥσπερ τοὺς Ὀλυνθίων ἱππέας τούτων ἐπρίατο· καὶ ξύλων γε, ὥς φασιν, εὐφυῶν ἐκ τῆς Μακεδονίας, ἃ τοῖς ὑπάρχοις αὐτῶν προεῖτο.
而且在牲畜之外,他还深知通过给予来自马其顿的黄金来买通事务,正如他用这些钱买通了奥林索斯人的骑兵一样;据说,他还给予了他们统治者来自马其顿的良质木材。
ἀλλʼ ὅμως οὐδὲν ἦν πλέον τοῖς Ὀλυνθίοις, τῶν ἐκ Μακεδονίας ξύλων ὡς αὐτοὺς ἐλθόντων, ἀλλʼ ἀνθʼ ὧν ἤρεψέ τις αὐτῶν τὴν οἰκίαν ἑαυτοῦ, ἀντὶ τούτων ἡ πόλις πᾶσα καθῃρεῖτο εἰς ἔδαφος.
但尽管如此,马其顿的木材运到奥林索斯人那里并没有带来任何好处,相反,作为他们中有人用其修筑自己房屋的代价,整个城邦被夷为平地。
καὶ μὴν ὁ καὶ τὴν Ποτίδαιάν γε αὐτοῖς δεδωκὼς τἀκ τῆς Ἀττικῆς τρόπον τινὰ βοσκήματα ἐδεδώκει, ἐδεδώκει γὰρ τὰ ἡμέτερα· εἶτά γε αὐτοῖς ὡς βοσκήμασιν οἶμαι τοῦθʼ ὅ τι ἐβούλετο ἐχρῆτο.
确实,那个将波提狄亚也赐予他们的人,在某种意义上已经给予了来自阿提卡的牲畜,因为他给予了我们的财产;然后,我认为他像对待牲畜一样对待他们,为所欲为。
ταῦτʼ οὖν πότερον δωρεὰς καὶ φιλανθρωπίαν καὶ κέρδη τῶν λαβόντων, καὶ ὡς ἄν τις εὐφήμως ὑποκορίσαιτο, ἢ δέλεαρ καὶ πάγην καὶ πραγμάτων θήραν καὶ τιμὴν τῶν ἀτίμων καὶ τῶν ὑπαχθέντων ὄλεθρον καὶ συμφορῶν ὑποθέσεις καὶ μηχανήματα ἐπὶ τοῖς Ἕλλησι καὶ πάντα τὰ τοιαῦτα ἄμεινον καλεῖν;
那么,这些东西究竟应该被称为接受者的礼物、慷慨和利益,以及任何可以委婉表达的词汇,还是被称为诱饵、陷阱、事务的猎捕、无耻之徒的荣耀、被诱惑者的毁灭、灾难的温床、针对希腊人的阴谋以及所有此类东西更为合适呢?
ὥσπερ τὸν ἵππον φασὶ τὸν δούρειον δῶρον τοῖς Τρωσὶ δοθῆναι παρὰ τῶν Ἀχαιῶν.
正如人们所说,木马是阿开亚人作为礼物送给特洛伊人的。
οὐκοῦν ταῦτʼ ἐστὶ τὰ τοῦ κακοδαίμονος δῶρα καὶ ὧν ἥκιστʼ ἄν τις ἑκὼν εἶναι πόλει δέξαιτο καὶ ταύτας τὰς δωρεὰς, ἐπεὶ καὶ τῶν πρὸς Φωκέας πραγμάτων—καὶ μηδεὶς ὑμῶν ἐξαίφνης ἀκούσας ἐκπλαγῇ, ἀλλʼ ἑπέσθω τῷ λόγῳ καθάπερ ψήφους τιθεὶς ἀεὶ τὸ δεύτερον τῷ προτέρῳ συναρμόττων—καὶ τούτων δίκην ὑποσχεῖν, ἀλλʼ οὐ χάριν κομίσασθαι δίκαιος ὢν, ἐὰν ὀρθῶς ἐξετάζητε, φανήσεται.
因此,这些都是灾星的礼物,是人们最不愿为城邦接受的礼物,即使是这些赠礼。 因为关于福克斯人的事务——你们中不要有人因突然听到这个而震惊,而是要紧跟论证,就像摆放算筹一样,总是将后者与前者相契合——如果你们正确地审视,就会发现他理应为此接受惩罚,而不是获得感激。
εἰ μὲν γὰρ ἐκείνους ὑμῖν συγκαθελὼν, μετὰ §494ταῦτʼ ἦγεν ἡσυχίαν καὶ μηδὲν περιειργάζετο, τάχʼ ἄν τις ἔφη συμφέρονθʼ ὑμῖν αὐτὸν εἰργάσθαι· εἰ δʼ ἀρχῆς τῶν Ἑλλήνων ἐπιθυμῶν, καὶ ἵνʼ ἐφʼ ὑμᾶς αὐτοὺς ἀδεέστερον καὶ ῥᾷον ὁπηνίκα βούλοιτο ἀφίκοιτο, τί οὐκ ἀπʼ ἐκείνης τῆς ἡμέρας ἐχθρὸν αὐτὸν ὅμοιον τίθεσθε ἀφʼ ἧς τοὺς Φωκέας προανεῖλεν;
因为如果他与你们共同消灭了他们,在这之后便保持安静,不进行任何干涉,也许有人会说他为你们做了有益的事;但如果他是因为渴望统治希腊人,为了能随时更无所畏惧、更轻易地来到你们这里,为什么你们不从他消灭福克斯人的那一天起,就将他视为同样的敌人呢?
οὐ γὰρ μᾶλλον τοὺς Φωκέας ὑπὲρ ὑμῶν ἐτιμωρεῖτο ἢ νῦν ἐφʼ ὑμᾶς ὑπὲρ Φωκέων ἀφικνεῖται.
因为他并非为了你们而惩罚福克斯人,正如他现在并非为了福克斯人而向你们进军一样。
καὶ γὰρ οὐδʼ ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν ὡς οἱ μὲν Φωκεῖς φόβον αὐτῷ παρεῖχον καὶ συμφέρειν ἡγεῖτο ἀνελεῖν αὐτοὺς, ἅτε καὶ πρότερον περὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς διανοηθέντας καὶ δόξαν θαυμαστὴν ἐπὶ τοῖς ἔργοις λαβόντας, τὴν δὲ τῶν Θηβαίων πόλιν, οὗ ποθʼ ὡμήρευσε, παρὰ φαῦλον ἡγεῖτο διʼ αὑτοῦ ποιήσασθαι καὶ κατασχεῖν.
因为也不能这样说,即福克斯人曾给他带来恐惧,他认为消灭他们是有利的(因为他们以前曾图谋统治希腊人,并因其功绩赢得了极大的声誉),而底比斯人的城邦——他曾在此作过人质——他则认为可以通过自己轻易地支配并控制。
τρεῖς γάρ εἰσι πόλεις πρὸς ἃς ἀναγκαῖον αὐτῷ συντείνειν τοὺς λογισμούς· ὧν ἡ μὲν Λακεδαιμονίων πορρωτάτω καὶ ὑφʼ ὑμῶν ἤδη σχεδὸν ἐξεληλεγμένη καὶ διʼ ἄμφω ταῦτα ἐλάττονος αὐτῷ λόγου, τὴν δʼ ἡμετέραν οὐδʼ αὐτὸς ἐγχειρεῖ λέγειν ὡς οὐκ ἐχθρὰν ἄγει· ἡ δʼ ὑμετέρα τῇ τε θέσει πρώτη καὶ κατὰ τοῦτʼ ἀναγκαία προλαβεῖν, καὶ τύχης ἕνεκα οὐκ ἀδεὲς τοῦτο, οὐδʼ ἧττον τῆς ἡμετέρας ὕποπτος, ἣν ἑτέρωσε ὁρῶσαν λαβεῖν ζητεῖ καὶ τοὺς εἰωθότας μισθοὺς τῶν εὐεργεσιῶν κομίσασθαι.
因为他必须将他的计算指向三个城邦:其中拉刻代蒙人的城邦最远,且已被你们几乎削弱,由于这两个原因,它对他来说并不重要;我们的城邦,他自己甚至也不试图否认他将其视为敌人;而你们的城邦在地理位置上处于第一位,因此有必要预先夺取,且从命运的角度来看,这并非没有隐忧,它也不亚于我们的城邦那样受到怀疑,他正试图夺取这个正注视着他处的城邦,并收回他施予恩惠的惯常报偿。
διὰ ταῦτα οἱ Φωκεῖς καὶ τὸ Τιλφωσσαῖον ὑμνεῖται.
正是因为这些,福克斯人和蒂尔佛萨伊翁才被反复提起。
οἷς γὰρ λογισμοῖς ἐχαρίζετο, τούτοις ἀναμιμνήσκει τὴν χρείαν ὠνούμενος, ὥσπερ ἂν εἰ καὶ οἱ θηρευταὶ πρὸς τοὺς ὄρνιθας λέγοιεν ὡς οὐκ ὀλίγον πόνον διʼ αὐτοὺς ἐπόνησαν, καὶ ἅμα δεικνύντες τὸ δέλεαρ τὴν χάριν ἀνταπαιτοῖεν.
因为他曾用来取悦你们的那些计算,他正用来提醒你们他的恩惠并以此收买你们,这就像猎人对鸟儿们说,他们为了它们付出了不少辛劳,并同时展示诱饵,要求以此作为回报的感激一样。
ὃν χρῆν εἰ τὰ μάλιστα ταῦθʼ ὑπὲρ ὑμῶν ἐτύγχανεν εἰργασμένος, αὐτὸν, ἀλλὰ μὴ ὑμᾶς, ἀναμιμνήσκειν, νῦν δʼ ἅπαντα ταῦτα ὑπερβὰς προσάγει μεθʼ ὅπλων τὴν αὑτοῦ κακίαν ἐπιδεικνὺς καὶ τὰ τέλη καθάπερ δράματος παρʼ ἐλπίδας ἐξάγων.
如果他真的最大程度地为你们做过这些,本该是他自己,而不是你们,去记住这些,但现在他完全无视这一切,带着武器逼近,展现他自己的邪恶,并且像戏剧的结局一样,导向了出乎意料的结局。
θαυμαστὰ δέ μοι δοκοῦσι λέγειν οἱ πρέσβεις καὶ παντάπασιν ἐναντία ἑαυτοῖς, οἵτινες τῷ μὲν Φιλίππῳ φασὶ δεῖν χάριν ὑμᾶς ἔχειν, εἴ τι πώποτʼ ἐποίησεν ὑμᾶς εὖ, αὐτοὺς δὲ κελεύουσι προέσθαι πάντα τὰ πράγματα
而使者们的话在我看来十分离奇,而且完全自相矛盾,他们一方面说你们必须对腓力心存感激,如果他曾对你们做过任何好事,另一方面却又要求你们放弃一切事务。