§495ἐφʼ ὑμῖν ὄντα, καὶ τοσούτῳ χείρους Φιλίππου γενέσθαι περὶ ὑμᾶς αὐτοὺς ὥσθʼ ὁ μὲν εἰ καὶ μὴ τοῦτʼ ἐβούλετο, ἀλλʼ οὖν τινά γʼ ὑμῖν ἔπραξεν εἰς καιρὸν, ὑμεῖς δʼ ὧν οὐκ ἂν ἔχοιτε μείζω, ταῦθʼ ἑκόντες εἰς ὑμᾶς αὐτοὺς ἐξαμαρτήσεσθε, καὶ τοσοῦτον ἀφέξετε τοῦ μιμεῖσθαι ἐκεῖνον, ὥσθʼ ὁ μὲν ὑμῖν τοὺς πολεμίους παρέδωκεν, ὑμεῖς δʼ ἐὰν ἃ πείθουσιν οὗτοι ποιῆτε, ὑμᾶς αὐτοὺς τοῖς πολεμίοις παραδώσετε.
あなた方の支配下にある事柄を。 そしてあなた方自身に対して、フィリッポスよりもはるかに不実になることを。 彼は、仮にそれを望んでいなかったとしても、少なくともあなた方のために時宜にかなったことをいくらか行ったのに対して、あなた方は、それ以上のものを持ち得ないような事柄において、自ら進んで自分自身に対して過ちを犯すことになる。 そして、彼を模倣することからあまりにもかけ離れているため、彼はあなた方に敵を引き渡したのに、あなた方は彼らが説得することを行うなら、自分自身を敵に引き渡すことになるほどである。
τίνος οὖν ἕνεκʼ εἰπέ μοι λοιπὸν τῷ Φιλίππῳ χάριν ἕξετε, εἰ μηδὲν ὑμῖν τοῦ σώζεσθαι μέλει;
ならば、教えてほしい、もしあなた方が自らの安全をまったく気にかけないのだとしたら、いったい何のために、この先フィリッポスに感謝するのだろうか。
ἐγὼ μὲν γὰρ ἐξ ἀμφοτέρων ἡγοῦμαι τῇ τότε κοινωνίᾳ τὴν νῦν ἐναντίαν εἶναι.
なぜなら私は、どちらの観点から見ても、現在の状況が当時の同盟関係とは正反対であると思うからだ。
εἰ μὲν γὰρ ὡς ἀληθῶς εὔνους ὢν ὑμῖν ἐκεῖνα προὐθυμεῖτο, αἰσχρὸν ἐκεῖνον μὲν ἐπαινεῖν τῆς προθυμίας, ὑμῶν δʼ αὐτῶν ἀμελῆσαι·
もし彼が本当にあなた方に好意を抱いてそれらのことに熱心であったなら、彼の熱意を称賛しながら、あなた方自身を怠ることは恥ずべきことである。
εἰ δὲ πεῖρα καθʼ ὑμῶν ἦν καὶ παρασκευὴ τοῦ μέλλοντος χρόνου, δυοῖν, οὐχ ἑνὸς ὑμῖν ὀφείλει δίκην, τοῦ τʼ ἐπʼ ἐκείνων φενακίζειν καὶ τοῦ νῦν μεθʼ ὅπλων ἐπέρχεσθαι.
しかし、もしそれがあなた方に対する試みであり、将来のための準備であったなら、彼は一つではなく二つのことについてあなた方に罰を負うべきである。 すなわち、当時騙したことと、今や武器を持って押し寄せていることの双方についてである。
ὥστʼ οὐ διʼ ἐκεῖνα ταῦθʼ ὑπακουστέον, ἀλλʼ ὑπὲρ ἀμφοῖν τῇ τιμωρίᾳ χρηστέον ἡνίκʼ εἴληπται.
したがって、当時のことゆえに今これに従うべきではなく、彼が捕らえられた今、両方のことについて報復を行うべきである。
εὖ δʼ ἂν ἔχοι τῇ πονηρίᾳ τοῦ Φιλίππου χρησαμένους ὃ πρόσεστι ζημίας αὐτῇ φυλάξασθαι.
そして、フィリッポスの邪悪さを利用して、それに伴う害悪を警戒することができれば、それは幸いである。
οὐδεὶς ἀντιλέγει τὸ μὴ οὐ δικαίως Φωκέας ἀπολωλέναι, ἀλλʼ οὐ διὰ τοῦτο δίκαιος πιστεύεσθαι Φίλιππος.
フォキス人が正当に滅びたことを否定する者は誰もいないが、だからといってフィリッポスが信頼されるに値するということにはならない。
ἀλλʼ εἴ τι δεῖ καὶ περὶ Φωκέων εἰπεῖν, τῷ μὲν καθʼ αὑτοὺς μέρει δικαίως ταῦτα πεπόνθασιν, ὅσα δʼ εἰς Φίλιππον οὐκ ὀρθῶς.
しかし、フォキス人についても何か言わねばならないとすれば、彼ら自身の側に関する限りでは、彼らはこれらを正当に被ったのであるが、フィリッポスに関する限りでは、正しくない。
ὅταν γὰρ μὴ τοῦ θεοῦ χάριν μηδʼ ὑμῶν, ἀλλʼ ὑπὲρ τῆς αὑτοῦ πλεονεξίας, ἣν ἐν ἅπασι δείκνυσι, φαίνηται ταῦτα συμπράξας, ἐκεῖνοι μὲν ἴσως δικαίως ἀπολώλασιν, οὗτος δʼ οὐχὶ δικαίως ἀνῄρηκε.
というのも、神のためでもあなた方のためでもなく、彼があらゆる事柄において示している彼自身の貪欲さのために、これらを共同で行ったことが明らかである以上、彼らはあるいは正当に滅びたのかもしれないが、彼は正当に彼らを滅ぼしたのではないからだ。
μὴ τοίνυν τῷ Φωκέας εἰκότως ἀπολωλέναι τὰ ὑμέτερʼ αὐτῶν εἰκῆ πρόησθε, μηδὲ συγκαταγνῶτε ὑμῶν αὐτῶν παθεῖν ἅπερ Φωκεῖς.
それゆえ、フォキス人が当然のように滅びたからといって、あなた方自身の財産を無駄に放棄してはならず、またフォキス人が被ったのと同様の運命を被るよう自分自身に宣告してはならない。
καὶ γὰρ ἐκείνους μὲν ἔχοιμεν ἂν εἰπεῖν ὡς προσήκοντα ἔπαθον πλημμελήσαντες περὶ τὸν θεὸν, ὑμεῖς δʼ ἀνθʼ ὅτου ταύτην ὑφέξετε νῦν τὴν δίκην οὐχὶ σύνισμεν ἡμεῖς γε.
なぜなら、彼らについては神に対して罪を犯したために応報を受けたのだと言えるかもしれないが、あなた方については、なぜ今このような罰を受けねばならないのか、少なくともわれわれにはわからないからだ。
δεινὸν δέ μοι φαίνεται καὶ τοῦτο εἰ Φωκεῖς μὲν ὤφειλον δίκην, ἐπειδὴ τὸ ἱερὸν τὸ ἐν Δελφοῖς
そして私には次のことも恐るべきことに思われる。
§496κατέλαβον, ὁ δʼ οὐ μόνον τὸ ἐν Δελφοῖς ἱερὸν σεσυληκὼς, ἀλλʼ ἀντὶ μὲν τοῦ συλῆσαι τὸ ἱερὸν ἄγων τὰ Πύθια καὶ τοῖς Ἕλλησιν ἐξηγούμενος τὰ μηδὲν ἑαυτῷ προσήκοντα, ἀντὶ δὲ τοῦ τὸ ἐν Δελφοῖς μόνον συλῆσαι δύο μὲν καὶ τριάκοντα ὁμοῦ πόλεων ἱερὰ ἐπὶ Θρᾴκης οὐ σεσυληκὼς, ἀλλʼ ἀνῃρηκὼς, χωρὶς δὲ τούτων ἅπασαν τὴν Ἑλλάδα συλῶν καὶ οὐδὲν ἐξαίρετον ποιούμενος, οὐ νεὼς, οὐκ ἀναθήματα, οὐ τείχη, οὐχ ἵππους, οὐχ ὅπλα, οὐ χρήματα, οὐ σώματα, οὐ λιμένας, οὐ πολιτείαν, ἀλλὰ πάντα ὥσπερ ὑπὸ βροντῆς κινῶν, καὶ τὰ μὲν ἄρδην ἀφανίζων, τοῖς δʼ ὅ τι ἂν βούληται χρώμενος, οὗτος δʼ οὐχὶ δίκην ὀφείλειν δόξει τούτων, ἀλλʼ ὡς εὐεργέτης στεφανώσεται, καὶ ταῦθʼ ὑφʼ ὑμῶν, ὧν τῇ τάξει λελύμανται.
すなわち、フォキス人はデルポイの神殿を占拠したために罰を負うべきであったが、彼はデルポイの神殿を略奪しただけでなく、神殿を略奪した罪に問われるどころか、ピュティア競技会を主催し、自らにはまったく関係のない事柄をギリシア人たちに指示し、デルポイのものだけを略奪する代わりに、トラキアにおいて同時に三十二もの都市の神殿を略奪しただけでなく根絶やしにし、これらとは別にギリシア全体を略奪し、神殿も、奉納品も、城壁も、馬も、武器も、財産も、身体も、港も、国制も、何一つ例外とせず、あたかも雷撃によるかのようにすべてを揺るがし、あるものは根こそぎ消し去り、他のものに対しては自らの望むままに扱っているというのに、この者がこれらに対して罰を負うべきだとは思われず、むしろ恩人として戴冠され、しかも彼がその秩序を破滅させたあなた方自身の手によってそうされるのだとしたら!
εἰ δὲ μὴ, πότε βέλτιον ἐπράττετε, ὅπως δὲ μηδὲν ἀχθεσθῆτε, πότερον ἡνίκα Ἐπαμεινώνδας καὶ Γοργίδας καὶ Πελοπίδας ὑμῶν ἡγοῦντο καὶ Φίλιππον ὁμηρεύοντα ἐγιγνώσκετε, ἢ τούτου παρελθόντος εἰς τὴν ἀρχὴν καὶ ἡνίχʼ ὑμῶν οὗτος ἡγεῖτο τοσαῦτα χαριζόμενος, διʼ ὧν ἔμελλεν εἰσαῦθις ἀσθενεστέροις χρήσεσθαι;
そうでないなら、あなた方はいつより良くやっていたか。 どうか気分を害さないでほしいが、エパメイノンダス、ゴルギダス、ペロピダスがあなた方を率い、フィリッポスを人質として知っていた時期か、それとも、彼が支配権を引き継ぎ、将来あなた方をより弱体化した状態で扱うために、多大な便宜を施しながらあなた方を導いていた時期か。
οἶμαι δʼ εἰ κατʼ ἀρχὰς εὐθὺς τοῦτον μισθὸν ὑμᾶς Φίλιππος ᾔτησε τῆς βοηθείας, ὑποκύψαι καὶ παραδοῦναι τὴν πόλιν αὑτῷ, μηδένα ἂν τοσούτου τιμήσασθαι τὴν πρὸς Φωκέας φιλονεικίαν.
そして思うに、もし最初にフィリッポスが自らの援助に対するこの報酬、すなわちひれ伏して都市を彼に引き渡すことを要求していたなら、フォキス人に対する対抗心をそこまで高く評価した者は一人もいなかったであろう。
μὴ τοίνυν ἅ γʼ ἐξ ἀρχῆς οὐκ ἂν ἠνέσχεσθε, ταῦτα νῦν ἀντʼ ἐκείνων δῶτε, ἀλλʼ ἐνθυμεῖσθʼ ὅτι πρῶτον μὲν οὐδὲν ἧττον ὑμῖν ἃ βούλεσθε πέπρακται, ὥστε μηδὲν σφόδρα τούτου δεῖν ἔτι·
それゆえ、最初からなら到底耐えられなかったであろうものを、今、それらのことの代わりに与えてはならない。 むしろ次のことを考えよ。 第一に、あなた方が望んだことは何ら不足なく果たされたので、もはや彼のことをこれ以上必要とはしないということ。
ἔπειτʼ εἰ καὶ δυοῖν αἵρεσις ἦν, ἄμεινον Φωκεῦσι πολεμεῖν ἢ τοῦτον εἰσφρήσεσθαι.
第二に、仮に二者択一であったとしても、この者を引き入れるよりは、フォキス人と戦争をする方がましであったということ。
ἐκείνων μὲν γὰρ ἂν καὶ καθʼ ὑμᾶς αὐτοὺς ἐκρατήσατε καὶ μεθʼ ἡμῶν, ὥσπερ Λακεδαιμονίων πρότερον, καί τινʼ ἄλλον ἴσως τρόπον·
というのも、彼らに対しては、かつてのラケダイモン人に対してと同様に、あなた方自身だけでも、あるいはわれわれと共にでも、あるいは他の方法によってでも、おそらく勝利を収めることができたであろうからだ。
εἰ δʼ ἅπαξ οὗτος ἐγκρατὴς ὑμῶν ἔσται, οὐκ οἶδʼ ὅ τι μεῖζον παρʼ ὑμῶν αὐτῶν εἰσαῦθις εὑρήσετε.
しかし、もしこの者が一度でもあなた方の支配者となってしまったなら、この先、あなた方自身がどのようなより大きな手段を見出し得るか、私にはわからない。
εἶτα κἀκεῖνο μὲν ἦν ἂν μὴ λαβεῖν δίκην παρὰ Φωκέων, τοῦτο δʼ αὐτοὺς σῶσαι μὴ βεβουλῆσθαι.
さらに、前者の場合はフォキス人から罰を徴収しないことにすぎなかったかもしれないが、後者の場合はあなた方自身を救うことを望まないことになってしまう。
βέλτιον δὲ δήπουθεν ἄλλων φείσασθαι διʼ αὑτοὺς ἢ διʼ ἄλλους αὑτοὺς ἀξιοῦν ἀπολωλέναι.
そして、他人のために自分自身が滅びるのを当然と見なすよりは、自分自身のために他人を容赦する方が、言うまでもなく勝っている。
οὐ τοίνυν οὐδʼ ὅσʼ ἐβλασφήμησαν οὗτοι περὶ ἡμῶν οὐδένα νοῦν ἔχει.
さらに、彼らがわれわれについて中傷したことも、何ら道理にかなっていない。
τί γὰρ ἂν γένοιτο ἀλογώτερον ἢ
なぜなら、〜以上に不合理なことがあり得るだろうか。