← アイリオス・アリステイデス

同盟演説 2

§493-494

フィリッポスの恩恵の危険と使節の矛盾

話者はフィリポスが過去に施した'恩恵'が、オリュントスやポティダイアの事例のように破滅を招く餌であったことを指摘する。また、フォキス滅亡がテーバイ制圧のためであったと論じ、使節の自己矛盾を暴く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§493

μὴ ὅτι τἀκ τῆς Ἀττικῆς,1 ἀλλὰ καὶ τἀκ τῆς Μακεδονίας βοσκήματα ὑπὲρ τῶν ἑαυτῷ συμφερόντων διδόναι. γνῶτε δὲ εἰς τὸν Ἀνθεμοῦντα βλέψαντες, ὃν τοῖς Ὀλυνθίοις προεῖτο κατʼ ἀρχάς. εἶτά γʼ οἶμαι μεγάλους ἀνταπαιτεῖ τοὺς μισθοὺς ὕστερον· οὐ γὰρ μόνον βοσκήματα, ἀλλὰ καὶ παῖδας καὶ γυναῖκας καὶ τείχη καὶ πόλεις καὶ πάντʼ ἔχει συλλαβὼν, ὥσπερ τοῖς ἐπιορκήσασιν Ὅμηρος ἔφη συμβαίνειν, σὺν πολλοῖς καὶ μεγάλοις ὕστερον ἐκτίνειν τὰς δίκας. διαφέρει δὲ τοσοῦτον, ὅτι οὐ τοῖς ἐπιορκοῦσι ταῦτα συμβαίνει νῦν, ἀλλʼ οὗτος ταῦτʼ ἐπιορκῶν ἐργάζεται. καὶ πρός γε τοῖς βοσκήμασιν οἶδε καὶ χρυσίον τὸ ἐκ τῆς Μακεδονίας διδοὺς οὕτω τὰς πράξεις ὠνεῖσθαι, ὥσπερ τοὺς Ὀλυνθίων ἱππέας τούτων ἐπρίατο· καὶ ξύλων γε, ὥς φασιν, εὐφυῶν ἐκ τῆς Μακεδονίας, ἃ τοῖς ὑπάρχοις αὐτῶν προεῖτο. ἀλλʼ ὅμως οὐδὲν ἦν πλέον τοῖς Ὀλυνθίοις, τῶν ἐκ Μακεδονίας ξύλων ὡς αὐτοὺς ἐλθόντων,2 ἀλλʼ ἀνθʼ ὧν ἤρεψέ τις αὐτῶν τὴν οἰκίαν ἑαυτοῦ, ἀντὶ τούτων ἡ πόλις πᾶσα καθῃρεῖτο εἰς ἔδαφος. καὶ μὴν ὁ καὶ τὴν Ποτίδαιάν γε αὐτοῖς δεδωκὼς τἀκ τῆς Ἀττικῆς τρόπον τινὰ βοσκήματα ἐδεδώκει, ἐδεδώκει γὰρ τὰ ἡμέτερα· εἶτά γε αὐτοῖς ὡς βοσκήμασιν οἶμαι τοῦθʼ ὅ τι ἐβούλετο ἐχρῆτο. ταῦτʼ οὖν πότερον δωρεὰς καὶ φιλανθρωπίαν καὶ κέρδη τῶν λαβόντων, καὶ ὡς ἄν τις εὐφήμως ὑποκορίσαιτο, ἢ δέλεαρ καὶ πάγην καὶ πραγμάτων θήραν καὶ τιμὴν τῶν ἀτίμων καὶ τῶν ὑπαχθέντων ὄλεθρον καὶ συμφορῶν ὑποθέσεις καὶ μηχανήματα ἐπὶ τοῖς Ἕλλησι καὶ πάντα τὰ τοιαῦτα ἄμεινον καλεῖν; ὥσπερ τὸν ἵππον φασὶ τὸν δούρειον δῶρον τοῖς Τρωσὶ δοθῆναι παρὰ τῶν Ἀχαιῶν. οὐκοῦν ταῦτʼ ἐστὶ τὰ τοῦ κακοδαίμονος δῶρα καὶ ὧν ἥκιστʼ ἄν τις ἑκὼν εἶναι πόλει δέξαιτο καὶ ταύτας τὰς δωρεὰς, ἐπεὶ καὶ τῶν πρὸς Φωκέας πραγμάτων—καὶ μηδεὶς ὑμῶν ἐξαίφνης ἀκούσας ἐκπλαγῇ,3 ἀλλʼ ἑπέσθω τῷ λόγῳ καθάπερ ψήφους τιθεὶς ἀεὶ τὸ δεύτερον τῷ προτέρῳ συναρμόττων—καὶ τούτων δίκην ὑποσχεῖν, ἀλλʼ οὐ χάριν κομίσασθαι δίκαιος ὢν, ἐὰν ὀρθῶς ἐξετάζητε, φανήσεται. εἰ μὲν γὰρ ἐκείνους ὑμῖν συγκαθελὼν, μετὰ ταῦτʼ ἦγεν ἡσυχίαν καὶ μηδὲν περιειργάζετο, τάχʼ ἄν τις ἔφη συμφέρονθʼ ὑμῖν αὐτὸν εἰργάσθαι· εἰ δʼ ἀρχῆς τῶν Ἑλλήνων ἐπιθυμῶν, καὶ ἵνʼ ἐφʼ ὑμᾶς αὐτοὺς ἀδεέστερον καὶ ῥᾷον ὁπηνίκα βούλοιτο ἀφίκοιτο, τί οὐκ ἀπʼ ἐκείνης τῆς ἡμέρας ἐχθρὸν αὐτὸν ὅμοιον τίθεσθε ἀφʼ ἧς τοὺς Φωκέας προανεῖλεν; οὐ γὰρ μᾶλλον τοὺς Φωκέας ὑπὲρ ὑμῶν ἐτιμωρεῖτο ἢ νῦν ἐφʼ ὑμᾶς ὑπὲρ Φωκέων ἀφικνεῖται. καὶ γὰρ οὐδʼ ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν ὡς οἱ μὲν Φωκεῖς φόβον αὐτῷ παρεῖχον καὶ συμφέρειν ἡγεῖτο ἀνελεῖν αὐτοὺς, ἅτε καὶ πρότερον περὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς διανοηθέντας καὶ δόξαν θαυμαστὴν ἐπὶ τοῖς ἔργοις λαβόντας, τὴν δὲ τῶν Θηβαίων πόλιν, οὗ ποθʼ ὡμήρευσε, παρὰ φαῦλον ἡγεῖτο διʼ αὑτοῦ ποιήσασθαι καὶ κατασχεῖν. τρεῖς γάρ εἰσι πόλεις πρὸς ἃς ἀναγκαῖον αὐτῷ συντείνειν τοὺς λογισμούς· ὧν ἡ μὲν Λακεδαιμονίων πορρωτάτω καὶ ὑφʼ ὑμῶν ἤδη σχεδὸν ἐξεληλεγμένη καὶ διʼ ἄμφω ταῦτα ἐλάττονος αὐτῷ λόγου, τὴν δʼ ἡμετέραν οὐδʼ αὐτὸς ἐγχειρεῖ λέγειν ὡς οὐκ ἐχθρὰν ἄγει· ἡ δʼ ὑμετέρα τῇ τε θέσει πρώτη καὶ κατὰ τοῦτʼ ἀναγκαία προλαβεῖν, καὶ τύχης ἕνεκα οὐκ ἀδεὲς τοῦτο, οὐδʼ ἧττον τῆς ἡμετέρας ὕποπτος, ἣν ἑτέρωσε ὁρῶσαν λαβεῖν ζητεῖ4 καὶ τοὺς εἰωθότας μισθοὺς τῶν εὐεργεσιῶν κομίσασθαι. διὰ ταῦτα οἱ Φωκεῖς καὶ τὸ Τιλφωσσαῖον ὑμνεῖται. οἷς γὰρ λογισμοῖς ἐχαρίζετο, τούτοις ἀναμιμνήσκει τὴν χρείαν ὠνούμενος, ὥσπερ ἂν εἰ καὶ οἱ θηρευταὶ πρὸς τοὺς ὄρνιθας λέγοιεν ὡς οὐκ ὀλίγον πόνον διʼ αὐτοὺς ἐπόνησαν, καὶ ἅμα δεικνύντες τὸ δέλεαρ τὴν χάριν ἀνταπαιτοῖεν. ὃν χρῆν εἰ τὰ μάλιστα ταῦθʼ ὑπὲρ ὑμῶν ἐτύγχανεν εἰργασμένος, αὐτὸν, ἀλλὰ μὴ ὑμᾶς, ἀναμιμνήσκειν, νῦν δʼ ἅπαντα ταῦτα ὑπερβὰς προσάγει μεθʼ ὅπλων τὴν αὑτοῦ κακίαν ἐπιδεικνὺς καὶ τὰ τέλη καθάπερ δράματος παρʼ ἐλπίδας ἐξάγων. θαυμαστὰ δέ μοι δοκοῦσι λέγειν οἱ πρέσβεις καὶ παντάπασιν ἐναντία ἑαυτοῖς, οἵτινες τῷ μὲν Φιλίππῳ φασὶ δεῖν χάριν ὑμᾶς ἔχειν, εἴ τι πώποτʼ ἐποίησεν ὑμᾶς εὖ, αὐτοὺς δὲ κελεύουσι προέσθαι πάντα τὰ πράγματα

アッティカからの家畜だけでなく、マケドニアからの家畜をも自らの利益のために与えることを。あなた方は、彼が最初にオリュントス人たちに割譲したアンテムスに目を向けることで、それを知るがよい。そして思うに、彼は後になって巨額の代償を要求する。なぜなら、家畜だけでなく、子供たち、妻たち、城壁、都市、そしてすべてをひっくるめて手に入れるからであり、それは誓いを破った者たちについてホメロスが言ったように、後になって多くの重い罰を支払うことになるのと同様である。しかし、これほどの違いがある。すなわち、今やそのようなことが誓いを破る者たちに起こるのではなく、彼自身が誓いを破りながらこれらを引き起こしているのだ。そして家畜に加えて、彼はマケドニアからの黄金を与えることで、物事をそのように買い取ることを知っている。それは、彼がオリュントスの騎兵たちをそれによって買い取ったのと同じである。そして、人々が言うには、彼が彼らの有力者たちに割譲した、マケドニアからの良質な木材によっても。しかしそれにもかかわらず、マケドニアからの木材が自分たちのもとに来たことは、オリュントス人にとって何の益にもならなかった。むしろ、彼らのうちの誰かが自分の家を葺いた代償として、都市全体が地平に引き倒されたのである。さらに、彼らにポティダイアをも与えた彼は、ある意味でアッティカの家畜を与えたのも同然であった。なぜなら、彼はわれわれの所有物を与えたのだから。そして、私の思うに、彼は彼らを家畜のように扱い、自らの望む通りのことをしたのだ。これらを贈り物や親切、受け取った者たちの利益、その他いかようにも穏当に言い換えることのできる言葉で呼ぶべきか、それとも、罠、網、計略の狩り、名誉なき者たちの名誉、誘惑された者たちの破滅、災厄の温床、ギリシア人に対する謀略、その他すべてそのような言葉で呼ぶ方が勝るだろうか。それは、木馬がアカイア人からトロイア人への贈り物として与えられたと人々が言うのと同様である。したがって、これらは禍いをもたらす者の贈り物であり、都市のために自ら好んで受け入れることなど決してないような贈り物である。なぜなら、フォキス人に対する事柄についても――あなた方の誰もこのことを突然聞いて驚かないでほしい。むしろ、計算の石を置くように、常に後ろの事柄を前の事柄と適合させながら、議論に従ってほしい――これらについても、彼が感謝を受けるのではなく、処罰を受けるのが当然であることが、あなた方が正しく吟味するならば明らかになるであろうからだ。もし彼が彼らをあなた方と共に滅ぼした後、静穏を保ち、余計な手出しをしなかったなら、彼があなた方のために有益なことをしたと、誰かが言ったかもしれない。しかし、もし彼がギリシアの支配を熱望し、いつでも望む時にあなた方自身のもとへより恐れなく、より容易に到達できるようにするためにそれを行ったのであれば、彼がフォキス人をあらかじめ滅ぼしたまさにその日から、どうして彼を同様の敵とみなさないのだろうか。なぜなら、彼があなた方の利益のためにフォキス人を罰したというよりは、むしろ今、フォキス人の報いとしてあなた方に迫っているからである。また、次のようにも言えない。すなわち、フォキス人は彼に恐怖を与えていたので、彼らを滅ぼすことが有益だと彼は考えた(彼らは以前にもギリシアの支配を企て、その業績によって驚くべき名声を得ていたからである)、一方、かつて人質として暮らしたテーバイの都市については、容易に自らの配下に置いて支配できると軽んじていた、などとは。なぜなら、彼が自らの計算を向けざるを得ない都市は三つあるからだ。そのうち、ラケダイモン人の都市は最も遠くにあり、すでにあなた方によってほぼ無力化されているため、これら両方の理由から、彼にとって重要性は低い。われわれの都市については、彼自身も敵視していないなどと言おうとさえしない。そしてあなた方の都市は、その位置において第一であり、それゆえあらかじめ手に入れることが必要であり、運命の巡り合わせから言ってもこれは安心できるものではなく、われわれの都市と同様に疑念の対象であり、他方を見ているあなた方の都市を手に入れ、恩恵に対する通常の代償を回収しようとしているのである。このために、フォキス人たちやティルポッサイオンのことが繰り返し語られるのだ。というのも、かつて彼が恩恵を施したのと同じ計算によって、彼は必要性を買い取ることで、その恩恵を思い起こさせるのである。それはまるで、猟師たちが鳥たちに向かって、自分たちが彼らのためにどれほど多大な労力を費したかを語り、同時に餌を見せながら見返りの感謝を要求するのと同様である。仮に彼がこれらを真にあなた方の利益のために行っていたとしても、彼自身が、あなた方ではなく彼自身の側で、それを思い起こすべきであったのに、今や彼はこれらすべてを無視して武器を持って進軍し、自らの邪悪さを示し、まるで劇の結末のように、予想に反する結末をもたらそうとしている。そして使節たちの主張は、私には驚くべきものであり、完全に自己矛盾しているように思われる。なぜなら、彼らは、フィリッポスがかつてあなた方に少しでも善行を施したのなら、彼に感謝すべきだと言う一方で、あなた方自身にはすべての事柄を手放すように要求しているからだ。

構文注4 件
  1. 493μὴ ὅτι τἀκ τῆς Ἀττικῆς

    μὴ ὅτι は「〜は言うに及ばず(〜だけでなく)」を意味する慣用表現。文脈上、直前の文の動詞 οἶδε(彼は知っている)を受けて、不定詞 διδόναι(与えること)を伴う文脈に接続している。

  2. 493τῶν ἐκ Μακεδονίας ξύλων ὡς αὐτοὺς ἐλθόντων

    属格独立構文(genitive absolute)であり、時間・譲歩を表す。「マケドニアからの木材が彼らのもとに来た(が)」。

  3. 493καὶ μηδεὶς ὑμῶν ἐξαίφνης ἀκούσας ἐκπλαγῇ

    μή に導かれる三人称単数不定過去接続法(ἐκπλαγῇ)を用いた禁止表現。「あなた方の誰も驚かないように」。

  4. 494ἣν ἑτέρωσε ὁρῶσαν λαβεῖν ζητεῖ

    関係代名詞 ἣν はテーバイを指し、現在分詞 ὁρῶσαν(他方を向いている、すなわちアテナイの側に目を向けている)がこれを修飾する。不定詞 λαβεῖν は ζητεῖ の目的語。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0284.tlg039.humanitext-grc2:493-494