§490ἀφικόμεθα μὲν οὐ λόγῳ πρὸς Φίλιππον ἀγωνιούμενοι, ἀλλʼ ἔργῳ βοηθήσοντες ὑμῖν τε καὶ τοῖς ὑπολοίποις τῶν Ἑλλήνων πράγμασι.
我们来到这里,并非为了在言辞上与腓力抗争,而是为了在行动上援助你们以及希腊其余的事业。
πολλῷ δʼ ἔτι νυνὶ σαφέστερον, ὦ §491ἄνδρες Θηβαῖοι, γιγνώσκομεν ὡς ὀρθῶς ὑπὲρ ὑμῶν ηὐλαβήθημεν.
更加显而易见的是,现在,噢底比斯的公民们,我们认识到我们为你们所作的担忧是多么正确。
τὸ γὰρ εἰς τοῦθʼ ἥκειν Φίλιππον τόλμης καὶ δεινότητος ὥστε πρῶτον μὲν ὅλως πρέσβεις ὡς ὑμᾶς, εἶτα βοήθειαν αἰτήσοντας ἀπεσταλκέναι, ἵνʼ ὑμᾶς τε ἀμαχεὶ λάβῃ καὶ τὰ πρὸς ἡμᾶς ὡς βούλεται διοικήσηται, σφόδρα τῆς τʼ ἐκείνου συνηθείας οἶμαι καὶ προνοίας ὑμῖν ἄξιον.
因为腓力竟达到了如此大胆和狡黠的境地,以至于首先向你们派遣使者,接着又派遣请求援助的人,以便既能不战而占领你们,又能随心所欲地处理对我们的事务,我认为,这极其符合他的惯常作风,也极其值得你们加以防范。
τὸ μὲν οὖν πρᾶγμα καινὸν ἴσως εἶναι δοκεῖ ὑμῖν, τῶν πολεμίων προσαγόντων, ἑτέρους ὑπὲρ ὑμῶν ἥκειν πεφοβημένους, καὶ μὴ μόνον αὐτεπάγγελτον ἔχειν ὑμᾶς τὴν βοήθειαν, ἀλλὰ καὶ παράκλησιν προσεῖναι τοῦ ταῦτα δέξασθαι· αἰτούμεθα δʼ ὑμᾶς τοσοῦτον μιμήσασθαι τὴν τῶν Ἀθηναίων πόλιν εἰς τὰ ὑμέτερʼ αὐτῶν καὶ μὴ παρʼ αὐτοῖς τουτοισὶ τοῖς πρέσβεσι πρώτοις αἰσχύνην ὀφλῆσαι.
因此,当敌人逼近时,其他人因替你们担忧而来到,你们不仅得到了主动提供的援助,甚至还附加了接受这些援助的劝告,这件事情在你们看来或许显得新奇;但我们只请求你们在关乎自身利益的事上效仿雅典人的城邦,并且不要在这些使者面前最先蒙受羞辱。
εἰ γὰρ ἡμεῖς μὲν οἷς οὗτοί φασι τοσαῦτα πρὸς ὑμᾶς ὑπάρχειν ὑπεναντία, πάντα ταῦτʼ ἀνελόντες ἥκομεν συσσώζειν ὑμῖν ἀξιοῦντες τὴν πόλιν, ὑμεῖς δʼ οἱ μηδὲν ἔχοντες ὑμῖν αὐτοῖς μέμψασθαι πάντʼ ἀκονιτὶ προήσεσθε, πῶς οὐ πάντων ἀλογώτατα πράξετε;
因为,如果我们在这些人声称与你们存在如此多敌对关系的情况下,却抛弃这一切恩怨而来,致力于与你们共同拯救城邦,而你们自身本无任何可自责之处,却要白白放弃一切,你们岂不是在做天下最荒谬的事吗?
ἔστι δʼ οὐχ ὅσον τις ἂν εἴποι τὸ διάφορον τῆς παρούσης ἡμέρας, ἀλλʼ εἰς ἔσχατον ἧκον, δουλεύειν μὲν αὐτοὺς Φιλίππῳ, συγκαταδουλοῦσθαι δὲ τοὺς ἄλλους Ἕλληνας, ἀγροικίσασθαι δʼ εἰς τοὺς ὑπάρξαντας χρηστότητι, τριῶν δὲ τῶν αἰσχίστων δόξαν παρὰ πᾶσι λαβεῖν, σκαιότητος, πλεονεξίας, ἀχαριστίας· ἢ μετὰ τοῦ πατρίου σχήματος οἰκεῖν τὴν πόλιν, τῆς κοινῆς ἐλευθερίας προστάντας μεθʼ ἡμῶν.
况且,今日选择的差别,绝非三言两语所能道尽,而是已经到了极致:要么自己臣服于腓力,并合力奴役其余的希腊人,对那些曾给予你们恩惠的人蛮横无礼,并在世人面前落得三种最可耻的名声——愚蠢、贪婪与忘恩负义;要么保留祖先的尊严居住在城邦中,与我们一同站出来捍卫共同的自由。
ὃ καὶ θαυμάζω, εἰ τοὺς μὲν ἐκεῖνα τούτων μᾶλλον ὑμῖν προσήκειν ἡγουμένους μισεῖν ἂν δικαίως ἀξιοίητε, Φίλιππον δʼ ἡμῶν περὶ πλείονος ποιήσεσθε, ὃς ἐκείνοις ἐνόχους ὑμᾶς καθίστησι καὶ τοὺς λόγῳ βλασφημοῦντας ἐχθροὺς ἂν νομίζοντες, ἐκεῖνον εἰς συμμάχου τάξιν θήσετε, ὃς ἔργῳ τὰ χείριστα καθʼ ὑμῶν βεβαιοῖ.
对此我也感到惊讶,如果你们认为应当理所当然地痛恨那些认为那些境遇比这些境遇更适合你们的人,你们却将那使你们落入那种境地的腓力看得比我们还重;如果你们将那些口头上毁谤你们的人视为仇敌,却将那个在行动上对你们确立最坏恶行的人列为盟友。
εἰ τοίνυν καὶ τὸ ταὐτὰ συμφέρειν ἱκανὴ πίστις οἰκειότητος, καὶ τὸ ταὐτὰ προσήκειν ἡγεῖσθαι βέβαιον δή που φιλίας σύμβολον.
因此,如果利益一致足以证明亲密,那么认为彼此理应享有同样的事物,无疑是友谊的可靠象征。
ἡμεῖς τοίνυν ἅπερ ἡμῖν αὐτοῖς προσήκειν ἡγούμεθα, ταῦτα καὶ ὑμῖν, εὐδοξεῖν, προβουλεύειν, προτιμᾶσθαι τῶν ἄλλων Ἑλλήνων.
所以,凡是我们认为适合我们自己的,我们也认为适合你们:享有美誉、预先谋划、并在其余希腊人中受到推崇。
§492ὥστε πῶς ἂν δικαίως ἑτέρους εὐνουστέρους ἡμῶν νομίζοιτε;
因此,你们怎能公允地认为别人比我们对你们更有好意呢?
οὐ γὰρ ἄλλα μὲν ἡμᾶς ἆθλα ἐὰν νικήσωμεν, ἄλλα δʼ ἐστὶν ἃ ὑμᾶς μένει, ἀλλʼ ἃ βουλοίμεθʼ ἂν ἡμῖν γενέσθαι ταῦτα πρὸς ὑμᾶς κοινούμεθα.
因为,如果我们获胜,并非我们得到一套奖赏,而留给你们的是另一套结果,而是我们愿降临于我们自身的,都与你们共享。
ὥστε ἃ τῇ ἡμετέρᾳ αὐτῶν πόλει παρὰ τῶν θεῶν αἰτοῦμεν, ταῦτα τῇ ὑμετέρᾳ συνευχόμεθα, ἥκιστα ἐγχωροῦν οἶμαι Φιλίππῳ πρᾶγμα, τὰς αὐτὰς εὐχὰς ὑπὲρ αὑτοῦ καὶ τῶν ἄλλων τινὸς ποιήσασθαι.
所以,凡是我们为自己的城邦向神明祈求的,我们也为你们的城邦共同祈祷,而我认为,对腓力而言,这是最不可能的事:为他自己以及任何其他人作同样的祈求。
τοιοῦτον γάρ ἐστιν ὁ δυνάστης, μηδένα τῆς ἴσης τιμᾶσθαι· εἰκότως, μᾶλλον δʼ ἀναγκαίως.
因为统治者便是如此:绝不容许任何人享有同等的尊荣;这合乎常理,或者更确切地说,是势所必然。
ἅμα γὰρ τῶν ἴσων ἑτέρῳ μετέσται, καὶ αὐτὸς ὃ ζητεῖ, τοῦτʼ ἀπολώλεκε.
因为一旦另一个人分得同等之物,他自己所追求的便化为乌有。
δεῖ γὰρ οἶμαι τὸν μὲν ἄρχειν, τοὺς δὲ ἄρχεσθαι· ταῦτα δʼ ἀμφότερʼ οὐ ταυτὸν βούλεται.
因为我认为,必须有一方统治,而其他方被统治;而这两者并不追求相同的东西。
καὶ ταῦτʼ οὐχ ἡμᾶς ἐλέγχειν δεῖ τοῖς λόγοις, ἀλλὰ Φίλιππος ἔργῳ πιστοῦται.
而这无需我们用言语来论证,腓力已经用行动证明了这一点。
τίς γάρ ἐστι τούτου σύμμαχος, ὅστις οὐ χεῖρον πράττει τῶν πολεμίων;
因为在他的盟友中,有谁的处境不比他的敌人还要糟糕呢?
τοὺς μὲν οὖν ἐν μέρει πολέμους διʼ ἀπορρήτων ὡς τὰ πολλὰ ποιεῖται, ὥσπερ νῦν ἐφʼ ὑμᾶς ἥκει συγκρύπτων ὡς οἷόν τε τἀληθές· ἣν δʼ ἐν τῷ καθάπαξ ἔχει γνώμην, ὁμολογεῖ πρὸς ἅπαντας καὶ καταμηνύει διʼ ἑνὸς ῥήματος, ἄν τις ὀρθῶς τηρῇ.
因此,他通常暗地里进行局部的战争,正如他现在对你们而来,尽可能地掩盖真相;但是他那终极的图谋,若是有人正确地加以留意,便会发现他其实对所有人坦白,并用一句话透露了出来。
ὅταν γὰρ ἐν ταῖς ἐπιστολαῖς αὐτῷ καὶ ταῖς συνθήκαις πρῶτον ἁπάντων ᾖ, βασιλεὺς Μακεδόνων, πῶς οὐκ εἰς ἅπαντας κηρύττει τότε τὰ ἀπόρρητα τῆς γνώμης, καὶ τὸ μηδενὶ τῶν ἐλευθερίας ἐπιθυμούντων εἶναι τούτῳ χρῆσθαι μηδὲ πιστεύειν;
因为当在他的书信和条约中,首要的一条是‘马其顿人的国王’时,他岂不是向所有人昭示了他内心的秘密,并且昭示了:任何渴望自由的人,都无法与此人交往,也绝不能信任他?
οὐ γὰρ οὕτω γʼ ἀναίσθητος οὐδεὶς οὐδʼ ἔξω τοῦ φρονεῖν, ὅστις ἑνὸς μὲν ἔθνους καὶ τούτου κακῶν μεστοῦ καὶ οὗ μυρίοι βασιλεῖς ἤδη γεγόνασιν, ἀγάλλεσθαι κρατοῦντʼ αὐτὸν ἡγεῖται, τῆς δʼ Ἑλλάδος, ἣ μόνη τῶν ὑπὸ τὸν ἥλιον οὐδένα πώποτʼ ἔσχεν αὑτῆς κύριον, ταύτης δʼ οὔτʼ ἐπιθυμεῖν βασιλέα κληθῆναι οὔθʼ ἃ πράττει πρὸς ἄλλο τι τῶν πάντων ἔχειν τὴν ἀναφορὰν, ἢ ταῦτʼ ἐφεξῆς τὰ ῥήματα συνθεῖναι, Βασιλεὺς Ἑλλήνων Φίλιππος.
因为绝没有一个如此无知、如此丧失理智的人,会以为他仅满足于统治一个早已存在过无数君王、且充满灾祸的单一民族,却不渴望被称为‘希腊的国王’——希腊在阳光下是唯一从未有过主人的地方——或者以为他所做的一切除了按顺序拼凑出‘希腊人的国王腓力’这几个字之外,还指向别的什么目的。
μὴ δῆτα, ἀλεξίκακε Ζεῦ καὶ θεοί.
绝不要这样,辟邪的宙斯以及众神啊!
θάτερα γὰρ καλλίω καὶ δικαιότερα, ἡμᾶς εἶναι τῶν ἐκείνου κυρίους.
因为另一个选择才更美好、更公正:那就是由我们来主宰他的事务。
εἶτα λέγουσιν ὡς τὰ τῆς Ἀττικῆς βοσκήματα εἰς τὴν Βοιωτίαν ἥξει, καθάπερ χρησμούς τινας ἐξηγούμενοι.
接着他们又说,阿提卡的牲畜将会来到波奥提亚,仿佛在阐释某些神谕一般。
Φίλιππος δέ γε οἶδε
然而腓力却深知……