§490ἀφικόμεθα μὲν οὐ λόγῳ πρὸς Φίλιππον ἀγωνιούμενοι, ἀλλʼ ἔργῳ βοηθήσοντες ὑμῖν τε καὶ τοῖς ὑπολοίποις τῶν Ἑλλήνων πράγμασι.
われわれが至ったのは、言葉においてフィリッポスと争うためではなく、事実においてあなた方と、そしてギリシアの残された諸国事を救援するためである。
πολλῷ δʼ ἔτι νυνὶ σαφέστερον, ὦ §491ἄνδρες Θηβαῖοι, γιγνώσκομεν ὡς ὀρθῶς ὑπὲρ ὑμῶν ηὐλαβήθημεν.
さらに今やはるかに明白に、おおテーバイの諸君、われわれがあなた方のことをいかに正しく憂慮していたかを、われわれは知っている。
τὸ γὰρ εἰς τοῦθʼ ἥκειν Φίλιππον τόλμης καὶ δεινότητος ὥστε πρῶτον μὲν ὅλως πρέσβεις ὡς ὑμᾶς, εἶτα βοήθειαν αἰτήσοντας ἀπεσταλκέναι, ἵνʼ ὑμᾶς τε ἀμαχεὶ λάβῃ καὶ τὰ πρὸς ἡμᾶς ὡς βούλεται διοικήσηται, σφόδρα τῆς τʼ ἐκείνου συνηθείας οἶμαι καὶ προνοίας ὑμῖν ἄξιον.
というのも、フィリッポスが、まずそもそもあなた方のもとへ使節を、次いで支援を求める者たちを派遣するほどの、大胆さと狡猾さの極みに達したことは、あなた方を戦わずして手に入れ、われわれに対する事柄を自らの望み通りに処理するためであり、思うに、彼のいつものやり方に極めて合致しており、またあなた方にとって大いに警戒に値することだからである。
τὸ μὲν οὖν πρᾶγμα καινὸν ἴσως εἶναι δοκεῖ ὑμῖν, τῶν πολεμίων προσαγόντων, ἑτέρους ὑπὲρ ὑμῶν ἥκειν πεφοβημένους, καὶ μὴ μόνον αὐτεπάγγελτον ἔχειν ὑμᾶς τὴν βοήθειαν, ἀλλὰ καὶ παράκλησιν προσεῖναι τοῦ ταῦτα δέξασθαι·
それゆえ、敵が迫りつつある中で、他の者たちがあなた方の身を案じてやって来て、あなた方が自発的な救援を得るだけでなく、それを受け入れるよう勧告されることまで伴っているという事態は、おそらくあなた方にとって奇妙に思えるかもしれない。
αἰτούμεθα δʼ ὑμᾶς τοσοῦτον μιμήσασθαι τὴν τῶν Ἀθηναίων πόλιν εἰς τὰ ὑμέτερʼ αὐτῶν καὶ μὴ παρʼ αὐτοῖς τουτοισὶ τοῖς πρέσβεσι πρώτοις αἰσχύνην ὀφλῆσαι.
しかしわれわれは、あなた方が自らの利益に関してアテナイの国家を模範とし、まさにここにいる使節たちの目の前で、真っ先に恥辱を被ることのないよう、それだけを求めるのである。
εἰ γὰρ ἡμεῖς μὲν οἷς οὗτοί φασι τοσαῦτα πρὸς ὑμᾶς ὑπάρχειν ὑπεναντία, πάντα ταῦτʼ ἀνελόντες ἥκομεν συσσώζειν ὑμῖν ἀξιοῦντες τὴν πόλιν, ὑμεῖς δʼ οἱ μηδὲν ἔχοντες ὑμῖν αὐτοῖς μέμψασθαι πάντʼ ἀκονιτὶ προήσεσθε, πῶς οὐ πάντων ἀλογώτατα πράξετε;
なぜなら、もしわれわれが、この者たちがあなた方に対してあれほど多くの敵対関係が存在すると主張する相手であるにもかかわらず、これらすべてを水に流してやって来て、あなた方とともにその国家を救うことを望んでいるのに対して、あなた方自身には何ら非難すべき点がないにもかかわらず、すべてを戦わずして手放してしまうとするなら、どうしてこれ以上なく不条理な行動をとることにならないだろうか。
ἔστι δʼ οὐχ ὅσον τις ἂν εἴποι τὸ διάφορον τῆς παρούσης ἡμέρας, ἀλλʼ εἰς ἔσχατον ἧκον, δουλεύειν μὲν αὐτοὺς Φιλίππῳ, συγκαταδουλοῦσθαι δὲ τοὺς ἄλλους Ἕλληνας, ἀγροικίσασθαι δʼ εἰς τοὺς ὑπάρξαντας χρηστότητι, τριῶν δὲ τῶν αἰσχίστων δόξαν παρὰ πᾶσι λαβεῖν, σκαιότητος, πλεονεξίας, ἀχαριστίας·
しかも、今日の選択による違いは、言葉に尽くせるほど小さなものではなく、極限に達している。 すなわち、自らはフィリッポスに隷属し、残りのギリシア人をともに隷属させることに加担し、好意を示してくれた人々に対して酷薄に振る舞い、万人の間で最も不名誉な三つの評判、すなわち愚鈍、強欲、不恩義を得るか。
ἢ μετὰ τοῦ πατρίου σχήματος οἰκεῖν τὴν πόλιν, τῆς κοινῆς ἐλευθερίας προστάντας μεθʼ ἡμῶν.
あるいは、祖先伝来の威厳をもって自らの国家に住まい、われわれとともに共通の自由の守護者となるか、である。
ὃ καὶ θαυμάζω, εἰ τοὺς μὲν ἐκεῖνα τούτων μᾶλλον ὑμῖν προσήκειν ἡγουμένους μισεῖν ἂν δικαίως ἀξιοίητε, Φίλιππον δʼ ἡμῶν περὶ πλείονος ποιήσεσθε, ὃς ἐκείνοις ἐνόχους ὑμᾶς καθίστησι καὶ τοὺς λόγῳ βλασφημοῦντας ἐχθροὺς ἂν νομίζοντες, ἐκεῖνον εἰς συμμάχου τάξιν θήσετε, ὃς ἔργῳ τὰ χείριστα καθʼ ὑμῶν βεβαιοῖ.
この点において、私は驚きを禁じ得ない。 もし、あなた方には自由よりも隷属がふさわしいと考えている者たちを正当に憎むべきだと思うのであれば、なぜあなた方をその隷属に陥れようとしているフィリッポスを、われわれよりも重んじるのだろうか。 また、言葉で誹謗中傷する者を敵とみなすはずなのに、行動においてあなた方に対して最悪の事態を決定づけようとする者を、同盟者の列に置こうとするのだろうか。
εἰ τοίνυν καὶ τὸ ταὐτὰ συμφέρειν ἱκανὴ πίστις οἰκειότητος, καὶ τὸ ταὐτὰ προσήκειν ἡγεῖσθαι βέβαιον δή που φιλίας σύμβολον.
それゆえ、もし利害を同じくすることが親密さの十分な証拠であるならば、同じことがふさわしいと考えることは、確かに友情の確実な象徴であるはずだ。
ἡμεῖς τοίνυν ἅπερ ἡμῖν αὐτοῖς προσήκειν ἡγούμεθα, ταῦτα καὶ ὑμῖν, εὐδοξεῖν, προβουλεύειν, προτιμᾶσθαι τῶν ἄλλων Ἑλλήνων.
そしてわれわれは、自分たちにふさわしいと考えていること、すなわち名声を博し、先んじて計り、他のギリシア人たちに勝って重んじられることを、まさにあなた方にとってもふさわしいと考えているのである。
§492ὥστε πῶς ἂν δικαίως ἑτέρους εὐνουστέρους ἡμῶν νομίζοιτε;
それゆえ、どうしてあなた方が正当に、他の者たちをわれわれより好意を寄せているとみなすことができようか。
οὐ γὰρ ἄλλα μὲν ἡμᾶς ἆθλα ἐὰν νικήσωμεν, ἄλλα δʼ ἐστὶν ἃ ὑμᾶς μένει, ἀλλʼ ἃ βουλοίμεθʼ ἂν ἡμῖν γενέσθαι ταῦτα πρὸς ὑμᾶς κοινούμεθα.
というのも、もしわれわれが勝利を収めるなら、われわれには別の恩賞があり、あなた方を待つのはまた別の運命というわけではなく、われわれが自分たちに起こってほしいと願うまさにそのことを、あなた方と共有するからである。
ὥστε ἃ τῇ ἡμετέρᾳ αὐτῶν πόλει παρὰ τῶν θεῶν αἰτοῦμεν, ταῦτα τῇ ὑμετέρᾳ συνευχόμεθα, ἥκιστα ἐγχωροῦν οἶμαι Φιλίππῳ πρᾶγμα, τὰς αὐτὰς εὐχὰς ὑπὲρ αὑτοῦ καὶ τῶν ἄλλων τινὸς ποιήσασθαι.
それゆえ、われわれが自分たちの国家のために神々に求めることを、あなた方の国家のためにも共に祈るのであり、思うに、フィリッポスにとってこのようなこと、すなわち自分自身と他者の誰かのために同じ祈りを捧げることは、最も不可能なことである。
τοιοῦτον γάρ ἐστιν ὁ δυνάστης, μηδένα τῆς ἴσης τιμᾶσθαι·
なぜなら、支配者とはそのようなものであり、何者も対等の名誉を与えられないからである。
εἰκότως, μᾶλλον δʼ ἀναγκαίως.
それは尤もなことであり、むしろ必然的なことなのだ。
ἅμα γὰρ τῶν ἴσων ἑτέρῳ μετέσται, καὶ αὐτὸς ὃ ζητεῖ, τοῦτʼ ἀπολώλεκε.
なぜなら、他の者が対等の分け前を手にした瞬間に、彼自身が求めているものは失われてしまうからである。
δεῖ γὰρ οἶμαι τὸν μὲν ἄρχειν, τοὺς δὲ ἄρχεσθαι· ταῦτα δʼ ἀμφότερʼ οὐ ταυτὸν βούλεται.
思うに、一方が支配し、他方が支配されねばならず、これら両者は同じことを望まないからである。
καὶ ταῦτʼ οὐχ ἡμᾶς ἐλέγχειν δεῖ τοῖς λόγοις, ἀλλὰ Φίλιππος ἔργῳ πιστοῦται.
そして、このことをわれわれが言葉で証明する必要はなく、フィリッポスが行動で証明している。
τίς γάρ ἐστι τούτου σύμμαχος, ὅστις οὐ χεῖρον πράττει τῶν πολεμίων;
というのも、彼の同盟者の中で、彼の敵よりも悲惨な状況に置かれていない者が一人でもいるだろうか。
τοὺς μὲν οὖν ἐν μέρει πολέμους διʼ ἀπορρήτων ὡς τὰ πολλὰ ποιεῖται, ὥσπερ νῦν ἐφʼ ὑμᾶς ἥκει συγκρύπτων ὡς οἷόν τε τἀληθές·
それゆえ、個々の戦争を彼はたいてい秘密裏に行う。 それは、彼が今、あなた方に対して真実をできる限り隠蔽して迫っているのと同じことである。
ἣν δʼ ἐν τῷ καθάπαξ ἔχει γνώμην, ὁμολογεῖ πρὸς ἅπαντας καὶ καταμηνύει διʼ ἑνὸς ῥήματος, ἄν τις ὀρθῶς τηρῇ.
しかし、彼が最終的に抱いている意図は、正しく観察する者には、すべての人に対して公言し、一語によって明らかにしているのだ。
ὅταν γὰρ ἐν ταῖς ἐπιστολαῖς αὐτῷ καὶ ταῖς συνθήκαις πρῶτον ἁπάντων ᾖ, βασιλεὺς Μακεδόνων, πῶς οὐκ εἰς ἅπαντας κηρύττει τότε τὰ ἀπόρρητα τῆς γνώμης, καὶ τὸ μηδενὶ τῶν ἐλευθερίας ἐπιθυμούντων εἶναι τούτῳ χρῆσθαι μηδὲ πιστεύειν;
彼の書簡や条約において、すべての第一に『マケドニア人の王』とあるとき、どうして彼がその意図の秘密を万人に宣明していないと言えようか。 そして、自由を熱望する者の誰にとっても、彼と関わったり、彼を信頼したりすることはできないということを。
οὐ γὰρ οὕτω γʼ ἀναίσθητος οὐδεὶς οὐδʼ ἔξω τοῦ φρονεῖν, ὅστις ἑνὸς μὲν ἔθνους καὶ τούτου κακῶν μεστοῦ καὶ οὗ μυρίοι βασιλεῖς ἤδη γεγόνασιν, ἀγάλλεσθαι κρατοῦντʼ αὐτὸν ἡγεῖται, τῆς δʼ Ἑλλάδος, ἣ μόνη τῶν ὑπὸ τὸν ἥλιον οὐδένα πώποτʼ ἔσχεν αὑτῆς κύριον, ταύτης δʼ οὔτʼ ἐπιθυμεῖν βασιλέα κληθῆναι οὔθʼ ἃ πράττει πρὸς ἄλλο τι τῶν πάντων ἔχειν τὴν ἀναφορὰν, ἢ ταῦτʼ ἐφεξῆς τὰ ῥήματα συνθεῖναι, Βασιλεὺς Ἑλλήνων Φίλιππος.
なぜなら、これほど無感覚で理性を失った者はいないからである。 すなわち、数多くの王たちがすでに存在した、災いに満ちた単一の民族を支配することで彼が満足していると考え、日の下で唯一、かつて自らの上に支配者を持ったことのないギリシア、その王と呼ばれることを彼が望んでおらず、彼の行動が、次の言葉を順に並べること、すなわち『ギリシア人の王フィリッポス』とすること以外に何ら目的を持っていない、と考えるような者は。
μὴ δῆτα, ἀλεξίκακε Ζεῦ καὶ θεοί.
決してそのようなことがあってはならない、災いを除くゼウスよ、そして神々よ。
θάτερα γὰρ καλλίω καὶ δικαιότερα, ἡμᾶς εἶναι τῶν ἐκείνου κυρίους.
なぜなら、もう一方の選択肢の方がより美しく、より正しいからである、すなわちわれわれが彼の事物の支配者となることが。
εἶτα λέγουσιν ὡς τὰ τῆς Ἀττικῆς βοσκήματα εἰς τὴν Βοιωτίαν ἥξει, καθάπερ χρησμούς τινας ἐξηγούμενοι.
そのうえ彼らは、まるで神託を解釈するかのように、アッティカの家畜がボイオティアにやって来ると言っている。
Φίλιππος δέ γε οἶδε
だがフィリッポスこそは知っているのだ……