← アイリオス・アリステイデス

同盟演説 2

§490-492

フィリッポスの欺瞞と同盟の呼びかけ

アテナイの使節がテーバイ人に対し、マケドニア王フィリッポスの使節派遣や同盟提案は彼らを分断して隷属させるための欺瞞であると警告し、共通の自由と尊厳を守るためにアテナイと同盟を結んで戦うべきだと説得する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§490

ἀφικόμεθα μὲν οὐ λόγῳ πρὸς Φίλιππον ἀγωνιούμενοι, ἀλλʼ ἔργῳ βοηθήσοντες ὑμῖν τε καὶ τοῖς ὑπολοίποις τῶν Ἑλλήνων πράγμασι. πολλῷ δʼ ἔτι νυνὶ σαφέστερον, ὦ ἄνδρες Θηβαῖοι, γιγνώσκομεν ὡς ὀρθῶς ὑπὲρ ὑμῶν ηὐλαβήθημεν. τὸ γὰρ εἰς τοῦθʼ ἥκειν1 Φίλιππον τόλμης καὶ δεινότητος ὥστε πρῶτον μὲν ὅλως πρέσβεις ὡς ὑμᾶς, εἶτα βοήθειαν αἰτήσοντας ἀπεσταλκέναι, ἵνʼ ὑμᾶς τε ἀμαχεὶ λάβῃ καὶ τὰ πρὸς ἡμᾶς ὡς βούλεται διοικήσηται, σφόδρα τῆς τʼ ἐκείνου συνηθείας οἶμαι καὶ προνοίας ὑμῖν ἄξιον. τὸ μὲν οὖν πρᾶγμα καινὸν ἴσως εἶναι δοκεῖ ὑμῖν, τῶν πολεμίων προσαγόντων, ἑτέρους ὑπὲρ ὑμῶν ἥκειν πεφοβημένους, καὶ μὴ μόνον αὐτεπάγγελτον ἔχειν ὑμᾶς τὴν βοήθειαν, ἀλλὰ καὶ παράκλησιν προσεῖναι τοῦ ταῦτα δέξασθαι· αἰτούμεθα δʼ ὑμᾶς τοσοῦτον μιμήσασθαι τὴν τῶν Ἀθηναίων πόλιν εἰς τὰ ὑμέτερʼ αὐτῶν καὶ μὴ παρʼ αὐτοῖς τουτοισὶ τοῖς πρέσβεσι πρώτοις αἰσχύνην ὀφλῆσαι. εἰ γὰρ ἡμεῖς μὲν οἷς οὗτοί φασι τοσαῦτα πρὸς ὑμᾶς ὑπάρχειν ὑπεναντία, πάντα ταῦτʼ ἀνελόντες ἥκομεν συσσώζειν ὑμῖν ἀξιοῦντες τὴν πόλιν, ὑμεῖς δʼ οἱ μηδὲν ἔχοντες ὑμῖν αὐτοῖς μέμψασθαι πάντʼ ἀκονιτὶ προήσεσθε, πῶς οὐ πάντων ἀλογώτατα πράξετε; ἔστι δʼ οὐχ ὅσον τις ἂν εἴποι τὸ διάφορον τῆς παρούσης ἡμέρας, ἀλλʼ εἰς ἔσχατον ἧκον,2 δουλεύειν μὲν αὐτοὺς Φιλίππῳ, συγκαταδουλοῦσθαι δὲ τοὺς ἄλλους Ἕλληνας, ἀγροικίσασθαι δʼ εἰς τοὺς ὑπάρξαντας χρηστότητι, τριῶν δὲ τῶν αἰσχίστων δόξαν παρὰ πᾶσι λαβεῖν, σκαιότητος, πλεονεξίας, ἀχαριστίας· ἢ μετὰ τοῦ πατρίου σχήματος οἰκεῖν τὴν πόλιν, τῆς κοινῆς ἐλευθερίας προστάντας μεθʼ ἡμῶν. ὃ καὶ θαυμάζω, εἰ3 τοὺς μὲν ἐκεῖνα τούτων μᾶλλον ὑμῖν προσήκειν ἡγουμένους μισεῖν ἂν δικαίως ἀξιοίητε, Φίλιππον δʼ ἡμῶν περὶ πλείονος ποιήσεσθε, ὃς ἐκείνοις ἐνόχους ὑμᾶς καθίστησι καὶ τοὺς λόγῳ βλασφημοῦντας ἐχθροὺς ἂν νομίζοντες, ἐκεῖνον εἰς συμμάχου τάξιν θήσετε, ὃς ἔργῳ τὰ χείριστα καθʼ ὑμῶν βεβαιοῖ. εἰ τοίνυν καὶ τὸ ταὐτὰ συμφέρειν ἱκανὴ πίστις οἰκειότητος, καὶ τὸ ταὐτὰ προσήκειν ἡγεῖσθαι βέβαιον δή που φιλίας σύμβολον. ἡμεῖς τοίνυν ἅπερ ἡμῖν αὐτοῖς προσήκειν ἡγούμεθα, ταῦτα καὶ ὑμῖν, εὐδοξεῖν, προβουλεύειν, προτιμᾶσθαι τῶν ἄλλων Ἑλλήνων.

われわれが至ったのは、言葉においてフィリッポスと争うためではなく、事実においてあなた方と、そしてギリシアの残された諸国事を救援するためである。さらに今やはるかに明白に、おおテーバイの諸君、われわれがあなた方のことをいかに正しく憂慮していたかを、われわれは知っている。というのも、フィリッポスが、まずそもそもあなた方のもとへ使節を、次いで支援を求める者たちを派遣するほどの、大胆さと狡猾さの極みに達したことは、あなた方を戦わずして手に入れ、われわれに対する事柄を自らの望み通りに処理するためであり、思うに、彼のいつものやり方に極めて合致しており、またあなた方にとって大いに警戒に値することだからである。それゆえ、敵が迫りつつある中で、他の者たちがあなた方の身を案じてやって来て、あなた方が自発的な救援を得るだけでなく、それを受け入れるよう勧告されることまで伴っているという事態は、おそらくあなた方にとって奇妙に思えるかもしれない。しかしわれわれは、あなた方が自らの利益に関してアテナイの国家を模範とし、まさにここにいる使節たちの目の前で、真っ先に恥辱を被ることのないよう、それだけを求めるのである。なぜなら、もしわれわれが、この者たちがあなた方に対してあれほど多くの敵対関係が存在すると主張する相手であるにもかかわらず、これらすべてを水に流してやって来て、あなた方とともにその国家を救うことを望んでいるのに対して、あなた方自身には何ら非難すべき点がないにもかかわらず、すべてを戦わずして手放してしまうとするなら、どうしてこれ以上なく不条理な行動をとることにならないだろうか。しかも、今日の選択による違いは、言葉に尽くせるほど小さなものではなく、極限に達している。すなわち、自らはフィリッポスに隷属し、残りのギリシア人をともに隷属させることに加担し、好意を示してくれた人々に対して酷薄に振る舞い、万人の間で最も不名誉な三つの評判、すなわち愚鈍、強欲、不恩義を得るか。あるいは、祖先伝来の威厳をもって自らの国家に住まい、われわれとともに共通の自由の守護者となるか、である。この点において、私は驚きを禁じ得ない。もし、あなた方には自由よりも隷属がふさわしいと考えている者たちを正当に憎むべきだと思うのであれば、なぜあなた方をその隷属に陥れようとしているフィリッポスを、われわれよりも重んじるのだろうか。また、言葉で誹謗中傷する者を敵とみなすはずなのに、行動においてあなた方に対して最悪の事態を決定づけようとする者を、同盟者の列に置こうとするのだろうか。それゆえ、もし利害を同じくすることが親密さの十分な証拠であるならば、同じことがふさわしいと考えることは、確かに友情の確実な象徴であるはずだ。そしてわれわれは、自分たちにふさわしいと考えていること、すなわち名声を博し、先んじて計り、他のギリシア人たちに勝って重んじられることを、まさにあなた方にとってもふさわしいと考えているのである。

§492

ὥστε πῶς ἂν δικαίως ἑτέρους εὐνουστέρους ἡμῶν νομίζοιτε; οὐ γὰρ ἄλλα μὲν ἡμᾶς ἆθλα ἐὰν νικήσωμεν, ἄλλα δʼ ἐστὶν ἃ ὑμᾶς μένει, ἀλλʼ ἃ βουλοίμεθʼ ἂν ἡμῖν γενέσθαι ταῦτα πρὸς ὑμᾶς κοινούμεθα. ὥστε ἃ τῇ ἡμετέρᾳ αὐτῶν πόλει παρὰ τῶν θεῶν αἰτοῦμεν, ταῦτα τῇ ὑμετέρᾳ συνευχόμεθα, ἥκιστα ἐγχωροῦν οἶμαι Φιλίππῳ πρᾶγμα, τὰς αὐτὰς εὐχὰς ὑπὲρ αὑτοῦ καὶ τῶν ἄλλων τινὸς ποιήσασθαι. τοιοῦτον γάρ ἐστιν ὁ δυνάστης, μηδένα τῆς ἴσης τιμᾶσθαι· εἰκότως, μᾶλλον δʼ ἀναγκαίως. ἅμα γὰρ τῶν ἴσων ἑτέρῳ μετέσται, καὶ αὐτὸς ὃ ζητεῖ, τοῦτʼ ἀπολώλεκε. δεῖ γὰρ οἶμαι τὸν μὲν ἄρχειν, τοὺς δὲ ἄρχεσθαι· ταῦτα δʼ ἀμφότερʼ οὐ ταυτὸν βούλεται. καὶ ταῦτʼ οὐχ ἡμᾶς ἐλέγχειν δεῖ τοῖς λόγοις, ἀλλὰ Φίλιππος ἔργῳ πιστοῦται. τίς γάρ ἐστι τούτου σύμμαχος, ὅστις οὐ χεῖρον πράττει τῶν πολεμίων; τοὺς μὲν οὖν ἐν μέρει πολέμους διʼ ἀπορρήτων ὡς τὰ πολλὰ ποιεῖται, ὥσπερ νῦν ἐφʼ ὑμᾶς ἥκει συγκρύπτων ὡς οἷόν τε τἀληθές· ἣν δʼ ἐν τῷ καθάπαξ ἔχει γνώμην, ὁμολογεῖ πρὸς ἅπαντας καὶ καταμηνύει διʼ ἑνὸς ῥήματος, ἄν τις ὀρθῶς τηρῇ. ὅταν γὰρ ἐν ταῖς ἐπιστολαῖς αὐτῷ καὶ ταῖς συνθήκαις πρῶτον ἁπάντων ᾖ, βασιλεὺς Μακεδόνων, πῶς οὐκ εἰς ἅπαντας κηρύττει τότε τὰ ἀπόρρητα τῆς γνώμης, καὶ τὸ μηδενὶ τῶν ἐλευθερίας ἐπιθυμούντων εἶναι τούτῳ χρῆσθαι μηδὲ πιστεύειν; οὐ γὰρ οὕτω γʼ ἀναίσθητος οὐδεὶς οὐδʼ ἔξω τοῦ φρονεῖν, ὅστις ἑνὸς μὲν ἔθνους καὶ τούτου κακῶν μεστοῦ καὶ οὗ μυρίοι βασιλεῖς ἤδη γεγόνασιν, ἀγάλλεσθαι κρατοῦντʼ αὐτὸν ἡγεῖται,4 τῆς δʼ Ἑλλάδος, ἣ μόνη τῶν ὑπὸ τὸν ἥλιον οὐδένα πώποτʼ ἔσχεν αὑτῆς κύριον, ταύτης δʼ οὔτʼ ἐπιθυμεῖν βασιλέα κληθῆναι οὔθʼ ἃ πράττει πρὸς ἄλλο τι τῶν πάντων ἔχειν τὴν ἀναφορὰν, ἢ ταῦτʼ ἐφεξῆς τὰ ῥήματα συνθεῖναι, Βασιλεὺς Ἑλλήνων Φίλιππος. μὴ δῆτα, ἀλεξίκακε Ζεῦ καὶ θεοί. θάτερα γὰρ καλλίω καὶ δικαιότερα, ἡμᾶς εἶναι τῶν ἐκείνου κυρίους. εἶτα λέγουσιν ὡς τὰ τῆς Ἀττικῆς βοσκήματα εἰς τὴν Βοιωτίαν ἥξει, καθάπερ χρησμούς τινας ἐξηγούμενοι. Φίλιππος δέ γε οἶδε

それゆえ、どうしてあなた方が正当に、他の者たちをわれわれより好意を寄せているとみなすことができようか。というのも、もしわれわれが勝利を収めるなら、われわれには別の恩賞があり、あなた方を待つのはまた別の運命というわけではなく、われわれが自分たちに起こってほしいと願うまさにそのことを、あなた方と共有するからである。それゆえ、われわれが自分たちの国家のために神々に求めることを、あなた方の国家のためにも共に祈るのであり、思うに、フィリッポスにとってこのようなこと、すなわち自分自身と他者の誰かのために同じ祈りを捧げることは、最も不可能なことである。なぜなら、支配者とはそのようなものであり、何者も対等の名誉を与えられないからである。それは尤もなことであり、むしろ必然的なことなのだ。なぜなら、他の者が対等の分け前を手にした瞬間に、彼自身が求めているものは失われてしまうからである。思うに、一方が支配し、他方が支配されねばならず、これら両者は同じことを望まないからである。そして、このことをわれわれが言葉で証明する必要はなく、フィリッポスが行動で証明している。というのも、彼の同盟者の中で、彼の敵よりも悲惨な状況に置かれていない者が一人でもいるだろうか。それゆえ、個々の戦争を彼はたいてい秘密裏に行う。それは、彼が今、あなた方に対して真実をできる限り隠蔽して迫っているのと同じことである。しかし、彼が最終的に抱いている意図は、正しく観察する者には、すべての人に対して公言し、一語によって明らかにしているのだ。彼の書簡や条約において、すべての第一に「マケドニア人の王」とあるとき、どうして彼がその意図の秘密を万人に宣明していないと言えようか。そして、自由を熱望する者の誰にとっても、彼と関わったり、彼を信頼したりすることはできないということを。なぜなら、これほど無感覚で理性を失った者はいないからである。すなわち、数多くの王たちがすでに存在した、災いに満ちた単一の民族を支配することで彼が満足していると考え、日の下で唯一、かつて自らの上に支配者を持ったことのないギリシア、その王と呼ばれることを彼が望んでおらず、彼の行動が、次の言葉を順に並べること、すなわち「ギリシア人の王フィリッポス」とすること以外の何らかの目的を持っている、と考えるような者は。決してそのようなことがあってはならない、災いを除くゼウスよ、そして神々よ。なぜなら、もう一方の選択肢の方がより美しく、より正しいからである、すなわちわれわれが彼の事物の支配者となることが。そのうえ彼らは、まるで神託を解釈するかのように、アッティカの家畜がボイオティアにやって来ると言っている。だがフィリッポスこそは知っているのだ……

構文注4 件
  1. 491τὸ γὰρ εἰς τοῦθʼ ἥκειν

    冠詞 τὸ を伴う名詞化不定詞句であり、文全体の主語。ἥκειν は方向・極みを示す εἰς τοῦτο(これほどの〜に)と、程度を表す属格 τόλμης καὶ δεινότητος(大胆さと狡猾さ)を伴い、「フィリッポスが~の極みに達したこと」を意味する。この文の主名詞補語は文末の ἄξιον である。

  2. 491εἰς ἔσχατον ἧκον

    非人称動詞のように用いられた中性単数分詞 ἧκον による「対格絶対(accusative absolute)」の構文。「事態が極限に達した状態で」という意味を表し、主節の ἔστι(選択肢がある)の内容を説明する δουλεύειν と οἰκεῖν の対比へとつながる。

  3. 491ὃ καὶ θαυμάζω, εἰ

    ὃ は文頭で前述の文脈全体を指す関係代名詞の対格(「これに関して」という副詞的対格)。また、驚きを表す動詞 θαυμάζω の後に続く εἰ 節は、仮定ではなく事実として「~であること(に驚く)」を意味する。

  4. 492κρατοῦντʼ αὐτὸν ἡγεῖται

    間接話法の対格不定詞構文において、不定詞 ἀγάλλεσθαι(誇る、喜ぶ)の意味上の主語 αὐτὸν(彼自身が)に、分詞 κρατοῦντα(支配している)が一致している。全体で「彼自身が支配者として誇っていると(誰もが)考える(わけではない)」という入れ子構造の一部。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0284.tlg039.humanitext-grc2:490-492