§487δʼ οὐδεὶς οὐδὲ κινεῖται, ἀλλʼ ὥσπερ ἄνω καταρρακτῶν ἢ περὶ τὴν ἐρυθρὰν τούτων γιγνομένων, ἢ πρὸς ἅπαντας ἀνθρώπους μᾶλλον ἢ πρὸς ἡμᾶς ὄντων, ὕπνος θαυμαστὸς ἅπασι καὶ ῥᾳθυμία κατακέχυται, καὶ καθάπερ τὰ ἐν ταῖς ἱστορίαις παράδοξα οὕτως ἀκούομεν, θαυμάζοντες τὰ γιγνόμενα, οὐχ ὅπως παύσεται ζητοῦντες·
然而,却没有任何人行动,仿佛这些事情发生在遥远的尼罗河瀑布之上,或是发生在红海周围,又或是它们与全人类的关系比与我们的关系更为密切一样。 一种奇妙的沉睡与懈怠笼罩着所有人。 我们听着这些事情,就像听着历史书中的奇闻轶事一样,对正在发生的事情感到惊叹,却绝非在寻求如何阻止它。
καὶ γέγονε πάνθʼ ὥσπερ ἐν Εὐρίπῳ τὰ τῶν Ἑλλήνων πράγματα, νύκια καὶ ἡμέραν ἄνω καὶ κάτω στρεφόμενα, καὶ κατέχει συνήθης ἀκοὴ τῶν κακῶν, ἐν πορθμῷ Φίλιππος, ἐν Μεγάροις Φίλιππος, Ἀρκαδία νοσεῖ, Χαλκιδεῖς ἀπολώλασι, Θετταλία δεδούλωται, πολιορκεῖ Βυζάντιον, Ἦλιν εἴληφεν, Ὁμήρου κατάλογος ἁρπαζομένων γέγονε τῶν Ἑλλήνων.
希腊人的所有事务都已经变得像欧里普斯海峡的潮汐一样,日夜不停地上下颠簸,而关于灾难的日常传言占据了主导:“菲力在海峡,菲力在麦加拉,阿卡迪亚病入膏肓,卡尔基斯人已经灭亡,色萨利已被奴役,他正在围攻拜占庭,他占领了埃利斯”——希腊人被掠夺的名单,已经变成了荷马的《船只名录》。
καὶ τοσούτων χρημάτων καὶ σωμάτων καὶ τόπων ἀπολωλότων καὶ πάντων πάντα σεσυλημένων οὐδέν ἐστι τῶν πάντων φοβερώτερον οὐδʼ ἐφʼ ᾧ μεῖζον ἄν τις στενάξειεν ἢ ὅτι τὰς γνώμας ἡμῶν καὶ τὸ λογίζεσθαι σεσύληκε, καὶ τοσαύτῃ φαρμάκων περιουσίᾳ καὶ γοητείᾳ κέχρηται ὥστε πάντας ἅπαντʼ αὐτῷ καθʼ αὑτῶν συμπράττειν ἀναπέπεικεν, ὥσπερ ἐὰν ἀπόλωνται κερδανοῦντας, καὶ γέγονε τῶν Ἑλλήνων ἔρις ὅστις πρότερος ἐκείνου γένηται, καὶ περίεστι τοσοῦτον ἡμῖν, ὅσον τοῖς ἐκ πληγῆς ἤ τινος ἄλλου κακοῦ σφαλλομένοις βαδίζουσιν οἷς τὸ μὲν κατενεχθήσεσθαι πρόδηλον, τὸ δὲ μέλλειν ἔτι, τοῦτʼ ἐστὶν ἡ δύναμις.
在损失了如此多的财富、生命和领土,且所有的东西都被掠夺殆尽的情况下,在所有这一切中,最令人恐惧的,也最让人为之深切叹息的,莫过于他掠夺了我们的心智和理性。 他使用了如此多的药物和咒术,以至于说服了所有人为了违背自身利益的目的而与他合作,仿佛他们若灭亡了反而能获利一般。 在希腊人中甚至产生了一种争斗,看谁能先投靠他。 而我们剩下的,仅仅就像那些因遭受一击或其他灾祸而步履蹒跚的人一样——对他们来说,倒下是显而易见的,而至今仍在拖延,这便是他们仅存的力量。
ὁ δʼ ὥσπερ τυφὼς ἢ πρηστὴρ ἐμπεσὼν ἐλαύνει κατάκρας αἰγίδι λαμπρᾷ πάντα τὰ πράγματα, οὐδὲν παριεὶς, τοῖς μὲν ὅπλα, τοῖς δὲ λόγους προσφέρων, μόνον οὐκ ἐπαναγκάζων ἅπαντας ἀναστῆναι.
而他,就像台风或暴风般袭来,伴随着耀眼的狂风彻底席卷一切事务,毫无遗漏,对一些人动用武力,对另一些人则用言辞游说,几乎要强迫所有人流离失所。
ἀλλʼ ὅμως οὐδείς πω τοῦθʼ ὑπήκουσεν αὐτῷ, ἀλλʼ ὥσπερ ὁμίχλης ἢ ζόφου πάντα κατειληφότος οὔθʼ ἡμᾶς αὐτοὺς οὔτʼ ἐκεῖνον γνῶναι δυνάμεθα, ἀλλʼ εἰδότες μὲν τὸ μέλλον, οὐ βουλόμενοι δὲ εἰδέναι δοκεῖν, ἑκούσιοι τὰς ἀνάγκας ἀναμένομεν.
然而尽管如此,至今还没有人在这件事上听从他,而是仿佛有一团迷雾或黑暗笼罩了一切,我们既无法了解自己,也无法了解他,虽然深知未来,却不想表现出知道的样子,自愿等待着无可避免的灾难。
καὶ φάσματος μὲν ἄλλου του συμβάντος οἷα κατʼ οὐρανὸν, ἢ σεισμῶν ἢ πνευμάτων ἔξω τοῦ μετρίου κατασχόντων, ἔδει μὲν δεδιέναι πάντας, ἔδει δʼ ἀλλήλους συγκαλεῖν, ἰέναι δὲ θεωροὺς εἰς Δελφοὺς καὶ Δωδώνην καὶ παρʼ
如果发生了其他诸如天象异变,或是地震、超乎寻常的狂风席卷而来,所有人都应当感到恐惧,应当互相召集,并派遣使者前往德尔斐、多多纳以及阿姆菲阿拉奥斯寻求救赎。
§488Ἀμφιάρεων περὶ σωτηρίας, Φιλίππου δʼ ἐπιπολάζοντος τοσοῦτον ἤδη χρόνον καὶ τὴν Ἑλλάδα ἐκ βάθρων κινοῦντος καὶ τοσαύτην γῆν ἐπερχομένου, ὅσην οὐδέπω κῦμα ἐπέκλυσεν, οὐδεὶς οὐ λόγος, οὐ σύλλογος, οὐκ εὐχὴ πρέπουσα, οὐκ ἐρώτημα Ἑλληνικὸν, ἀλλʼ ὥσπερ νεφέλῃ κεκαλυμμένος, ἢ τὴν τῶν ποιητῶν ἄτοπον κυνῆν περικείμενος, δρᾶσαι φανερὸς, παθεῖν δʼ ἀφανὴς, περιέρχεται δημαγωγῶν τοὺς Ἕλληνας, πάντα ἐκζητῶν, πάντα εὑρίσκων εἴ τί τῳ πέπρακται δυσχερὲς εἰς τὸ πλησίον, εἰ ῥῆμά τις ἔφθεγκται μόνον, διαβάλλων ἐν μέρει πάντας, ὥσπερ παισὶ τοῖς Ἕλλησι διαλεγόμενος. σοὶ δὲ τί τούτων, ὦ κακῶς ἀμφικτύων;
然而,在菲力已经横行了如此长的时间,将希腊从根基上动摇,并侵入了哪怕是海浪也未曾淹没过的如此广阔的土地时,却没有任何讨论,没有任何集会,没有任何适宜的祈祷,没有任何希腊式的质问。 相反,他仿佛被云雾遮蔽,又如戴着诗人们所说的奇特头盔,作恶时显而易见,受惩时却隐匿无踪。 他在希腊人中游说,到处搜寻、发现是否有人对邻人做了什么不快之事,或是谁仅仅说错了一句话,轮流中伤所有人,仿佛在对希腊的小孩说话:“这些对你有什么关系,你这个恶劣的同盟成员?
ἅπαντα ταῦθʼ ἕν ἐστι, δεινὸν πλεονάζων Φίλιππος.
”这一切都归结为一点:菲力在可怕地贪得无厌。
τίνες οὖν ἄλλοι ταῦτα κωλύσουσι;
那么,还有谁能阻止这些呢?
τίνων, ὦ ἄνδρες Θηβαῖοι, χρὴ τοῦτο γενέσθαι τὸ ἕρμαιον;
底比斯人啊,这一不期而获的机遇,应当属于谁呢?
ἡμῖν τὰς ἀνάγκας ταύτας οἱ θεοὶ προὐξενήκασι.
神明们已经为我们安排了这些无可避免的责任。
σκέψασθε δὴ καὶ περὶ τῆς παλαιᾶς αἰτίας ὡς καλῶς αὐτὴν ἀπελύσασθε, λέγοντες οὐκ εἶναι τὴν πόλιν αὑτῆς, ἀλλὰ τοὺς κρατοῦντας τῶν πραγμάτων μηδίσαι.
请考虑一下关于过去的指责,你们是如何漂亮地予以洗脱的,你们说那并不是城市自身的意愿,而是掌握政权的人投靠了波斯。
τούτοις μέντοι τοῖς λόγοις οὐκ ἀκολουθεῖ τὸ νυνὶ δέξασθαι Φίλιππον.
然而,现在的妥协、接纳菲力与这些说辞是无法相容的。
ἀλλʼ ἢ κἀκεῖνα δεῖ ψεύδεσθαι δοκεῖν, ἢ τούτοις λόγος οὐ λείπεται.
要么那些过去的辩解也必须被视为谎言,要么这些人就再也没有任何辩解的余地了。
ὅτι τοίνυν οὐκ ἔστιν ἐφʼ ὑμῖν, οὐδʼ ἐὰν βούλησθε, ἁμαρτεῖν σκέψασθε.
因此,请考虑一下,即便你们想犯错,犯错的决定权也并不在你们手中。
νυνὶ δυοῖν θάτερον αἰτεῖ Φίλιππος, ἢ συνεμβαλεῖν, ἢ διεῖναι.
现在菲力要求二者择一:要么共同入侵,要么放行通过。
διέντες μὲν τοίνυν ἡμᾶς μὲν ὁμοίως προδεδώκατε, ἐκείνῳ δʼ οὐχ ὅσον βούλεται χαρίζεσθε.
如果放行,你们同样背叛了我们,而且你们对他的讨好也并不能达到他所期望的程度。
ὥσθʼ ἥ τε παρʼ ἡμῶν ὑπάρχει μέμψις καὶ ἡ παρʼ ἐκείνου προσγίγνεται.
结果,既有来自我们的谴责,又有来自他的怨恨随之而来。
ἂν οὖν διοικήσηται τὰ πρὸς ἡμᾶς, ἔστʼ ἐφʼ ὅτους πρώτους εἶσιν ἢ ὑμᾶς;
如果他解决了与我们的问题,难道他首先要去进犯的,会是除你们之外的任何人吗?
ἢ τοῦτο μὲν κἂν εἰ μηδὲν ἔχοι μέμψασθαι πρόδηλον, πρὸς Διὸς, ἂν δʼ εἰσέλθῃ μὲν ὡς εὔνους καὶ φίλος, εἰσελθὼν δʼ ἔχῃ καὶ μὴ ἀνίῃ τὴν πόλιν—ἴσμεν δʼ ὃν τρόπον εἴληφε Φερὰς καὶ χωρὶς τῶν Φερῶν ἴσμεν ὃν τρόπον Φοιβίδας ἔσχε τὴν Καδμείαν ταυτηνὶ—ἂν οὖν ὡς τότʼ ἐκεῖνος παριὼν ὡς ἐπʼ Ὀλύνθου τὸ πρῶτον ἕρμαιον ἠξίωσε μὴ παρεῖναι, οὕτω καὶ νῦν οὗτος πρὶν εἰς Ἀττικὴν ἐλθεῖν,
或者,哪怕他没有任何可以谴责的地方,这不也是显而易见的吗,指宙斯起誓? 但如果他以友好盟友的身份进入,而在进入之后,他占领并不再归还这座城市——我们知道他是如何夺取斐莱的,除了斐莱之外,我们更知道福伊比达斯是如何占领这卡德梅亚的——因此,如果他像那时路过、仿佛对待针对奥林索斯的第一个意外收获一样认为不应放过,那么现在这个人,在进入阿提卡之前,……