§487δʼ οὐδεὶς οὐδὲ κινεῖται, ἀλλʼ ὥσπερ ἄνω καταρρακτῶν ἢ περὶ τὴν ἐρυθρὰν τούτων γιγνομένων, ἢ πρὸς ἅπαντας ἀνθρώπους μᾶλλον ἢ πρὸς ἡμᾶς ὄντων, ὕπνος θαυμαστὸς ἅπασι καὶ ῥᾳθυμία κατακέχυται, καὶ καθάπερ τὰ ἐν ταῖς ἱστορίαις παράδοξα οὕτως ἀκούομεν, θαυμάζοντες τὰ γιγνόμενα, οὐχ ὅπως παύσεται ζητοῦντες·
しかし、誰も動きすらしない。 まるでこれらの出来事が、ナイル川の上流の急流や紅海の周辺で起きているかのように、あるいは私たちに対してというよりは全人類に対して起きているかのように、驚くべき眠りと怠惰がすべての人に注がれている。 そして、私たちは歴史書の中の奇妙な出来事を聞くかのようにこれらを聞き、起きていることに驚嘆しながらも、それをいかにして止めさせるかを模索することなどしない。
καὶ γέγονε πάνθʼ ὥσπερ ἐν Εὐρίπῳ τὰ τῶν Ἑλλήνων πράγματα, νύκια καὶ ἡμέραν ἄνω καὶ κάτω στρεφόμενα, καὶ κατέχει συνήθης ἀκοὴ τῶν κακῶν, ἐν πορθμῷ Φίλιππος, ἐν Μεγάροις Φίλιππος, Ἀρκαδία νοσεῖ, Χαλκιδεῖς ἀπολώλασι, Θετταλία δεδούλωται, πολιορκεῖ Βυζάντιον, Ἦλιν εἴληφεν, Ὁμήρου κατάλογος ἁρπαζομένων γέγονε τῶν Ἑλλήνων.
ギリシア人の諸問題は、まるでエウリポス海峡の潮の流れのようになり、夜も昼も上へ下へとひっくり返り、災いの日常的な噂が支配している。 「海峡にフィリッポスがいる、メガラにフィリッポスがいる、アルカディアは病み、カルキス人は滅び、テッサリアは奴隷化され、彼はビュザンティオンを包囲し、エリスを奪った」と。 ギリシア人の略奪されるリストは、ホメロスのカタログのようになってしまった。
καὶ τοσούτων χρημάτων καὶ σωμάτων καὶ τόπων ἀπολωλότων καὶ πάντων πάντα σεσυλημένων οὐδέν ἐστι τῶν πάντων φοβερώτερον οὐδʼ ἐφʼ ᾧ μεῖζον ἄν τις στενάξειεν ἢ ὅτι τὰς γνώμας ἡμῶν καὶ τὸ λογίζεσθαι σεσύληκε, καὶ τοσαύτῃ φαρμάκων περιουσίᾳ καὶ γοητείᾳ κέχρηται ὥστε πάντας ἅπαντʼ αὐτῷ καθʼ αὑτῶν συμπράττειν ἀναπέπεικεν, ὥσπερ ἐὰν ἀπόλωνται κερδανοῦντας, καὶ γέγονε τῶν Ἑλλήνων ἔρις ὅστις πρότερος ἐκείνου γένηται, καὶ περίεστι τοσοῦτον ἡμῖν, ὅσον τοῖς ἐκ πληγῆς ἤ τινος ἄλλου κακοῦ σφαλλομένοις βαδίζουσιν οἷς τὸ μὲν κατενεχθήσεσθαι πρόδηλον, τὸ δὲ μέλλειν ἔτι, τοῦτʼ ἐστὶν ἡ δύναμις.
これほど多くの財産、人命、土地が失われ、すべてのものがことごとく略奪されたなかで、そのすべてにおいて、私たちの精神と理性が略奪されたことほど恐ろしいことはなく、またそれ以上に人が嘆くべきものはない。 そして、彼はこれほど多量の薬物と呪術を用いてきたため、誰もが自らに不利になるよう、彼に全面的に協力するように説得されてしまった。 まるで自分が滅びれば得をするかのように。 そして、ギリシア人の間では、誰が彼に従う先陣を切るかという争いが生じている。 そして私たちに残されているものは、一撃や他の何らかの災いによって足元をふらつかせながら歩いている者たち、すなわち、倒れることは明白でありながら、なお引き延ばされていること、それだけが生きている力であるような者たちの状態にすぎない。
ὁ δʼ ὥσπερ τυφὼς ἢ πρηστὴρ ἐμπεσὼν ἐλαύνει κατάκρας αἰγίδι λαμπρᾷ πάντα τὰ πράγματα, οὐδὲν παριεὶς, τοῖς μὲν ὅπλα, τοῖς δὲ λόγους προσφέρων, μόνον οὐκ ἐπαναγκάζων ἅπαντας ἀναστῆναι.
一方、彼はまるで台風や暴風のように襲いかかり、輝かしい嵐を伴ってすべての事態を徹底的に押し流し、何一つ見過ごさず、ある者には武器を、ある者には言葉を差し向け、すべての人に立ち退きを強制するかのようである。
ἀλλʼ ὅμως οὐδείς πω τοῦθʼ ὑπήκουσεν αὐτῷ, ἀλλʼ ὥσπερ ὁμίχλης ἢ ζόφου πάντα κατειληφότος οὔθʼ ἡμᾶς αὐτοὺς οὔτʼ ἐκεῖνον γνῶναι δυνάμεθα, ἀλλʼ εἰδότες μὲν τὸ μέλλον, οὐ βουλόμενοι δὲ εἰδέναι δοκεῖν, ἑκούσιοι τὰς ἀνάγκας ἀναμένομεν.
しかしそれにもかかわらず、未だ誰もこのことに従おうとせず、まるで霧や暗闇がすべてを覆い尽くしているかのように、私たちは自分自身のことも彼のことも知ることができず、未来を知っていながらも、知っていると思われたくないがために、自ら進んで破滅を待ち望んでいる。
καὶ φάσματος μὲν ἄλλου του συμβάντος οἷα κατʼ οὐρανὸν, ἢ σεισμῶν ἢ πνευμάτων ἔξω τοῦ μετρίου κατασχόντων, ἔδει μὲν δεδιέναι πάντας, ἔδει δʼ ἀλλήλους συγκαλεῖν, ἰέναι δὲ θεωροὺς εἰς Δελφοὺς καὶ Δωδώνην καὶ παρʼ
そして、天に現れる何か他の前兆が起こったり、地震や度を超えた暴風が襲ったりしたなら、すべての人が恐れ、互いを呼び集め、救済を求めてデルポイやドドナ、あるいはアムピアラオスの神託所へと使節を送るべきであった。
§488Ἀμφιάρεων περὶ σωτηρίας, Φιλίππου δʼ ἐπιπολάζοντος τοσοῦτον ἤδη χρόνον καὶ τὴν Ἑλλάδα ἐκ βάθρων κινοῦντος καὶ τοσαύτην γῆν ἐπερχομένου, ὅσην οὐδέπω κῦμα ἐπέκλυσεν, οὐδεὶς οὐ λόγος, οὐ σύλλογος, οὐκ εὐχὴ πρέπουσα, οὐκ ἐρώτημα Ἑλληνικὸν, ἀλλʼ ὥσπερ νεφέλῃ κεκαλυμμένος, ἢ τὴν τῶν ποιητῶν ἄτοπον κυνῆν περικείμενος, δρᾶσαι φανερὸς, παθεῖν δʼ ἀφανὴς, περιέρχεται δημαγωγῶν τοὺς Ἕλληνας, πάντα ἐκζητῶν, πάντα εὑρίσκων εἴ τί τῳ πέπρακται δυσχερὲς εἰς τὸ πλησίον, εἰ ῥῆμά τις ἔφθεγκται μόνον, διαβάλλων ἐν μέρει πάντας, ὥσπερ παισὶ τοῖς Ἕλλησι διαλεγόμενος.
しかし、フィリッポスがすでにこれほど長い間猛威を振るい、ギリシアを根底から揺るがし、かつて波が押し寄せたこともないほど広大な土地を侵略しているというのに、いかなる議論も、集会も、ふさわしい祈りも、ギリシア人としての問いかけもなされていない。 むしろ、彼はまるで霧に包まれているか、あるいは詩人たちが語るあの奇妙な兜をかぶっているかのように、害をなすときには目に見えるが、害を受けるときには姿を隠し、ギリシア人を懐柔しながら歩き回り、隣人に対して誰かが何か不都合なことをしたか、誰かがただ一言口走ったか、すべてを探り出し、すべてを見つけ出し、順番に全員を中傷し、まるでギリシア人たちを子供のように扱って対話している。
σοὶ δὲ τί τούτων, ὦ κακῶς ἀμφικτύων;
「悪しき隣邦同盟員よ、これらがお前に何の関係があるのか」と。
ἅπαντα ταῦθʼ ἕν ἐστι, δεινὸν πλεονάζων Φίλιππος.
これらはすべて一つのこと、すなわち、フィリッポスが恐るべきほどに不当な利を得ているということなのだ。
τίνες οὖν ἄλλοι ταῦτα κωλύσουσι;
では、他に誰がこれを防ぐというのか。
τίνων, ὦ ἄνδρες Θηβαῖοι, χρὴ τοῦτο γενέσθαι τὸ ἕρμαιον;
テーバイの皆さん、この棚からぼた餅のような好機は、誰のものとなるべきだろうか。
ἡμῖν τὰς ἀνάγκας ταύτας οἱ θεοὶ προὐξενήκασι.
神々が私たちに、これらのやむえない義務をあらかじめ用意してくださったのだ。
σκέψασθε δὴ καὶ περὶ τῆς παλαιᾶς αἰτίας ὡς καλῶς αὐτὴν ἀπελύσασθε, λέγοντες οὐκ εἶναι τὴν πόλιν αὑτῆς, ἀλλὰ τοὺς κρατοῦντας τῶν πραγμάτων μηδίσαι.
さて、かつての非難について、皆さんがいかに見事にそれを晴らしたかを考えてみなさい。 すなわち、都市は自らの意志によるのではなく、当時実権を握っていた者たちがペルシアに加担したのだ、と言って。
τούτοις μέντοι τοῖς λόγοις οὐκ ἀκολουθεῖ τὸ νυνὶ δέξασθαι Φίλιππον.
しかしながら、これらの主張は、今フィリッポスを受け入れることとは両立しない。
ἀλλʼ ἢ κἀκεῖνα δεῖ ψεύδεσθαι δοκεῖν, ἢ τούτοις λόγος οὐ λείπεται.
さもなければ、あの弁明も偽りであると思われるべきか、あるいは、今回の行動には何の言い訳も残されていないかのどちらかである。
ὅτι τοίνυν οὐκ ἔστιν ἐφʼ ὑμῖν, οὐδʼ ἐὰν βούλησθε, ἁμαρτεῖν σκέψασθε.
したがって、たとえ皆さんが望んだとしても、誤った選択をすることは皆さんの自由ではないということを考えなさい。
νυνὶ δυοῖν θάτερον αἰτεῖ Φίλιππος, ἢ συνεμβαλεῖν, ἢ διεῖναι.
今、フィリッポスは二つのうち一つを要求している。 すなわち、共に侵攻するか、あるいは領内を通過させるかである。
διέντες μὲν τοίνυν ἡμᾶς μὲν ὁμοίως προδεδώκατε, ἐκείνῳ δʼ οὐχ ὅσον βούλεται χαρίζεσθε.
もし通過させるなら、皆さんは私たちを同様に裏切ることになり、かつ、彼に対して彼が望むほど十分な恩を売ることにはならない。
ὥσθʼ ἥ τε παρʼ ἡμῶν ὑπάρχει μέμψις καὶ ἡ παρʼ ἐκείνου προσγίγνεται.
その結果、私たちからの非難が存在することになり、さらに彼からの非難も加わることになる。
ἂν οὖν διοικήσηται τὰ πρὸς ἡμᾶς, ἔστʼ ἐφʼ ὅτους πρώτους εἶσιν ἢ ὑμᾶς;
もし彼が私たちとの問題を片付けたなら、彼が真っ先に向かう相手は皆さん以外にいるだろうか。
ἢ τοῦτο μὲν κἂν εἰ μηδὲν ἔχοι μέμψασθαι πρόδηλον, πρὸς Διὸς, ἂν δʼ εἰσέλθῃ μὲν ὡς εὔνους καὶ φίλος, εἰσελθὼν δʼ ἔχῃ καὶ μὴ ἀνίῃ τὴν πόλιν—ἴσμεν δʼ ὃν τρόπον εἴληφε Φερὰς καὶ χωρὶς τῶν Φερῶν ἴσμεν ὃν τρόπον Φοιβίδας ἔσχε τὴν Καδμείαν ταυτηνὶ—ἂν οὖν ὡς τότʼ ἐκεῖνος παριὼν ὡς ἐπʼ Ὀλύνθου τὸ πρῶτον ἕρμαιον ἠξίωσε μὴ παρεῖναι, οὕτω καὶ νῦν οὗτος πρὶν εἰς Ἀττικὴν ἐλθεῖν,
あるいは、たとえ彼に非難すべき点が何もないとしても、これは明白なことではないか。 ゼウスにかけて。 だが、もし他が好意的な友として入り込み、入った後にそこを占拠して手放さなかったらどうなるか。 私たちは彼がどのようにペライを占領したかを知っているし、ペライとは別にも、どのようにポイビダスがこのカドメイアを占拠したかを知っている。 それゆえ、もしあの時、彼がオリントスへ向かう途中に通り過ぎざるを得なかった際、最初の棚からぼた餅のような好機を見逃すまいとしたように、今この男もアッティカへ入る前に、……