§489ἀξιοῖ τὰς Θήβας ἔχειν, κλητεύσετʼ αὐτὸν εἰς τοὺς Ἕλληνας, ἢ τί χρήσεσθε;
如果他要求占领底比斯,你们是将他传唤至希腊人面前公审,还是打算如何应对?
τί δʼ ἂν διαστήσας τὰς πόλεις καὶ φανεροὺς ἐπιδείξας ὑμᾶς ἐκ τοῦ φανεροῦ διιέντας, ἐπʼ αὐτοὺς ὑμᾶς τρέπηται προτέρους, ποῦ τὸ καθʼ ὑμᾶς θήσετε;
如果他分裂了各城市,公开展示你们放行他的事实,转而首先进攻你们自己,你们将把自己的安全置于何地?
εἰ μὲν τοίνυν τοῖς ἴσοις ὑμᾶς ἀμυνούμεθα, οὐ βοηθήσομεν, εἰ δʼ οὐδὲν μᾶλλον μνησικακήσομεν, πῶς οὐκ εἰς ἔσχατον αἰσχύνης ἀφίξεσθε;
如果我们以同样的手段报复你们,我们将不会提供援助;但即使我们不再抱有怨恨,你们难道不会陷入极端的耻辱之中吗?
εἶεν.
好吧。
διεῖναι μὲν δὴ διὰ ταῦτα οὐκ ἔστιν ἁπλῶς, λοιπὸν δʼ ἐστὶ συνεισβαλεῖν καὶ κινδυνεύειν, εἴπερ ἐκεῖνος ὑμῖν ἢ ὑμεῖς ἐκείνῳ πιστεύειν μέλλετε.
因此,放行在这些情况下是绝不可能的,剩下的路只有共同入侵并承担危险,如果他要信任你们,或者你们要信任他的话。
σκοπεῖτε δὴ πότερον βελτίους ἂν εἴητε ὑπὲρ τῆς δουλείας τῆς ὑμετέρας αὐτῶν καὶ τῶν ἄλλων Ἑλλήνων κινδυνεύοντες, ἢ παρόντος τοῦ κινδυνεύειν ὑπὲρ τῆς ἐλευθερίας τῆς θʼ ὑμετέρας αὐτῶν καὶ τῶν ἄλλων τούτῳ χρώμενοι.
那么请考虑,你们是为了自己和其余希腊人的奴役而冒险更好,还是在有机会为了自己和其余人的自由而冒险时利用这一机会更好。
ἡγοῦμαι δʼ εἰ μὲν συνεισβάλοιτε, πλείους ἐλπίδας ὑμῖν εἶναι κρατηθεῖσιν ἐλευθέροις γενέσθαι ἢ νικῶσιν.
但我认为,如果你们共同入侵,你们在战败时获得自由的希望,比战胜时还要大。
ἡμεῖς μὲν γὰρ ἐγκλήματα πολλοῖς ἤδη παρήκαμεν, Φίλιππος δʼ ὧνπερ φίλος, τῶν αὐτῶν καὶ δεσπότης ἐστί.
因为我们已经对许多人既往不咎,但菲力对于他所交好的人,既是朋友又是主人。
καὶ μὴν καὶ τὴν συμμαχίαν πρὸς μὲν ἡμᾶς ἐν τῇ ἴσῃ δή που καὶ ὁμοίᾳ ποιήσεσθε ὥσπερ ἀεί· Φιλίππῳ δʼ ἀκολουθεῖν ἀνάγκη.
况且,与我们结盟,你们将一如既往地处于平等而相似的地位;但对菲力,你们则必须服从。
τοῦτο δὲ ὅσον διαφέρει γνῶτε.
请明白这有多大的差别。
εἰ μὲν γὰρ ἡμεῖς πέμψαντες, μὴ γένοιτο δὲ οὐδʼ ἔσται, τοσοῦτον εἴποιμεν πρὸς Φίλιππον, ὅτι ἀκολουθεῖν ἐγνώκαμεν αὐτῷ καὶ ὑπηρετεῖν ὅ τι ἂν παραγγέλλῃ, ἔσθʼ ὑπὲρ οὗ λοιπὸν ἡμῖν ἀξιώσει πολεμεῖν;
因为如果我们派遣使者——愿这不会发生,也绝不会发生——只对菲力说这么多:我们已决定追随他并服从他的任何命令,那么他还会有什么理由要求我们继续交战呢?
οὐδʼ ἂν εἷς εἴποι.
没有一个人会这样说。
οὐκοῦν οὐ μικρόν τι μέρος προΐεσθε, ἀλλὰ τοσούτῳ χεῖρον περὶ ὑμῶν αὐτῶν ἢ περὶ ἡμῶν βουλεύσεσθε, ὥσθʼ ἡμῖν μὲν, εἰ μηδὲν ἄλλο, τὸ γοῦν ἀγωνίσασθαι περὶ τῆς ἐλευθερίας λείπεται, ὑμᾶς δὲ δεῖ πρότερον δουλεύειν συγκεχωρηκέναι, πρὶν παρατάξασθαι πρὸς ἡμᾶς.
因此,你们放弃的绝非一小部分,而是对自己做出了比对我们还要糟糕得多的决定,以至于对我们而言,即使没有别的,至少还留有为自由而奋斗的选择,而你们却在与我们交战之前,必须已经预先同意沦为奴隶。
εἶθʼ ὃ τοῦ πολεμοῦντας ἁμαρτεῖν ἐστι πέρας, τοῦτʼ ἐξ ἀρχῆς ὑμῖν αὐτοῖς ἀναθήσετε, καὶ τοῖς τοῦ πολέμου κινδύνοις τὰς τῆς προδοσίας ἀδοξίας ἀναμίξετε;
难道你们要从一开始就将战争失败的终极结果加在自己身上,并将背叛的恶名与战争的危险混为一谈吗?
μηδαμῶς· ἀλλʼ ἐνθυμηθέντες παρʼ ὑμῖν αὐτοῖς ὅτι Φίλιππον μὲν αἱρούμενοι, βάρβαρον ἄνθρωπον καὶ φύσει κεχωρισμένον αἱρεῖσθε, κἂν διαρραγῇ τὰ Πύθια ἐξορχούμενος, καὶ πρὸς τούτοις τύραννον καὶ ἀλάστορα
万万不可;请在你们心中反省:选择菲力,就是选择一个野蛮人,一个天性与我们隔绝的人,即使他因在皮提亚竞技会上狂舞而胀破身体;此外,他还是一个僭主,是希腊的毁灭之神,如今正朝你们逼近。
§490τῆς Ἑλλάδος καὶ νῦν ἐφʼ ὑμᾶς ἥκοντα, ἡμᾶς δʼ οἰκειούμενοι πρῶτον μὲν Ἕλληνας καὶ ὁμοφύλους, ἔπειτʼ ἀστυγείτονας καὶ συνήθεις ἐκ παλαιοῦ καὶ νῦν ὑπὲρ ὑμῶν πεφοβημένους οἰκειοῦσθε, χρήσασθε τῷ καιρῷ, σκεψάμενοι πρὸς ἅπασι τοῖς ἄλλοις καὶ τὸ τῆς πρεσβείας ἑκατέρας σχῆμα.
而与我们亲近,首先是与希腊人和同胞亲近,其次是与古来的邻人和伙伴亲近,他们如今正为你们的安危而担忧。 请把握这个时机,除其他一切外,也考虑一下双方使节团的姿态。
ἡμεῖς μὲν τοίνυν ἐν ἐλευθερίᾳ καὶ νόμοις τραφέντες παραπλησίοις ὑμῖν ἥκομεν αὐτοί τε ὑπὲρ τούτων ἕτοιμοι παρατάττεσθαι καὶ ὑμᾶς ἀξιοῦντες τοιούτους ἑτέρους εἶναι· τούτων δʼ οἱ μὲν προδόται τῶν ἑαυτῶν πατρίδων ἥκουσιν, αἰσχρὸν παράδειγμα πᾶσι τοῖς Ἕλλησιν, οἱ δʼ ὑπʼ ἀνάγκης ἀπεσταλμένοι, ἥδιστʼ ἂν εἰ κύριοι νεύματος ἦσαν, αὐτὰ τἀναντία ὑμῖν προδείξοντες.
因为我们是在自由和与你们相似的法律中长大的,我们自己已准备好为此挺身而出,并期望你们也是同样的人;而那些人中,有些是自己祖国的叛徒,给所有希腊人留下了可耻的先例,有些则是被逼无奈而被派遣而来,如果他们能主宰自己的意志,会非常乐意向你们展示完全相反的态度。
καίτοι πότερʼ ὑμεῖς Θετταλοὺς εἰς ἐλευθερίαν ἐξαιρούμενοι βελτίους ἂν εἴητε, ἢ οὗτοι πείθοντες ὑμᾶς εἰς τὴν δουλείαν ἑαυτοῖς συνεμβῆναι;
然而,是你们将色萨利人救赎至自由之中更好,还是这些人说服你们与他们一同陷入奴役更好?
σκέψασθε δὴ κἀκεῖνο, εἰ περιῆν Ἐπαμεινώνδας, πότερʼ ἂν τούτων ὑμῖν συνεβούλευε, πότερον συγκαταδουλοῦσθαι τοὺς Ἕλληνας Φιλίππῳ καὶ ζῆν ἐν προσθήκης μέρει τούτῳ, ὅς ποθʼ ὡμήρευε παρʼ ὑμῖν, ἢ τἀναντία τούτων;
请再考虑一下,如果伊帕密浓达还在世,他会给你们提出这两种建议中的哪一种:是协助菲力将希腊人奴役、并作为这个曾经在你们这里当人质的人的附庸而活,还是与此完全相反?
νῦν τοίνυν ἀντʼ ἐκείνου τὴν ἐκείνου δόξαν αἰσχυνθέντες καὶ τὴν ἐν Λεύκτροις μάχην, εὐξάμενοι τῷ Διὶ τῷ ἐλευθερίῳ καὶ Ἡρακλεῖ τῷ ἀλεξικάκῳ καὶ Ἀπόλλωνι τῷ Πυθίῳ καὶ Ἰσμηνίῳ καὶ θεοῖς καὶ ἥρωσι τοῖς κοινοῖς τῶν Ἑλλήνων, ἀξιώσατε ὑμᾶς αὐτοὺς μεθʼ ἡμῶν ὀφθῆναι· καὶ πειραθῶμεν τοῖς μεθʼ ἡμᾶς ἀρετῆς παραδείγματα μὴ χείρω καταλιπεῖν ἢ παρὰ τῶν προτέρων αὐτοὶ παρελάβομεν.
因此,现在请代替他,为他的名誉和留克特拉战役感到羞耻,向自由之神宙斯、辟邪之神赫拉克勒斯、皮提亚和伊斯墨尼奥斯之神阿波罗以及希腊人共同的神明和英雄们祈祷,使自己配得上与我们并肩作战;让我们努力为后世留下不亚于我们从先辈那里继承的德行典范。
οὕτως εἰ προσθῇ τις ἀπὸ τῆς στρατείας, θαρρῶμεν, ἐπειγώμεθα· εἰ δέ τις ᾤετο τοῖς πωλοῦσι τὰς πατρίδας μόνοις εἶναι θαρρεῖν, οὐκ ὀρθῶς ἐγίγνωσκεν.
因此,如果有人从远征中加入我们,让我们充满信心,奋勇前进;但如果有人认为只有出卖祖国的人才有资格充满信心,那他的想法就错了。