Humanitext Reader

阿里斯·台德斯 · 同盟演说一 §483-484

希腊同胞内讧与抵御蛮族的团结

第 4 段,共 7 段 · 希腊语

内容简介

雅典使者指出腓力使者的指控自相矛盾,论证希腊同胞之间的争执如同内讧,与针对外部蛮族的战争有着本质区别,以此敦促雅典与底比斯团结一致。

§483ἀλλὰ μὴν πρός γε τὰς αἰτίας καὶ τὰς διαβολὰς, αἷς ἐχρήσαντο καθʼ ἡμῶν οἱ πρέσβεις, ἐνθυμεῖσθʼ ὅτι πρῶτον μὲν ἑαυτοῖς περιπίπτουσιν, εἰ τἀληθῆ λέγουσιν.
然而,关于使者们针对我们所提出的指控和诽谤,请记住,首先,如果他们说的是真话,他们自己就陷入了自我矛盾。
εἰ γὰρ ἡμεῖς ἀλλήλων ἔχομέν τι κατηγορῆσαι, ἡμῶν ταῦτʼ ἂν εἴη πρὸς ἀλλήλους διαφορὰ, ἀλλʼ οὐ τοῦ μηδὲν μετέχοντος τῶν ἐγκλημάτων.
因为如果我们彼此之间有什么可以指责的,那将是我们相互之间的不和,而与完全未参与这些控诉的人(腓力)无关。
ὥστʼ οὐκ ἐκεῖνον πέμπειν ὡς ὑμᾶς παροξυνοῦντα προσῆκεν, ἀλλʼ ὑμᾶς εἴπερ ᾤεσθε δεῖν μνησικακεῖν, κἀκεῖνον καὶ πάντας ὅσους ἠδύνασθʼ ἐφʼ ἡμᾶς καλεῖν.
因此,不应该由他派遣使节来煽动你们,而应该由你们自己,如果你们确实认为应该记恨,就应该把他也召集起来,并尽你们所能把所有人召集起来反对我们。
ὅτε δʼ αὐτοὶ καθʼ ὑμᾶς αὐτοὺς σωφρονεῖν ἐπίστασθε, πῶς ἐκείνῳ γε ταράττοντι προσέξετε;
但是,当你们自己知道如何保持理智时,又怎会听信那个制造混乱的人呢?
εἰ μὴ τοῦτό τις εἴποι, ὡς ὑπὲρ μὲν ὑμῶν αὐτῶν πράως οἴσετε, ὑπὲρ δʼ ἐκείνου μνησικακήσετε, καὶ ταῦτʼ ἐν οἷς ὑμεῖς, οὐκ ἐκεῖνος, ὕβρισθε, εἴ γε δεῖ τι τούτων εἰπεῖν.
除非有人会说:你们为了自己会温和地容忍,却为了他而记恨,而且这还是在你们自己而非他受到侮辱的事情上,如果这些话确实有必要说的话。
ἔπειτα κἀκεῖνο σκοπεῖτε, ὅπως μὴ ἅμα θʼ ὑμεῖς ὀργιζόμενοι φανήσεσθε καὶ τὴν δίκην παρʼ ὑμῶν αὐτῶν εἰληφότες, καὶ τοσούτῳ χείρους ἡμῶν περὶ ὑμᾶς αὐτοὺς γεγενημένοι, ὥσθʼ ἡμεῖς μὲν ἥκομεν συσσώζειν ὑμῖν ὄντες ἕτοιμοι τὰ πράγματα, ὑμεῖς δὲ—τί δʼ ἄν τις λέγοι τὸ βλάσφημον;
其次,还要注意这一点,免得你们显得在发怒的同时,又在承受自己给自己的惩罚(自灭),并且对自己而言变得比我们还要糟糕,以至于我们来到这里是准备与你们共同挽救局势,而你们却——谁愿意说出那不吉利的话呢?
καὶ γὰρ εἰ μὲν τούτων ἕνεκα ὅσα πώποθʼ ὑμεῖς ἐμέμψασθε καὶ διʼ ἅ φασι δεῖν ὑμᾶς ἀγανακτεῖν ὁ Φίλιππος ἐπέρχεται, δῶμέν τι λέγειν τούτοις· εἰ δʼ ὑπὸ τοῦ μὴ δύνασθαι κατέχειν ἑαυτὸν, δειξάτω Πύθων, εἰ καὶ ὑμῶν αὐτῶν τι τοσοῦτον κατεγνώκατε, ὥστε μνησικακοῦντες ὑμῖν αὐτοῖς ὀρθῶς ἂν ἡγεῖσθαι βουλεύεσθαι.
因为如果确实是因为你们曾抱怨过、以及他们说你们必须为此愤慨的那些事情,腓力才进军的,那就让我们承认这些人说得有道理;但如果是因为他无法克制自己的野心,就让皮同指明,你们是否也对自己定下了如此重罪,以至于记恨自己会大体上被认为是正确的决定。
χωρὶς δὲ τούτων ἅπαντας ἂν οἶμαι συμφῆσαι τὸ μὲν ἡμᾶς ὄντας Ἕλληνας καὶ ὁμοφύλους ἐρίζειν πρὸς ἀλλήλους ὑπὲρ ἀρχῆς καὶ τάξεως ἀνεπίφθονον εἶναι καὶ τῶν νενομισμένων, τὸν δʼ ὅλως ἀλλότριον μηδεμιᾶς ὀργῆς μηδʼ ἔριδος χρῆναι προσίεσθαι, ἀλλὰ τὸν αὐτὸν τρόπον ὥσπερ ἂν εἰ δύʼ ἀδελφοὶ πρωτείων ἠμφισβήτουν ἐν σφίσιν αὐτοῖς, ἕν γʼ ἂν ἐκεῖνο ταυτὸν ἐγίγνωσκον, εἴ τις ξένος καὶ μηδὲν προσήκων ἐβιάζετο, κοιναῖς ταῖς θύραις ἀποκλείειν, οὕτως ἐπὶ τῶν Ἑλληνικῶν μηδενὶ τῶν ἔξωθεν λαβὴν εἶναι τὰ καθʼ ἡμᾶς αὐτοὺς ἀπόρρητα·
但抛开这些不谈,我认为所有人都会同意:我们作为希腊人和同胞,为了霸权和地位而相互争执,是无可非议且合乎惯例的;但决不应该让一个完全的外人介入任何愤怒或争执之中。 这就像两个兄弟在他们内部争夺首位时,至少会达成同一个决定:如果有任何无关的陌生人强行闯入,就共同关上大门将其拒之门外。 同样,在希腊人的事务中,我们自己内部的秘密不应成为任何外部人的把柄。
—οὕτω γὰρ καὶ λέγειν ἄξιον περὶ αὐτῶν—ἀλλὰ νομίζειν τοὺς μὲν τῶν Ἑλλήνων πρὸς ἀλλήλους πολέμους καὶ τὰ ἐγκλήματα ταῖς §484στάσεσι προσεοικέναι, καὶ δεῖν μάλιστα μὲν, εἰ οἷόν τε, σκοπεῖν ὅπως μὴ συμβήσεται, εἰ δʼ ἄρα, τὴν ταχίστην ἀπαλλάττεσθαι, τὸν δὲ πρὸς τοὺς βαρβάρους καὶ πάλαι κακόνους πόλεμον φύσει προσειρῆσθαι, καὶ μὴ καιρῶν εἶναι ταῦτα νοσήματα καὶ φορὰν, ἀλλʼ ἀθανάτους ἑστάναι τούτων τοὺς ὅρους, ὥσπερ ὅταν τῳ χρέος ὀφείληται.
——因为这样谈论它们才是相称的——而应当认为希腊人之间的战争和控诉就像是内讧,并且应当尽可能(如果可行的话)注意不让其发生,但如果万一发生了,就要尽快摆脱它;而针对野蛮人及长期怀有恶意之人的战争则是天生就已宣告的,这并非一时的局势病态或潮流,而是这些战争的边界是永远立在那里的,就像债务被欠着一样。
ὅλως δʼ εἰ μὲν ἔξεστι μνησικακεῖν, δίκαιον μὲν οὒ, χρῆσθε δʼ, εἰ βούλεσθε, τούτῳ· εἰ δὲ κρείττων ὁ καιρὸς τῆς τοιαύτης μικροψυχίας, ἐπὶ θάτερα συμβούλῳ τῷ Φιλίππῳ χρησώμεθα καὶ νομίσωμεν ἥκειν αὐτὸν οἷον ἀκούσιον διαλλακτήν.
总之,如果确实可以记恨(这虽不公正,但如果你们愿意,就请便吧),但如果眼前的时机大于这种狭隘的心胸,就让我们把腓力当作朝另一个方向引导的顾问,并认为他是作为一个不情愿的和解者而来的。
ἡμῖν μέν γε εἰ μηδὲν ἄλλο, μέμψασθαί γε τὸ κοινὸν τοῦτο ἔχοι τις ἄν.
对我们而言,如果说没有别的,至少有人可以指责这共同的过错。
Φίλιππος δὲ οὐδαμοῦ καταλείπει τὸν οἷα πέπονθεν ἐροῦνθʼ ὑφʼ αὑτοῦ οὕτω κακῶς ἀπολογεῖσθαι περὶ τούτων μελετᾷ.
但腓力在任何地方都没有留下一个能诉说自己受其所害的人,他正在如此拙劣地为这些事进行辩解。
καὶ μὴν εἰ μὲν ἐν αὐτοῖς τοῖς καιροῖς τῶν ἐγκλημάτων ἐμέλλετε ἀγνωμονήσειν τι πρὸς ἡμᾶς, τάχʼ ἄν τις ἦν συγγνώμη· νῦν δὲ σκέψασθε οἷα παιδεύουσιν ὑμᾶς, ὡς οὔτε δίκαια οὔθʼ ὑμῖν συμφέροντα.
再者,如果在控诉发生的关头,你们打算对我们表现得无理,也许还有些许借口;但现在,看看他们是如何教唆你们的,这些既不公正也不对你们有利。
εἰ γὰρ ἡνίκα μὲν διʼ ἀπεχθείας ἀλλήλοις ἦμεν, κατείχετε ὑμᾶς αὐτοὺς, ὅτε δʼ ἔργῳ πάντα ὑφʼ ἡμῶν λέλυται καὶ συστρατεύεσθαι βουλόμενοι πάρεσμεν, τηνικαῦτα ὀργιεῖσθε, σκοπεῖσθε μὴ θάτερον οὗ βούλεσθε ποιήσητε.
因为,如果我们彼此憎恨时,你们克制了自己,而当事实上一切已被我们化解、我们怀着共同出征的意愿来到这里时,你们却在此时发怒,请注意不要做了与你们意愿相反的事。
οὐ γὰρ τοῖς ἀδικοῦσι δόξετε μνησικακεῖν, ἀλλὰ τοῖς εὖ ποιεῖν προῃρημένοις ὀργίζεσθαι.
因为你们显得不是在记恨伤害你们的人,而是在向选择对你们施以善意的人发怒。
καὶ μὴν ἀμφοτέροις οὕτω γʼ ἂν ἐναντίως τοῦ δέοντος χρήσαισθε, [καὶ ὑμῖν ἀμφοτέρως τοῦ δέοντος ἐναντίως] τὸν μὲν καθʼ ὑμῶν ἥκοντα τῶν ὑπὲρ ὑμῶν προκρίναντες, ἡμῖν δʼ αὖ μετριώτερον ἐχθροῖς οὖσιν ἢ φίλοις χρώμενοι.
而且,你们这样对待双方,都违背了应有的态度,[并且以两种方式违背了对你们自己而言应有的态度,] 将那个针对你们而来的人置于为你们奔走的人之上,并且对待身为朋友的我们,反而比身为敌人时更为严苛。
πάντων δʼ ἀτοπώτατον τὰ μὲν ἐγκλήματα κοινὰ ἑκατέρωθεν εἶναι, τὸ δʼ ὀργίζεσθαι παρʼ ὑμῖν μόνοις, καὶ ταῦτα τοῦ στρατεύματος ὄντος οὐκ ἐπὶ ζωστῆρι οὐδʼ ἐν μεθορίοις τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας, ἀλλʼ ἐν μεθορίοις τῆς Φωκίδος καὶ τῆς ὑμετέρας, ἐν προθύροις οὑτωσὶ τῶν Θηβῶν, ὥστε με φρίττειν νυνὶ περὶ ταῖς πύλαις.
但最荒谬的是,控诉是双方共同存在的,但发怒的却只有你们,况且此时军队并不在佐斯特,也不在阿提卡与波奥蒂亚的交界处,而是在福基斯与你们领土的边界,就在底比斯家门前,以至于我现在都在为城门颤抖。
τί ποτʼ οὖν ὑμετέρου τοῦ πράγματος ὄντος ἡμεῖς ἥκομεν τεταραγμένοι;
那么,既然事情是你们自己的,为什么反而是我们惊慌失措地赶来呢?
μάλιστα μὲν οἶμαι τύχη τις ἀμφοῖν ταῖν πόλεσιν ἀγαθὴ στρατηγεῖ, ἔπειτʼ αἴσχιστον ἦν ἔργῳ
我想,首先是两座城市共同的某种好运在引导着我们,其次,在实际行动中(做某事)是极其可耻的。

词汇与语法注释

  1. §483ἀλλʼ οὐ τοῦ μηδὲν μετέχοντος τῶν ἐγκλημάτων — 分词短语 `τοῦ μηδὲν μετέχοντος` 是修饰 `διαφορά`(不和、争执)的所有格属格,与前文的 `ἡμῶν ... διαφορὰ`(我们之间的不和)形成对比。分词 `μετέχοντος` 本身支配属格宾语 `τῶν ἐγκλημάτων`。
  2. §483ὥστʼ οὐκ ἐκεῖνον πέμπειν ... προσῆκεν — 无人称动词 `προσῆκεν` 是由 `ὥστε` 引导的主句的主要谓语。在后半句(`ἀλλʼ ὑμᾶς...`)中,同样省略并暗指了表示过去义务的 `προσῆκεν`。`κἀκεῖνον καὶ πάντας ὅσους ἠδύνασθʼ` 作不定式 `καλεῖν` 的对格宾语。
  3. §483τὸ μὲν ἡμᾶς ὄντας Ἕλληνας ... ἀνεπίφθονον εἶναι — “对格与不定式”(A.C.I.)结构,由冠词 `τό` 引导的整个长不定式子句作 `συμφῆσαι` 的宾语。`ἡμᾶς ὄντας Ἕλληνας` 是不定式 `ἐρίζειν` 的主格对格(意义上的主语),而 `ἀνεπίφθονον εἶναι` 构成了同一个不定式子句内的谓语部分。
  4. §484τὸν δὲ πρὸς τοὺς βαρβάρους ... φύσει προσειρῆσθαι — 延续了受前句主要动词 `νομίζειν`(应当认为)支配的“对格与不定式”结构。此处 `πόλεμον` 作为动词 `προσειρῆσθαι`(完成时被动不定式,“已被宣告”)的主格对格(意义上的主语)。
  5. §484σκοπεῖσθε μὴ θάτερον οὗ βούλεσθε ποιήσητε — 表示警戒和顾虑的 `σκοπέω μή` + 虚拟语气(`ποιήσητε`)结构,构成“注意免得你们做出……”的警告。短语 `θάτερον οὗ βούλεσθε` 是代词性表达,字面意思是“你们所期望之物的另一面”(即恰恰相反的自取灭亡)。

引用这一段

阿里斯·台德斯, 同盟演说一 §483-484. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg038.humanitext-grc2:483-484

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。