§481εἰκότως ἡγεῖται.
他理所当然是这样认为的。
εἰ μὲν οὖν οὐδʼ ἐφʼ ἡμᾶς ἔρχεται, ἀλλὰ ψεύδεται κατὰ τοῦτο τὸ μέρος, θάτερον αὐτῷ πιστεύετε, ὡς οὐδὲν ὑμῖν γε ὑπεναντίον πράξει·
因此,如果他甚至没有向我们进军,而是在这一点上撒谎,那么就请相信他的另一件事:即他绝不会做出任何对你们不利的事。
εἰ δʼ οἷς γε ὡμολόγηκεν οὐκ εἰκὸς ἀπιστεῖν, τοῖς αὐτοῖς καὶ περὶ ὧν ἔξαρνός ἐστιν ἐλέγχεται.
但如果怀疑他所承认的事(向我们进军)是不合理的,那么正是通过这同一件事,他在其否认的事(对你们的企图)上的谎言也被揭穿了。
ὥστε δυοῖν θάτερον, εἰ μὲν οὐ πολεμήσετε, δουλεύσετε, εἰ δʼ οὐκ ἀξιώσετε δουλεύειν, πολεμήσετε.
因此,二者择一:如果你们不战斗,就将成为奴隶;而如果你们不甘心做奴隶,就必须战斗。
καὶ μὴν εἰ μὲν τὸ φιλανθρώπως ἔχειν ποτὲ κωλύει τὰς ἐπιβουλὰς, οὐδὲ πρὸς ἡμᾶς αὐτῷ νῦν ἐστι πόλεμος, ἐπεὶ καὶ ἡμῖν αἰχμαλώτους ποτʼ ἀφῆκε καὶ φιλίας συνέθετο·
再者,如果说曾经示好就能阻止敌对图谋的话,那么他现在对我们也不是在进行战争,因为他也曾向我们释放过俘虏并缔结过友好关系。
εἰ δʼ ἡ πλεονεξία δεινὸν, τί λέγειν δεῖ τοὺς Φωκέας;
但如果贪欲是一件可怕的事,那对福基斯人又该说什么呢?
οὐ γὰρ ὑπὲρ τῶν ὑμῖν συμφερόντων ἀνεῖλε τοὺς Φωκέας, οὒ, ἀλλʼ ἀφορμῆς ἕνεκα τοῖς αὑτοῦ πράγμασιν, οὐδʼ ἵνʼ ὑμᾶς ἰσχυροτέρους ποιήσειεν, ἀλλʼ ἵνα τοὺς Ἕλληνας ἀσθενεστέρους κοινῇ, εἰ μὴ καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ὑπὲρ ὑμῶν ἀνῃρηκέναι φήσει, καὶ Θετταλίαν ἅπασαν ἔχειν φρουραῖς καὶ τετραδαρχίαις κατειληφὼς, ἵνʼ ὑμεῖς ἀκριβῶς τὴν πολιτείαν φυλάττητε, καὶ Μεγάροις ὑπὲρ ὑμῶν ἐπιχειρῆσαι, καὶ τὴν Εὔβοιαν ἀφαρπάζειν διʼ ὑμᾶς, καὶ τἀν Πελοποννήσῳ σκευωρεῖσθαι καὶ σφαγὰς ποιεῖν, ἵνʼ ὑμεῖς ὡς ἥκιστα κινδυνεύητε, καὶ Παίοσί γε καὶ Τριβαλλοῖς καὶ τοῖς ἔξω τῶν ἄρκτων ἐνοχλεῖν καὶ πᾶσιν ἀνθρώποις παρέχειν πράγματα, ἵνʼ ἡ τῶν Θηβαίων πόλις εὐθενῇ καὶ μηδὲν αὐτῇ φοβερόν ποτʼ ἐκ τῆς ὑπερορίας ἐπιστῇ, καὶ νῦν ἐπʼ Ἀθηναίους ὑπὲρ ὑμῶν ἔρχεται·
因为他绝非为了你们的利益而毁灭福基斯人——绝非如此——而是为了给他自己的事业一个立足点,也不是为了让你们更强大,而是为了让希腊人整体更加虚弱,——除非他还会声称,他在色雷斯毁灭三十二座城市也是为了你们,占领整个色萨利并设立守备队和四分领地也是为了让你们严格维护自己的宪政,攻打麦加拉是为了你们,强夺优波亚是为了你们,在伯罗奔尼撒策划阴谋和屠杀是为了让你们承担最小的风险,甚至骚扰派奥尼亚人、特里巴利人以及极北之外的民族并给全人类制造麻烦,也是为了让底比斯城繁荣昌盛、国境之外绝不会有任何可怕的事物侵袭,而现在向雅典人进军也是为了你们!
πάνυ γε ὡς ἐκ τῶν ἄλλων δείκνυται.
确实如此,正如他其余的行动所表明的那样!
τί ποτʼ οὖν βουλόμενος οὐ προσομολογεῖ τὸ καθʼ ὑμῶν, ἀλλʼ ἀποκρύπτεται;
那么,他究竟怀着什么意图,不肯承认对你们的企图,反而将其隐瞒呢?
μάλιστα μὲν, ὦ ἄνδρες Θηβαῖοι, Φίλιππος ἐξῄρηκε τοὺς κήρυκας ἐκ τῶν πολέμων καὶ μέχρι τοῦ θεάτρου μόνου χρῆται.
底比斯的诸位,首先,腓力已经把传令官从战争中排除出去,仅仅在剧场中才使用他们。
ἡγεῖται γὰρ, οἶμαι, πολλὴν εἶναι φλυαρίαν ἐν μὲν τοῖς γυμνικοῖς· ἀγῶσι μὴ προλέγειν τὰ παλαίσματα μηδὲ τί δεῖ φυλάξασθαι, ἐν δὲ κατασκευῇ πολέμου καὶ συστάσει πραγμάτων προπέμπειν τὸν κωλυτὴν ὥσπερ δεδοικότα ὑπὲρ τῶν πολεμίων.
因为我想,他认为在体育竞技中不提前宣布摔跤招式或需要防范什么,但在战争准备和事态布局中,却提前派去一个会阻碍行动的人(传令官),就好像在为敌人担心一样,这真是荒谬至极。
οὔκουν οὔτʼ Ὀλυνθίοις προεῖπεν ἃ ἐβούλετο, πρὶν ὥσπερ τι νόσημα αὐτῶν καὶ δὴ τῶν σωμάτων ἥπτετο, εἴς τε Φωκέας §482παριὼν τὴν τοῦ φίλος αὐτοῖς ἔρχεσθαι δόξαν προκαθίει.
因此,对于奥林索斯人,他也未曾预告自己的意图,直到(他的军队)像某种疾病一样已经侵入到他们的肉体;而在进入福基斯人境内时,他提前放出了自己是作为朋友前来的名声。
εἰ μὲν οὖν, οἶμαι, καὶ νῦν ὑμῖν οἷός τʼ ἦν σιωπῇ προσελθεῖν, πλείστου τοῦτʼ ἂν ἐτιμήσατο, ἐπεὶ δʼ ἀναγκαῖον ἦν φανερὸν γενέσθαι διὰ τῆς Βοιωτίας βαδίζοντα, τὰ μὲν τῆς ἀνάγκης ἥττηται, τὰ δὲ τῇ φύσει χρῆται, καὶ φησὶν ἐφʼ ἡμᾶς ἔρχεσθαι, οὐχ ἵνʼ ἐξείπῃ τὸν πόλεμον τὸν πρὸς ἡμᾶς, ἀλλʼ ἵνα τὸν πρὸς ὑμᾶς ἐπικρύψηται, νομίζων οὐ μικρὸν διαφέρειν πρὸς ἀμφοτέρους, ἢ πρὸς τοὺς ἑτέρους ἀγωνίζεσθαι.
因此我认为,如果现在他依然能够悄无声息地接近你们,他一定会极度渴望这样做;但由于他行军穿过波奥蒂亚,暴露行踪已不可避免,因此他虽然在无可奈何的事情上作了妥协,但在其他方面却顺从了自己的本性,声称是向我们进军。 这绝非为了公开对我们的战争,而是为了隐瞒对你们的战争,因为他认为,同时对付两方,还是仅仅对付其中一方,有着极大的差别。
ἂν δὲ δὴ καὶ τοῦτʼ αὐτῷ προσυπάρξῃ τὸ πρὸς οὓς ἔδει κινδυνεύειν αὐτὸν μεθʼ ἡμῶν ὄντας, μετὰ τούτων ἡμῖν ἐπέρχεσθαι θαυμαστὸν εἶναι τὸ εὕρημα.
况且,如果他还能获得这样一个额外的好处,即那些本该与我们站在一起、让他面临危险的人(你们),反而与他一同向我们发起进攻,他会认为这是极妙的“意外收获”。
διὰ ταῦτʼ ἐκεῖνο μὲν ὡμολόγηκε, τοῦτο δʼ ἀρνεῖται.
正是因为这个原因,他承认了前者,却否认了后者。
πρὸς δὲ τούτοις ὑπελάμβανεν, εἰ μὲν ἄντικρυς ὑμῖν πολέμου νόμῳ συμπλέκοιτο, ἡμᾶς ἀφίξεσθαι καὶ διακωλύσειν, εἰ δὲ διαστήσαι τὰς πόλεις, ὑμᾶς μὲν ἕξειν πρὶν ἀντᾶραι, πρὸς δὲ ἡμᾶς παρατάξεσθαι μόνους.
此外,他还设想,如果他按照战争的规矩公然与你们交战,我们就会赶到并予以阻止;但如果他将两座城市分离开来,他就会在你们起兵反抗之前将你们掌控,而对我们则可以单独对峙。
πράττει δὲ οὐ νῦν πρῶτον τοῦτο, ἀλλʼ ἐξ ἅπαντος τοῦ χρόνου καὶ διὰ πάντων πραγμάτων, ὅπως μηδέποθʼ αἱ πόλεις ἐν ταὐτῷ γενήσονται·
而且,他并非现在才第一次这样做,而是在任何时候、在所有事务中,都力图让两座城市绝不联合在一起。
ἐπεὶ καὶ τῶν περὶ Φωκέας τότε πραγμάτων προϊόντων εἰς χρόνον, προειδὼς ὅτι χρήσεσθε ἡμῖν συμμάχοις ὥσπερ εἰώθειτε, ἀμφοτέρους ἐξέκρουσεν, ἡμῖν μὲν εἰρήνην προβαλὼν, ὑμᾶς δʼ ὡς φίλους προσέμενος.
事实上,当那时关于福基斯人的局势拖延不决时,他预先料到你们会像往常一样把我们当作盟友,于是向我们提出和平,并将你们接纳为朋友,以此击退了我们双方。
τότε μὲν τοίνυν ἀρχαϊκῶς ἀμφότεροι καὶ φαύλως ὑπήχθημεν, νῦν δὲ φανῶμεν μὴ χείρους ἐκείνου λογίζεσθαι.
在那时,我们双方都以古板而愚蠢的方式被引诱了,但现在,让我们表现得在算计上不亚于他。
ἀλλʼ ὅμως ἀπαιτεῖ χάριν ὑμᾶς τῆς αὑτοῦ πλεονεξίας αὐτὸς ἅπασαν ἀνῃρηκὼς τὴν χάριν.
尽管如此,他自己已经消除了所有恩义的根基,却还要为了他自己的贪欲而向你们索求恩义。
ὃς γὰρ ἀνθʼ ὧν τότε μικρὸν ἔδωκε, νῦν ἥκει πάνθʼ ἁπλῶς ὑμᾶς ἀφαιρησόμενος, τίνʼ αὑτῷ λέλοιπε παρʼ ὑμῖν χάριν;
因为那个用当时所给的一点微不足道的东西,换来现在要夺走你们一切的人,究竟在你们心中给自己留下了什么恩义呢?
ὥσπερ ἂν εἰ καὶ Φωκέας ἐπιχειροῖ χάριν ὧν πεπόνθασιν ἀπαιτεῖν.
就好像他还要因为福基斯人所遭受的灾难而向他们索取恩义一样。
οὐ γὰρ εἰ καὶ Φωκέας ἀνεῖλε, διὰ τοῦθʼ ὑμῖν εὐμενῶς ἔχειν αὐτὸν ἡγεῖσθαι προσήκει, ἀλλʼ ὅτι καὶ Φωκέας ἀνεῖλε καθʼ ὑμῶν, καὶ νῦν ὑμῖν ὡς τότʼ ἐκείνοις βούλεται χρῆσθαι καὶ φυλάξασθαι καὶ μὴ διʼ ἐκεῖνα καὶ ταῦτα συγχωρεῖν, ἀλλʼ ἐκ τῶν νῦν τούτων κἀκεῖνα μισῆσαι.
因为绝不该因为他毁灭了福基斯人,就认为他因此对你们怀有善意,而应当看到他毁灭福基斯人也是为了危害你们,并且现在他想对待你们就像当时对待他们一样。 因此,你们必须保持警惕,不要因为过去的事情而妥协当下的要求,而应当从眼前的这些事实中,同样去憎恨过去的那些行径。