Humanitext Reader

阿里斯·台德斯 · 同盟演说一 §479-480

奥林索斯的毁灭教训与对忒拜的警告

第 2 段,共 7 段 · 希腊语

内容简介

演讲者以奥林索斯人因腓力的虚假援助而最终灭亡为例,警告忒拜人不要因眼前利益而迷惑,应当捍卫自己城邦的真正价值。

§479λόγον τῆς πρὸς ἐκείνους φιλίας ἢ τῆς πρὸς ἡμᾶς ἔχθρας ἐποιεῖτο ὥστε Ποτίδαιαν ἡμῶν ἀποστερήσας ἐκείνοις ἔδωκε, καὶ τὸν μὲν κίνδυνον αὑτοῦ, τὸ δʼ ἆθλον ἐκείνων ἐποιήσατο.
(腓力)以对他们的友好或对我们的敌意为行动的标准,结果将波提狄亚从我们手中夺走并送给了他们,将危险留给自己,而将奖赏留给他们。
τί οὖν ἐλυσιτέλησε τοῖς Ὀλυνθίοις ταῦτα;
那么,这给奥林索斯人带来了什么好处呢?
ἦ καλούς τινας ἤνεγκε τοὺς καρπούς;
难道它带来了什么美好的果实吗?
ἀλλʼ ὁ πρόσθεν ἃ μηδεὶς ᾔτει διδοὺς, οὗτός ἐστιν ὁ μηδὲν ὕστερον λιπὼν αὐτοῖς, ἀλλʼ ἀντὶ μὲν τοῦ τότε δοῦναι τὴν Ποτίδαιαν αὐτοὺς οὐ παραδοὺς ἑτέροις, ἀλλʼ ἀνελὼν ὅλως, ἀντὶ δὲ τοῦ στῆσαι τὴν πλεονεξίαν ἐν Ὀλύνθῳ δύο καὶ τριάκοντα πόλεις ἐπιλαβὼν καὶ τὴν Σκυθῶν ἐρημίαν τοῖς ἐπὶ Θρᾴκης Ἕλλησι ποιήσας.
相反,那个先前给予无人索求之物的人,正是后来没有给他们留下任何东西的人。 他当时不仅没有把波提狄亚留给他们,反而没有将其转交给他人,而是彻底毁灭了他们;他不仅没有在奥林索斯遏制自己的贪欲,反而额外夺取了三十二座城市,并为色雷斯地区的希腊人制造了如同斯基泰荒原般的惨状。
καίτοι πρὸς θεῶν πόσου ποτʼ ἂν ἡγεῖσθε πρίασθαι τοὺς Ὀλυνθίους, ἡνίκʼ ἀπώλλυντο καὶ τὰ πολλὰ καὶ δεινὰ ἐκεῖνα ἔπασχον, ἐκγενέσθαι γνῶναι ταῦθʼ ἑαυτοῖς πρότερον καὶ βουλεύσασθαι βέλτιον περὶ τῶν πραγμάτων;
然而,看在神明的份上,你们认为奥林索斯人在走向灭亡、遭受那许多可怕苦难的时候,会认为用多少代价才能换来提前看清这一切、并对国家事务做出更好决策的机会?
ἐγὼ μὲν οἶμαι τοῦ παντός.
依我看,他们愿意付出一切。
τοῦτο τοίνυν ἐκείνοις μὲν, ὡς ἔοικεν, οὐκ ἐξεγένετο, ἀλλʼ ἅμʼ ἐγίγνωσκον καὶ ἀπολώλεσαν.
然而,正如所见,他们并未获得那样的机会,而是在明白过来的同时便已灭亡。
ὑμεῖς δʼ ἕως ἐστὲ κύριοι, χρήσασθε τῷ παραδείγματι καὶ μὴ βούλεσθʼ ἑτέροις αὐτοὶ γενέσθαι τῶν ὁμοίων.
但你们在仍然能主宰自己命运的时候,应当利用这一先例,不要让自己也成为他人类似的警示。
ἀλλʼ ὅταν ὑμῖν τὸ Τιλφωσσαῖον καὶ ἡ τῶν Φωκέων χώρα θαυμαστόν τι κέρδος φαίνηται, τότε τὴν ὑμετέραν αὐτῶν πόλιν καὶ χώραν καὶ ἱερὰ καὶ τάφους καὶ ἔθη καὶ δόξαν καὶ πάνθʼ ὅσα τοιαῦτʼ ἂν εἴποι τις ἀντιθέντες κρίνετε, καὶ ἐρωτᾶτε ὑμᾶς αὐτοὺς, εἰ οὐ πλείονος ἄξια· ὧν πάντων, εἰ πρὸς ἐκεῖνα βλέψετε, στέρεσθαι πρόκειται.
但是,当蒂尔福萨伊翁和福基斯人的土地在你们看来是一笔惊人的利益时,请将你们自己的城市、土地、圣所、坟墓、风俗、名誉以及人们所能提到的一切类似事物与那利益进行对比判断,并问问自己,这些是不是更有价值;如果你们只盯着眼前的利益,这一切都注定将被剥夺。
ἄτοπον γὰρ τοῖς μὲν δανείζουσι μὴ ὅπως χάριν ἔχειν, ἀλλὰ μηδὲ προσελθεῖν ἐθέλειν πρῶτον, ἂν ἐπὶ πολλῷ τοῦτο ποιῶσι, τοῖς δʼ ἐπὶ τοιούτῳ τῷ τέλει χαριζομένοις καὶ τοσαῦτʼ ἀνταπαιτοῦσι μὴ μῖσος μηδʼ ἀπιστίαν ἀξιοῦν παρὰ πάντων ὀφείλεσθαι.
因为这实在是荒谬:人们对于放高利贷的人,不仅毫无感激之情,甚至一开始连接近都不愿意,而对于那些以如此结局为条件施加恩惠、并索取如此多回报的人,却不认为万民都该对他们怀有憎恨与不信任。
ἐνθυμεῖσθε δὲ τοῖς τῶν Ὀλυνθίων ὁμοιοῦντες τὰ ὑμέτερʼ αὐτῶν, πλὴν τῆς τύχης.
请思考你们自己的处境,将你们的处境与奥林索斯人的处境在除命运之外的所有方面进行对比。
μὴ γὰρ εἰ τὰ ὀνόματα ἕτερα τῶν χωρίων, τά γε πράγματα ἡγεῖσθε διαφέρειν.
因为不要以为如果地名不同,事情的实质就会有所不同。
ἀλλʼ ἢ ἔδωκεν ἐκείνοις δωρεὰς ὥσπερ ὑμῖν, ἢ οὐκ ἔδωκε;
他难道没有像给你们礼物一样给他们礼物吗?
καὶ πολλάς.
确实给过很多。
καὶ συνήνεγκεν ἐκείνοις εἰς τέλος, ἢ οὐ συνήνεγκε;
而这在最终对他们有益,还是无益?
φέρε δὴ κἀκεῖνο σκέψασθε πῶς αὖ πρὸς ἡμᾶς εἶχον κατʼ ἐκείνους τοὺς χρόνους οἱ Ὀλύνθιοι.
来,请再考虑一下,在那个时期,奥林索斯人对我们的态度又是如何。
ὡς ἂν μάλιστα Φίλιππος ηὔξατο, προσθήσω δὲ καὶ διέθηκεν· ἠπίστουν, §480ἐμίσουν, οὐδʼ ὄνομʼ ἠνείχοντο.
正如腓力最渴望看到的那样——我还要补充一句,也是他促使他们变成那样的:他们不信任我们,憎恨我们,甚至连我们的名字都无法容忍。
τί οὖν;
那么结果如何?
ἐπεὶ πρὸς τὸν εὐεργέτην ἐκινδύνευον καὶ περιειστήκει κακῶν αὐτοὺς Ἰλιὰς, τίνες αὐτοῖς ἧκον εἰς σωτηρίαν;
当他们面对自己的“恩人”陷入危险,重重灾难包围他们时,谁来拯救了他们?
οὐδένες οὔτε πρὸ ἡμῶν οὔτε μεθʼ ἡμᾶς.
除了我们之外,在我们之前或之后,没有任何人。
ἀλλʼ ἐνταῦθα καὶ κάλλιστα ἐδείχθη τὸ μέσον τῆς τε ἡμετέρας καλοκἀγαθίας καὶ τῆς ἐκείνου πλεονεξίας.
但正是在那里,我们的高尚与他的贪婪之间的鸿沟得到了最完美的展现。
οἱ μὲν γὰρ ἐν ἐχθρῶν μοίρᾳ κριθέντες ὑπʼ αὐτῶν, ἡνίκʼ ἀληθινῶν φίλων ἐδέησε, παρῆμεν πρῶτοι καὶ μόνοι, ὁ δὲ πάντʼ ἐλάττω διδοὺς ἢ ἐβούλετο, οὑτοσὶ πάντα συλλαβὼν εἶχεν, αὐτοὺς, τὰ ὅπλα, τὴν πόλιν, τὴν χώραν·
因为我们这些被他们视为敌人的人,在他们需要真正朋友的时候,最先且唯一来到了现场;而那个(在他们看来)一直给予得比他想要的还要少的人,却将他们自身、武器、城市和土地全部夺走占为己有。
καὶ διὰ μέν γε Φίλιππον ἠρήμωνται, διὰ δὲ τὴν ἡμετέραν ἀρετὴν οἱ διαφυγόντες Ἀθήνησι σώζονται.
因为腓力,他们被毁灭了;而因为我们的德行,逃生的人在雅典得到了安全。
ἆρʼ οὐχ ἡμεῖς πολέμιοι βελτίους ἢ Φίλιππος φίλος καὶ πλείω χάριν ἡμῖν τῆς ἔχθρας ἢ Φιλίππῳ δεῖ τῶν εὐεργεσιῶν ἔχειν;
难道作为敌人的我们,不比作为朋友的腓力更好吗? 难道我们因敌意而应获得的感激,不比腓力因其恩惠而应获得的更多吗?
καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν ὡς ὑμεῖς τι τοιοῦτον ἐνδείξεσθε φιλανθρώπευμα Φιλίππῳ, διὸ καὶ παρὰ τὴν ὑπάρχουσαν φύσιν αὐτῷ φείσαιτʼ ἂν ὑμῶν.
此外,甚至不能说你们会向腓力展示某种仁慈的表现,以至于他会违背其本性而宽恕你们。
οὔτε γὰρ τῆς ἀξίας τῆς ὑμετέρας τοὺς ἔξω θαυμάζειν οὔθʼ ὑπερβάλλοισθʼ ἂν Ἀμφιπολίτας καὶ Πυδναίους, ὧν οἱ μὲν ἔθυον ὡς θεῷ, οἱ δὲ τοῦ πατρὸς αὐτοῦ νεὼν εἶχον δεικνύναι.
因为国外的人既不会赞赏你们的价值,你们也无法超越阿姆菲波利斯人和皮德纳人——他们中有的将他作为神明祭祀,有的可以指出他父亲的庙宇。
ἀλλʼ ὅμως τοὺς μὲν ἐξέβαλεν, ἡνίκʼ αὐτῶν ἦν διακορὴς, τοὺς δʼ ἀπέσφαττεν ἐν τῷ νεῷ τοῦ πατρὸς, ὀμνὺς ἔτι, καὶ τὰς σπονδὰς αἱ σφαγαὶ κατελάμβανον.
然而,当他对前者感到厌倦时,仍将他们驱逐;而对于后者,他甚至在宣誓时就在他父亲的庙宇里将他们屠杀,屠杀笼罩了盟约。
καίτοι μὴ νομίζετʼ αὐτὸν τοῖς μὲν ἔξω Πυλῶν καὶ τοῖς ἐπὶ Θρᾴκης ἐποικοῦσιν οὕτω χαλεπῶς ἔχειν καὶ φθονεῖν, οἳ τίνος αὐτοὺς εἶναι δεῖ σκοποῦντες ἀεὶ διαγεγόνασιν, ὑμῶν δὲ τῶν σὺν ἡμῖν τοῖς Ἕλλησιν ἐξεταζομένων καὶ ὧν οἱ τῶν Ἑλλήνων ποτʼ ἄρχοντες μίαν πληγὴν οὐχ ὑπήνεγκαν μηδένα ποιεῖσθαι λόγον, ἀλλʼ ἡδέως ἂν ἄμεινον ὁρᾶν πράττοντας ἢ ʼκείνῳ συμφέρει·
然而,请不要以为,他对于关门(温泉关)之外的人以及居住在色雷斯的人——他们一直以来都在观察自己该归属于谁——如此严苛和敌视,而对于和我们一起被列为希腊人的你们——你们从前的统治者连一次打击都没有承受过——却不作任何考虑,反而乐于看到你们过得比对他有利的还要好。
οὐχ οὕτω ταπεινὸν οὐδὲν σύνιστε ὑμῖν αὐτοῖς, ὥστε ἢ μὴ δεῖσαι τὸν Φίλιππον, ἢ μὴ πιστεύειν ἐκείνῳ τοῦτʼ ἐνεῖναι πρὸς ὑμᾶς, ἀλλʼ ἐξ ὧνπερ ἡμᾶς, ἐκ τῶν αὐτῶν οἶμαι καὶ ὑμᾶς κρῖναι πολεμίους.
你们自己不会意识到有什么如此卑微,以至于不害怕腓力,或者不相信他对你们怀有这样的意图;相反,我认为他正是基于判断我们的同样依据,判定你们也是敌人。
ἡμᾶς τε γὰρ οἶδεν οὐδαμῶς ἂν ὑπείξοντας ἐν δούλων μοίρᾳ ὑμᾶς τε ἑτέρους τοιούτους ὑπολαμβάνων ἐχθροὺς
因为他知道我们绝不会屈服于奴隶的地位,并认为你们是另一个这样的敌人。

词汇与语法注释

  1. §479ἀντὶ μὲν τοῦ τότε δοῦναι τὴν Ποτίδαιαν — 前置词 ἀντί 结合属格冠词不定式(τοῦ + 不定式),表示“作为当时给予波提狄亚的代价/相反”。
  2. §479πόσου ποτʼ ἂν ἡγεῖσθε πρίασθαι — πόσου 是价格属格。ἂν ἡγεῖσθε 是带 ἄν 的直说语气未完成过去时,表示过去的可能性或虚拟语气,支配不定过去时不定式 πρίασθαι(购买)。
  3. §479μὴ ὅπως χάριν ἔχειν — 常见句型 οὐχ ὅπως ... ἀλλʼ οὐδέ(不仅不……甚至连……也不)的变体,因其嵌入在由 ἄτοπον 支配的不定式从句中,故否定词使用 μή。
  4. §480ὁ δὲ πάντʼ ἐλάττω διδοὺς ἢ ἐβούλετο, — 讽刺性表达,意为“他总是给予比他们期望的还要少的东西”。在上下文中,它讽刺了腓力对奥林索斯人施予恩惠时的欺骗性本质,即通过给予低于预期的东西使其产生依赖,最终夺走一切。
  5. §480ὧν οἱ τῶν Ἑλλήνων ποτʼ ἄρχοντες μίαν πληγὴν οὐχ ὑπήνεγκαν — 关系代词 ὧν 指代 ὑμῶν(忒拜人)。主语是 οἱ τῶν Ἑλλήνων ἄρχοντες(“先前的希腊统治者”,指斯巴达人)。该关系从句赞扬了忒拜人的历史自豪感,即他们甚至没有向对方的一击(统治或进攻)屈服。

引用这一段

阿里斯·台德斯, 同盟演说一 §479-480. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg038.humanitext-grc2:479-480

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。