Humanitext Reader

阿里斯·台德斯 · 同盟演说一 §477-478

劝告忒拜人与雅典结盟

第 1 段,共 7 段 · 希腊语

内容简介

雅典使节向忒拜人演说,揭露腓力的欺骗手段以促成与雅典的同盟,并引用历史先例和奥林索斯的悲惨命运提出警告。

§477οὔτε Φιλίππου θαυμάσαι τις ἂν, ὦ ἄνδρες Θηβαῖοι, τὰ εἰωθότα πράττοντος· πολὺ γὰρ πλείους ἐξαπατῶν ἢ τοῖς ὅπλοις κεχείρωται, ὃ καὶ νῦν καθʼ ὑμῶν ἐλπίζων πάρεστιν·
忒拜的诸位,没有人会为腓力行其惯常之事而感到惊讶;因为他通过欺骗所征服的人,远比用武力屈服的人要多得多,这也是他如今在此,期望对你们重施故伎的原因。
ὅ τε δῆμος ὁ τῶν Ἀθηναίων τὴν εἰωθυῖαν ἑαυτῷ καὶ πάτριον τάξιν φυλάττων ἀπέστειλεν ἡμᾶς δεῦρο, εἰ μὲν ἀγνοεῖτε, ἐν ὅτοις εἴητε διδάξοντας, εἰ δʼ ἐπίστασθε, ὑφεξομένους τὴν βοήθειαν καὶ νὴ Δία δείξοντας ὁμοῦ τοῖς λόγοις.
而雅典人民在坚守其习惯和祖先传承的立场的同时,派遣我们来到这里——如果你们对此一无所知,便要教导你们处于何种境地;如果你们已经知晓,则要提供援助,并向宙斯起誓,在言辞的同时用行动予以表明。
ὑμέτερον δʼ ἐστὶ μὴ χείρους γενέσθαι τῆς τύχης, μηδʼ ὅσα μὲν καθʼ ὑμῶν ὁ καιρὸς ἔχει συγκαταστῆσαι κύρια, ἃ δʼ ἀντίρροπα τούτων ὑπάρχει προεμένους ὕστερον ζητεῖν.
你们的职责是不使自己逊于命运,不让时局对你们不利的一切决定盖印生效,也不要在放弃了与之制衡的利益之后,再在事后去苦苦追寻。
ἓν μὲν οὖν εὖ ποιῶν ὡμολόγηκε Φίλιππος, τὰ πολλὰ ταῦτα καὶ θαυμαστὰ ἃ διεξῄεσαν ἀρτίως οἱ πρέσβεις, αὐτοῦ χάριν, οὐχ ὑμῶν εἰργάσθαι· οὐ γὰρ ἂν ἐνταῦθʼ ἔληγεν οὐδʼ ᾔτει ταῦθʼ ἅπερ νυνί.
腓力在做对了一件事的同时也承认了,刚才使节们详述的那些众多而令人惊叹的恩惠,是为了他自己、而非为了你们而做出的;因为否则他不会在此止步,也不会要求如今所索取的这些东西。
ὑμεῖς δʼ εἰ μὲν ἴσα ἀντʼ ἴσων ἀποδώσειν μέλλετε, οὐ νεμεσῶμεν, ἀλλʼ ἔστω ταυτὸν ἐκείνῳ τὸ δοκοῦν καὶ ὑμῖν δίκαιον·
但是,如果你们打算以牙还牙、等价回报,我们并不会责怪你们;让他认为公正的事对你们也同样成为合理。
εἰ δʼ ἡ χάρις δουλεύειν ἐστὶν, οὐδέτερόν μοι δοκῶ γιγνώσκειν, οὔθʼ ὁποῖον τοιοῦτον ἐκεῖνος ὑμᾶς εὖ πεποίηκεν οὔθʼ ὅ τι τοσοῦτον μέμψασθε ὑμῖν αὐτοῖς, ὥστε τοσαύτην ἐθελοντὰς δοῦναι δίκην.
然而,如果所谓的“恩惠”就是屈服于奴役,那我似乎对两件事都无法理解:既不明白他曾对你们施加过什么那样的恩惠,也不明白你们对自己有什么如此深重的指责,以至于甘愿自愿承受如此巨大的惩罚。
σκέψασθε δʼ εὐθὺς ἀπʼ αὐτοῦ τούτου τὸ διάφορον τῆς πρεσβείας ἑκατέρας.
但是,请立刻从这件事本身来对比两方使团的不同之处。
Φίλιππος μὲν γὰρ ἀπέσταλκεν, αὑτῷ βοηθεῖν ἀξιῶν ὑμᾶς, ἡμεῖς δʼ ἥκομεν αὐτοὶ βοηθεῖν ὑμῖν ἐθέλοντες, ἐὰν δέχησθε.
因为腓力派遣使团,是要求你们去帮助他;而我们来到这里,是出于自愿,只要你们接受,我们便要来帮助你们。
ὅτι δʼ οὐδὲν καινὸν οὐδʼ ἔξω τῶν εἰωθότων πράττομεν, ἕν τι τῶν πᾶσι γνωρίμων ἀναμνήσθητε.
为了表明我们所做的并非什么新奇或违背惯例的事,请回想一下人人皆知的一件事实。
ὅτε γὰρ πρῶτον ἀπηλλάγητε Λακεδαιμονίων μετὰ τὴν πολλὴν ἐκείνην φιλίαν καὶ συνήθειαν, ἣν οὐχ ὑμεῖς ἐλύσατε, ἀλλʼ ἐκεῖνοι, §478ταυτὸν Φιλίππῳ διανοηθέντες περὶ ὑμῶν, τότε τῶν πάντων Ἑλλήνων οὐδεὶς, οὔθʼ ὅσοι τὴν Εὐρώπην οἰκοῦσι λέγω οὔθʼ ὅσοι τὴν Ἀσίαν, μεθʼ ὑμῶν ἐγένοντο πλὴν ἡμῶν τουτωνί·
当你们在经历了那段深厚的友谊与交往之后,首次与拉刻代蒙人决裂时(这并非由你们,而是由他们撕毁的),他们对你们怀有与腓力相同的意图,当时在所有的希腊人中,无论居住在欧洲还是亚洲,除了我们这些人之外,没有一个人站在你们一边。
τοσοῦτον εἰς τὸ πρόσω προβέβηκε τὸ νῦν παρόν.
如今的形势比那时还要更进一步。
τότε μὲν γὰρ ὑμῶν ἐλθόντων ὡς ἡμᾶς ὑπηκούσαμεν, νυνὶ δʼ ἥκομεν αὐτεπάγγελτοι, τὴν τῶν παρʼ ὑμῶν συμβούλων τάξιν εἰληφότες, εἰ δὲ βούλεσθε, προειληφότες.
因为当时是在你们来到我们这里时我们予以了响应,而现在我们是自愿前来,已经承担了——或者如果你们愿意,可以说是预先承担了——作为你们谋士的职责。
τοσοῦτον γὰρ ἡμῖν εἶναι δοκεῖ τὸ περιὸν τῶν φόβων ἁπάσῃ τῇ Ἑλλάδι ὥστε ἀγαπητὸν ποιούμεθα, εἰ καὶ προσδεηθείς τις οἷός τε ἔσται πεῖσαι τοὺς ὑπολοίπους ἐθελῆσαι σωθῆναι.
因为在整个希腊上空弥漫的恐惧余波在我们看来是如此之大,以至于如果有人在被请求的情况下,能够说服其余的人愿意获救,我们就已经感到满足了。
καὶ ταῦτʼ οὐ νῦν πρῶτον γιγνώσκομεν, ἀλλὰ καὶ κατὰ τὴν τοῦ βαρβάρου τὸ πάλαι στρατείαν ἅπαντας ὅσους οἷοί τʼ ἦμεν ἐπηγείραμεν, καὶ οὐκ ᾐσχυνόμεθα ὑπὲρ τῶν κοινῇ συμφερόντων δεόμενοι.
而我们并不是现在才首次认识到这一点,即使在古时蛮族入侵的时候,我们也唤醒了所有我们能够唤醒的人,并且不因为了共同利益而进行恳求而感到羞耻。
πρὸς μὲν οὖν τοὺς ταὐτὰ γιγνώσκοντας ἡμῖν βραχὺς ἀρκεῖ λόγος καὶ τοσοῦτος ἴσως, ὅτι τοὺς ἱππέας καὶ τοὺς ὁπλίτας κατελείπομεν·
因此,对于那些与我们持有相同看法的人,简短的言辞便已足够,或许只需说明这一点:我们已经留下了骑兵和重装步兵。
πρὸς δὲ τοὺς οὔπω τοῦ μέλλοντος οὐδὲν ἐνθυμουμένους, ἀλλʼ ἔτι τῆς ἀπάτης καὶ τῶν ἐλπίδων ὄντας, ἓν μὲν ἐκεῖνο λέγω, ὅτι καὶ τοὺς λόγους αὐτοὺς βλάβος ἡγοῦμαι τοῖς πράγμασιν, εἰ μή τις αὐτοὺς ὡς εἰς ἐλάχιστον καταστήσει· ἔπειθʼ ὅσα καιρὸς ἤδη δίειμι.
但对于那些尚未对未来做任何考虑、仍处于欺骗和幻想之中的人,我首先要说这一件事:我认为言辞本身若不精简到最低限度,就会对事务产生危害;接着,我将详述现在合乎时宜的事。
εἰ μὲν ἐν ὑμῖν πρώτοις ὁ Φίλιππος ἐκρίνετο, τῶν μὲν ἄλλων Ἑλλήνων εὐτύχημʼ ἂν ἦν· τοῦτο δʼ ὑμῖν ἴσως εἶχε κίνδυνον, οὐχὶ προειδόσιν οὐδʼ ἑορακόσιν ἔξω τὸν τρόπον αὐτοῦ.
如果腓力首先在你们中间受到审判,那对其他希腊人来说将是一件幸事;但对于未能预见、也未曾在境外目睹其手段的你们来说,这或许伴随着危险。
νῦν δὲ τὰ τῶν ἄλλων πταίσματα ὑμῖν ἐν εὐτυχίας γενέσθω μέρει, καὶ τοὺς λόγους τοὺς παρʼ ἀμφοτέρων ἀνελόντες τοῖς ἔργοις τοῖς ἐκείνου πιστεύσατε.
然而现在,让别人的失败成为你们幸运的一部分,摒弃双方的言辞,去相信他的所作所为。
ὡς μὴ ὤφελε μὲν τοιαῦτα ὑπάρχειν τοῖς Ἕλλησιν ἀπʼ ἀλλήλων παραδείγματα, ἀλλὰ πάντας ἐν ἡσυχίᾳ μετʼ εὐδαιμονίας τὰς πόλεις οἰκεῖν.
但愿希腊人之间不曾彼此提供这样的先例,而是所有人都能在安宁与幸福中居住在自己的城邦里。
τὸ δὲ μηδʼ ἐξ ὧν ἑοράκαμεν ἀξιοῦν πεπαιδεῦσθαι πᾶσα ἂν εἴη συμφορά.
但是,若连我们亲眼所见的事情都不愿引以为戒,那将是彻头彻尾的灾难。
ἦν ὅτʼ ἦσαν Ὀλύνθιοι.
曾几何时,奥林索斯人尚且存在。
τούτοις πῶς ἐχρῆτο Φίλιππος;
腓力是如何对待他们的?
ἐγὼ μὲν οἶμαι φιλανθρωπότερον ἢ ʼκείνοις ἦν δεομένοις.
我想,比他们所恳求的还要宽厚。
καὶ πάντα μὲν τίς ἂν εἴποι;
谁能说尽一切呢?
ἀλλʼ εἶχον μὲν τὸν Ἀνθεμοῦντα τῆς ἐκείνου χώρας, οὗ μηδʼ ἐπιβῆναι πρόσθεν αὐτοῖς ἦν.
但他们曾拥有他领土中的安特穆斯,而此前他们甚至连踏入该地的权力都没有。
οὕτω δὲ πλείω
如此,更多的……

词汇与语法注释

  1. 477οὔτε Φιλίππου θαυμάσαι τις ἂν — 动词 `θαυμάζω` 支配属格(人)和宾格(事物)。此处 `Φιλίππου`(属格,与现在分词 `πράττοντος` 一致)作为行为主体,`τὰ εἰωθότα`(宾格)作为惊讶的对象。
  2. 477εἰ μὲν ἀγνοεῖτε, ἐν ὅτοις εἴητε διδάξοντας — `διδάξοντας` 为将来主动分词,表示主句动词 `ἀπέστειλεν` 的目的。在间接疑问句 `ἐν ὅτοις εἴητε` 中,希求法 `εἴητε` 是因为主句动词为过去时(历史时态)而由直说法转变而来的(斜格希求法)。
  3. 478ὡς μὴ ὤφελε μὲν τοιαῦτα ὑπάρχειν — `ὤφελον`(`ὀφείλω` 的第二不定过去时)与否定词 `μή` 及不定式 `ὑπάρχειν` 连用,构成表示过去未实现或现在无法实现的愿望(“但愿不曾存在那样的先例”)的惯用句式。
  4. 478φιλανθρωπότερον ἢ ʼκείνοις ἦν δεομένοις — `ἐκείνοις ... δεομένοις` 为与格名词及分词短语。在比较级 `φιλανθρωπότερον` 之后的比较连词 `ἤ` 后面,该结构充当比较的基准,意为“比他们(在恳求/需要时)所期望或需要的更为温和”。

引用这一段

阿里斯·台德斯, 同盟演说一 §477-478. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg038.humanitext-grc2:477-478

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。