Humanitext Reader

阿里斯·台德斯 · 留克特拉演说五 §475-476

专注于国内重建与静待主导权的时机

第 6 段,共 6 段 · 希腊语

内容简介

演讲者力劝雅典在底比斯与斯巴达的战争中保持中立,转而专注于国内的重建和军备强化。他指出,通过让双方互相消耗,雅典最终将赢得主导权并吸引各国盟友。

§475ἤδη τὰ σώματα φθείρεται, χρημάτων δʼ, ἅ ποτʼ εἰς τὴν ἀκρόπολιν συνηγάγομεν, τοσοῦτος ὄγκος ἐξερρύηκε, δεῖται δὲ ἡλικίας ἡ πόλις, ἣν ἀνερχομένην ἄρτι μὴ λυμηνώμεθα, ἀλλʼ ἐν ὅσῳ μισοῦσιν οὗτοι, χαλεπαίνουσιν, ἀλλήλοις ἐπίασιν, ἀπειλοῦσιν, ἡμεῖς ἀθλοθέται καθώμεθα τοῦ πολέμου, τὴν πόλιν περιέποντες, συλλέγοντες αὐτῇ χρήματα, ἵππους, τριήρεις, κατασκευάζοντες ὅλως τὰ πράγματα, ὥσπερ οἱ τὰς πεπονηκυίας οἰκίας ἀναλαμβάνοντες.
现在我们的身体已经衰弱,而我们曾经在卫城积累的那些巨额财富也已流失。 城市需要刚刚成长起来的年轻一代,我们切不可毁灭他们;相反,在这些人互相憎恨、愤怒、彼此攻击和威胁的时候,让我们作为战争的裁判者坐视,照顾城市,为她收集资金、马匹和三段桨战船,总的来说,就像重建破旧房屋的人一样整顿事务。
κἂν ἐμοὶ πεισθῆτε καὶ κατάσχητε ὑμᾶς αὐτοὺς, ἥξουσι καὶ δεύτερον πρεσβεῖαι καὶ παρὰ τούτων καὶ παρʼ ἐκείνων, ἥξουσιν, εὖ ἴστε, ὅταν οὕτω πάνθʼ ὑμῖν συντεταγμένα καὶ καθεστηκότα φαίνηται·
如果你们听从我并克制自己,两边都会再次派来使节,相信我,当一切事物在你们面前显得如此井然有序和稳定时,他们肯定会来。
οἶμαι δʼ οὐ τούτους μόνους, ἀλλὰ καὶ πολλοὺς ἄλλους σὺν θεοῖς εἰπεῖν πρεσβεύσεσθαι, τῆς ἡμετέρας φιλίας ἐπιθυμοῦντας, ἐὰν ὑπομείνητε καὶ τῇ τούτων φιλονεικίᾳ πρὸς τὴν τῆς ἡγεμονίας κατασκευὴν ἐθελήσητε ἀποχρήσασθαι.
我想,不仅是他们,还有许多其他人,在神灵的帮助下,也会因为渴望我们的友谊而派遣使节,只要你们能够坚持,并愿意为了建立我们的霸权而充分利用他们的竞争。
οὐ γὰρ ἐκεῖνό γέ τίς φησι δεδιέναι, μὴ συστῶσιν ἀμφότεροι καὶ ἀφέντες ἀλλήλους ἐφʼ ἡμᾶς τράπωνται, οὐχ ὡς εὐμενῶς ἡμῖν ἢ τούτων ἢ ʼκείνων ἐχόντων λέγω, ἀλλʼ ἐπειδήπερ οὐκ ἔνεστι λόγος τῷ πράγματι.
因为确实没有人会说他害怕那件事,即两边联合起来,放过彼此而转向攻击我们;我这样说并不是因为他们中的任何一方对我们怀有善意,而是因为这种事情根本不合逻辑。
ἀντὶ τοῦ γὰρ νὴ Δία συστήσονται;
因为,凭宙斯起誓,他们究竟会为了什么而联合呢?
ὅτι νὴ Δίʼ οὐ συνεπεστρατεύσαμεν οὐδετέροις;
难道是因为,凭宙斯起誓,我们没有加入任何一方去参战吗?
οὐκοῦν ὅσῳπερ ἂν μᾶλλον ὀργίζωνται, τοσούτῳ μᾶλλον ἀμήχανόν ἐστιν αὐτοῖς συστῆναι.
因此,他们越是愤怒,他们联合起来就越是不可能。
ὅταν γὰρ ἑκάτεροι τῷ μὴ διʼ ὑμῶν δεδυνῆσθαι κακῶς ποιῆσαι τοὺς ἐναντίους ἀγανακτῶσιν, πῶς αὐτούς γε ἀφήσουσιν;
因为当双方都因为未能通过你们给对手造成伤害而感到愤慨时,他们怎么可能放过对方呢?
ἢ πῶς μετʼ ἀλλήλων ἔσονται, ὅταν ἑκάτεροι τοῖς ἑτέροις συνειδῶσιν ὀργιζομένοις, ἐπειδήπερ οὐκ ἔσχον ὑμᾶς συμμάχους ἐπʼ αὐτούς;
或者,当双方都意识到对方正在生气,因为他们没有得到你们作为盟友去对付彼此的时候,他们又怎么可能站在一起呢?
χωρὶς δὲ τούτων οὐδʼ ἐν τούτῳ σχολῆς εἶεν ἂν νῦν, ἀλλὰ Θηβαῖοι μὲν ἔγκεινται, νομίζοντες ἕτοιμον εἶναι σφίσι Λακεδαιμονίους ἀνελεῖν, καὶ οὐδʼ ἂν ἐπὶ τῇ βασιλέως ἀρχῇ τούτων τῶν ἔργων πρὸς οἷς εἰσι νῦν ἀποσταῖεν· Λακεδαιμόνιοι δʼ ἥδιστʼ ἂν τεθναῖεν ἅπαντες, εἰ λήψονται δίκην παρὰ Θηβαίων· οὕτω διʼ ὀργῆς αὐτοὺς ἔχουσι.
而且除这些之外,他们现在甚至没有这方面的闲暇。 一方面,底比斯人正在步步紧逼,认为消灭拉刻代蒙人的时机已经成熟,即使为了波斯国王的统治权,他们也不会放弃现在正在进行的这些事业;另一方面,拉刻代蒙人只要能向底比斯人复仇,他们所有人都极其乐意去死,他们对底比斯人的愤怒就是如此深重。
καὶ θαῦμά γʼ οὐδὲν παρʼ ἀξίαν δοκοῦντας ἡττᾶσθαι §476χαλεπῶς ὑπὸ τῆς αἰσχύνης διακεῖσθαι.
而那些似乎不该遭受失败的人,因耻辱而处于痛苦之中,这也完全不足为奇。
ὡς δʼ εἰπεῖν κεφάλαιον, τὸ πρὸς αὐτοὺς μῖσος αὐτῶν καὶ ὁ παροξυσμὸς ἐπεσκότησε τῇ πρὸς τὴν πόλιν δυσμενείᾳ, καὶ ὥσπερ νέφους ὑπελθόντος οὐδὲν τῶν πρὸς ἡμᾶς καθορῶσιν.
总而言之,他们彼此之间的仇恨和激怒已经掩盖了他们对我们城市的敌意,就像有一片云雾飘来一样,他们对我们的一切都看不见了。
ἀλλʼ εἰ νῦν φοβούμεθα αὐτοὺς ἂν μὴ ἀδικῶμεν, πῶς οὐ πολὺ μᾶλλον φοβησόμεθα εἰκότως μὴ τοῖς ἑτέροις προσθεμένων ἡμῶν ἅτεροι κρατήσωσι;
但是,如果现在我们害怕他们,生怕对不起他们,那么如果我们加入其中一方而另一方获胜,我们难道不是理所当然地会更加害怕吗?
νῦν μὲν γὰρ οὐδὲν δέος ἐκ τῶν περιγενομένων, ἐάν τι νεωτερίζωσι.
因为现在,即使幸存者企图发动任何叛乱,也无需担心。
κεκομμένοι γὰρ καὶ τεταλαιπωρηκότες τάχα δὴ τὴν Καδμείαν νίκην νενικηκότες αἰσθήσονται, πρὸς ἡμᾶς ἀκεραίους καὶ καθαροὺς ἐὰν ἀγωνίζωνται.
因为他们已经疲惫不堪、深受折磨,如果与我们这些无伤且完好的人交战,他们很快就会意识到自己赢得的不过是卡德摩斯式的胜利。
εἰ δὲ τοῖς ἑτέροις προσθείμεθα, τοῦτο μὲν, ἂν κρατῆσαι συμβῇ τῶν πραγμάτων, καὶ τῶν κακῶν οὐκ ἔλαττον εἶναι δεῖ μετεσχηκότας, ὥστε ἐὰν ὕστερον ἀγνωμονῶσιν, ἐξ ἴσου γιγνόμεθα αὐτοῖς, τοῦτο δὲ, ἂν κλίνῃ τὰ πράγματα, δῆλός ἐσθʼ ὁ κίνδυνος.
但如果我们加入其中一方,一方面,如果恰好控制了局势,我们也必须分担同样多的灾祸,以至于如果他们以后忘恩负义,我们就变得与他们处于同等地位;另一方面,如果局势倾覆,危险则是显而易见的。
νῦν μὲν οὖν οἱ νικήσαντες αὐτῶν ἡμῖν νικῶσιν, ἐκείνως δὲ διʼ ἡμῶν, ἂν οὕτως τύχῃ, κρατήσουσιν οἱ ἕτεροι.
现在,他们之中的获胜者是在为我们获胜,而如果是那样的话,另一方万一会通过我们来掌控局势。
εἶτʼ οὐδʼ ἄλλως ὅμοια τοῖς τούτων τὰ ἡμέτερα.
此外,在其他方面我们的情况与他们的也并不相似。
Λακεδαιμόνιοι γὰρ ἐσχατιὰν Πελοποννήσου κατοικοῦντες ἐν σκέπῃ πολλῇ τοῦ πολέμου καὶ τῶν πραγμάτων εἰσί· Θηβαῖοί τε ὑπὲρ Κιθαιρῶνα ἀπελήλανται· ἡ δὲ ἡμετέρα πόλις ἐν πόρῳ τοῦ πολέμου καὶ οὐδεμία οὐδετέροις ἐπὶ τοὺς ἑτέρους ἔξοδος ἔσται, πρὶν εἰς τὴν ἡμετέραν ἐμβαλεῖν, ταύτην δὴ τὴν πρόχειρον αὖ φθείρεσθαι.
因为拉刻代蒙人居住在伯罗奔尼撒的边缘,处于战争和局势的极大庇护之中;而底比斯人已被驱逐到基泰龙山之外;但我们的城市处于战争的通道上,任何一方在袭击另一方之前,都必须先入侵我们的领土,以至于这片手近的土地将再次遭到毁灭。
ὅλως δὲ οὐχ ὁρῶ περὶ ὅτου πολεμήσομεν, εἰ μήτε τούτοις μήτε ἐκείνοις ὑπομενοῦμεν περὶ ἀναιρέσεως, ἢ καθεδούμεθα ἐν μεταιχμίῳ φειδόμενοι τῶν ἀντιπάλων, ἐξὸν ὅλως φεύγειν τὸ δοκεῖν ἢ τούτους ἢ ʼκείνους κακοῦν, μηδὲν πρὸς ὀργὴν ἀποφηναμένους τοῖς πρέσβεσιν, ἀλλʼ οὑτωσὶ πράως καὶ μετρίως ἀμφοτέροις εἶναι, καὶ εἰ μὲν ἐπʼ ἄλλους ἐκάλουν, ὑπακοῦσαι ῥᾳδίως ἂν, ἐπʼ ἀλλήλους δὲ καλούντων οὐκ ἐθέλειν παρεῖναι, οὐ τὸ εὖ ποιῆσαι τοὺς ἑτέρους φεύγοντες, ἀλλὰ τὸ ὁποτέρους κακῶς.
总的来说,我看不出我们为什么而战,如果我们既不愿与这一方也不愿与那一方为了彻底消灭对方而战,或者如果我们坐在他们之间,宽容我们的对手,而我们本来可以完全避免显得在伤害这一方或那一方——只要不对使节们表现出任何愤怒,而是像这样对双方都温和而适度,如果他们召唤我们去对付别人,我们会轻易听从,但当他们召唤我们去对付彼此的时候,我们则不愿参与,这不是为了逃避给一方带来好处,而是为了逃避给任何一方带来灾难。
ταῦτα δὲ κἀμοὶ φαίνεται εὔλογα εἶναι πανταχῆ σκοποῦντι.
这些事情在我多方考虑之下也显得是合情合理的。
φοβοῦμαι δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ βελτίους ἦτε τὰ τῶν ἄλλων ἐπανορθοῦν ἢ τὰ ὑμέτερʼ αὐτῶν εὖ τίθεσθαι.
但是,雅典的男子汉们,我担心你们更擅长纠正他人的事务,而不擅长妥善安排你们自己的事务。

词汇与语法注释

  1. §475ἣν ἀνερχομένην ἄρτι μὴ λυμηνώμεθα — μὴ λυμηνώμεθα 是劝诱/禁止虚拟语气(“让我们不要毁灭”),位于修饰先行词 ἡλικίας 的关系从句中。ἀνερχομένην ἄρτι 是修饰关系代词 ἣν(宾格)的属性分词,意为“刚刚成长起来的”。
  2. §475συνειδῶσιν ὀργιζομένοις — 动词 σύνοιδα 后接与格分词(ὀργιζομένοις,与 τοῖς ἑτέροις 一致),表示意识到对方的状态:“当双方都意识到对方正在生气”。
  3. §475τῷ μὴ διʼ ὑμῶν δεδυνῆσθαι κακῶς ποιῆσαι τοὺς ἐναντίους — 冠词不定式与格(τῷ ... δεδυνῆσθαι)表示原因(“因为未能……”)。不定式的否定词使用 μή。διʼ ὑμῶν 表示手段(“通过你们”)。
  4. §476ὡς δʼ εἰπεῖν κεφάλαιον — 独立不定式(absolute infinitive)的惯用表达,意为“总而言之”或“简而言之”。
  5. §476μὴ βελτίους ἦτε τὰ τῶν ἄλλων ἐπανορθοῦν ἢ τὰ ὑμέτερʼ αὐτῶν εὖ τίθεσθαι — 在表示担忧的动词 φοβοῦμαι 之后,μὴ ... ἦτε(εἰμί 的第二人称复数虚拟语气)表示“我担心你们可能……”的疑虑。比较级 βελτίους 后接说明性不定式 ἐπανορθοῦν(在纠正……方面更擅长),并与 ἢ ...(相比于妥善安排……)进行对比。

引用这一段

阿里斯·台德斯, 留克特拉演说五 §475-476. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg037.humanitext-grc2:475-476

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。