Humanitext Reader

阿里斯·台德斯 · 留克特拉演说五 §473-474

历史教训与力量均势下雅典不介入的主张

第 5 段,共 6 段 · 希腊语

内容简介

演讲者引用波斯国王对希腊的政策,警告盲目协助他国将给雅典带来直接参战的巨大负担。他指出当前底比斯与拉刻代蒙的均势,并结合阿耳戈斯人以及雅典先祖的历史教训,主张雅典应当置身事外以维持中立。

§473σαφῶς εἴσεσθε.
[我所说的意思是指],你们将会清清楚楚地明白。
οὔτε Θηβαίοις ἔνεστι δή που βοηθεῖν κατὰ τοῦτον τὸν λόγον, ἐπερσίκασι γάρ· οὔτε Λακεδαιμονίοις, ὅτι καὶ αὐτοὶ τὰ τοῦ Πέρσου κακὰ ζηλοῦσι, καὶ τῆς ἐκείνου πονηρίας καὶ ἀπιστίας κληρονόμους εἶναι προσῆκον οὐδαμῶς ὑμῖν ἐστιν.
根据这一论点,我们显然不可能援助底比斯人,因为他们投靠了波斯人;也不可能援助拉刻代蒙人,因为他们自己也效仿波斯国王的恶劣政策,而继承他的邪恶与不信,对你们来说是绝不相称的。
οὔτε γὰρ δή που μισεῖν τὴν Ἑλλάδα φήσαιτʼ ἂν, ὥστε ὡς ἀσθενεστάτην ζητεῖν ποιεῖν ὥσπερ ἐκεῖνος, οὔτʼ ἀνεκτὸν μεταβαλλομένους φαίνεσθαι.
因为你们绝不会说自己憎恨希腊,以至于像他那样图谋使其尽最大可能地衰弱,而且你们表现得改变立场也是令人无法容忍的。
τὸ δʼ ἐπὶ σφῶν αὐτῶν ἐᾶσαι κριθῆναι τοὺς διενηνεγμένους ἀνεπίφθονον, καὶ οὐδʼ ἂν εἷς ὑμῖν νεμεσήσαι.
让那些处于冲突中的人在他们自己之间解决争端是无可指责的,没有任何人会对此向你们发怒。
εἶτα καὶ βασιλεὺς μὲν οὐκ αὐτὸς καταβαίνων, οὐδὲ τῷ σώματι κινδυνεύων, ἀλλʼ ἀπὸ χρημάτων συνετέλει τοῖς πράγμασι πολλῶν εὐπορῶν, καὶ ὕπαρχον κατέπεμψεν ἂν, ὄντων οὐκ ὀλίγων αὐτῷ· καὶ ταῦτʼ ἦν ὁ τοῦ βασιλέως πόλεμος, Φαρνάβαζος, Πισσούθνης, Τισσαφέρνης, ψευδολογία, χρυσίον, τὰ τοιαῦτα.
再者,国王自己并不亲自下来,也不拿自己的生命冒险,而是凭借其富裕的资金,对事务提供大量援助并加以干预,而且由于他拥有不少部下,他本可以派遣总督;而这些正是国王的战争:巴尔纳巴佐斯、皮苏特内斯、提萨斐尼、谎言、黄金,以及诸如此类的事物。
ἡμεῖς δʼ εἰ πρὸς τοὺς ἑτέρους ἐπικλίναιμεν, τοῦθʼ ὃ ἐκεῖνος διὰ τούτων ἐφυλάττετο πεισόμεθα.
但如果我们偏向其中一方,我们就会遭受他通过这些手段来防范的那些事情。
ὁ μὲν γὰρ ὅπως μὴ διʼ αὑτοῦ ποτε κινδυνεύσῃ προεωρᾶτο, καὶ διὰ τοῦτο πόρρωθεν ἔτριβε τὰ πράγματα· ἡμεῖς δʼ αὐτῷ τοὐναντίον τοῖς σώμασι καὶ τῇ χώρᾳ καὶ πάσαις ὡς εἰπεῖν ταῖς ἀφορμαῖς ἀποκινδυνεύσομεν.
因为他确实为了让自己永远不处于危险之中而高瞻阔步,并因此在远方拖延事态;而我们则与他相反,将用我们的生命、我们的国土以及几乎所有的资源去冒险。
οὐ γὰρ ἔστι διʼ ἄλλων πολεμεῖν ἡμῖν, οὐδʼ ἄνω τοῦ πολέμου καθημένοις ἐπαρκεῖν τοῖς πράγμασιν, οὐδʼ ἐξ ἀκοῆς εἰδέναι περὶ αὐτῶν, οὐδʼ ἐκ περιουσίας, οὐδʼ ἐν τρυφῆς μέρει μετέχειν τῶν γιγνομένων, μέτρῳ τῇ βουλήσει χρωμένους, ἀλλὰ παρεῖναι δεῖ καὶ συμπονεῖν, καὶ μηδὲν ἔλαττον τῶν ἐξ ἀρχῆς συμπεπτωκότων κινδυνεύειν, οὐχ ὕπαρχον ὅταν βουλώμεθα ἀποστεῖλαι.
因为我们无法通过他人来作战,也无法在远离战争的高处坐视并援助事务,无法凭传闻了解情况,无法凭借富余来参与,也无法在奢华的生活中把自己的意志当作尺度去参与所发生的事情;而是必须亲自到场、共同奋斗,并像最初遭遇不幸的人那样同样去冒险,而无法在我们需要的时候派遣总督。
καὶ γὰρ εἰ καὶ χρήμασιν, ἔστι μὲν οὐδαμοῦ τοσαῦθʼ ἡμῖν ὥστʼ ἐγχωρεῖν ἀπαλλοτριοῦν εἰς τοσαύτην χρείαν· εἰ δʼ οὖν καὶ τοῦτον τὸν τρόπον τοῖς ἑτέροις συντελέσαιμεν, οὐκ ἔστʼ εἰπεῖν Σοῦσα οὐδʼ Ἐκβάτανα εἶναι, οὐδʼ ἀποκρύψαι δεῖν τὴν θάλατταν ἐτησίαν ὁδὸν βαδίζοντας, ἀλλὰ μιᾶς ἡμέρας καὶ δυοῖν ὁδός ἐστι, τοῖς ἀδικηθεῖσιν ἐμβαλεῖν καὶ ἄγειν καὶ φέρειν ἡμᾶς, ὥστʼ ἐκ τούτων ἀνάγκην εἰς χεῖρας ἐλθεῖν εἶναι·
因为即使在资金方面,我们也绝没有多到可以将其出让(投资)于如此巨大需求的资金;即使我们真的以这种方式向一方提供协助,我们既不能说苏萨或埃克巴塔那在我们的掌握中,也无须在长达一年的旅程中因长途跋涉而使大海消失在视野之外。
τοῦτο δʼ ἐστὶ τἀκ τῆς δυσπραξίας πράγματα.
相反,对于那些受到不公对待的人来说,入侵、掠夺和带走我们,不过是一两天的路程,以至于这必然会使我们陷入肉搏战中;而这正是因计划不周而导致的结果。
ἐκέλευον δʼ ἂν καὶ αὐτὸς τοῖς Λακεδαιμονίοις §474ἐπικουρεῖν τῷ τὰ τῶν Θηβαίων ὑπεραίρειν, εἰ μὴ ὅσον πλήθει καὶ ἰσχύϊ τούτους περιεῖναι, τοσοῦτον ἐκείνους ἐπεπείσμην ἀνοίσειν ἀσκήσει.
\n我自己也会建议援助拉刻代蒙人以压倒底比斯人的势力,如果我没有坚信:正如后者在人数和力量上占优势一样,前者也同样会通过训练来弥补和赶上。
εἰ μὲν γὰρ ἐξ ἴσου καθειστήκεσαν, περὶ τῶν Θηβαίων ἔγωγʼ ἂν ἔδεισα ὡς ἀσθενεστέρων, ἐπεὶ δʼ οἱ Θηβαῖοι καλῶς ποιοῦντες παρεληλύθασιν, ἴσας ἔχειν λαβὰς τὸν πόλεμον ἡγοῦμαι· ἐνεῖναι γὰρ καὶ παρὰ Λακεδαιμονίοις καὶ ὑστέροις ὁρμηθεῖσι μεταδιῶξαι.
因为如果他们处于均等的态势,我个人本来会为较弱的底比斯人感到担忧;但既然底比斯人幸而已经超越了他们,我认为这场战争具有均等的契机;因为即使对拉刻代蒙人来说,尽管起步较晚,也同样可以追赶并超越。
συνέξει δὴ τὸν πόλεμον καὶ ποιήσει τριβὴν τὸ τοὺς μὲν οἷς κατωρθώκασιν ἐπαιρομένους ἐπὶ πᾶν ἀφικέσθαι ζητεῖν, τοὺς δʼ αὖ Λακεδαιμονίους ἀρετῇ καὶ φρονήματι κρείττους ἀξιοῦντας εἶναι μηδὲν πλέον ἂν τούτων ὑπομεῖναι παραδέξασθαι.
使战争持续并造成拖延的,一方面是那些取得成功的人因得意忘形而企图得到一切,另一方面则是拉刻代蒙人自恃在勇气和自尊上更胜一筹,而绝不甘心从他们那里接受任何不利。
εἰ δὲ δή τινων ἔργον δεῖ μιμήσασθαι, τὸ Ἀργείων καλὸν, οἳ παρὰ τὸν πόλεμον τὸν ἡμέτερον καὶ Λακεδαιμονίων τούτων ἡσυχίαν ἄγοντες καὶ νεότητι καὶ κατασκευῇ τῆς χώρας καὶ τοῖς πᾶσιν εὐθένησαν, ἕως συνεφαψάμενοι τῶν πραγμάτων προήκαντο τὴν ὑπάρχουσαν εὐδαιμονίαν καὶ ὁ δῆμος αὐτῶν τότε κατελύθη, καὶ πάλιν ἄλλʼ ἠκολούθησε κακά.
但是,如果确实必须效仿某些人的行为,那就要效仿阿耳戈斯人的高尚行为,他们在我们与这些拉刻代蒙人战争期间保持中立,无论在年轻力量上、国土建设上还是在所有事情上都繁荣昌盛,直到他们插手事务,抛弃了现有的幸福,当时他们的民主制度也因此被推翻,随后又接连发生了其他灾祸。
πάντα γὰρ ὡς εἰπεῖν οἱ πόλεμοι φύουσι, πολιτειῶν καταλύσεις, φιλονεικίας, βλάβας, ἃς οὐδʼ ἂν προΐδοιτό τις παντοδαπὰς, ὧν εἴ τινες ἀνθρώπων καὶ ἡμεῖς ἐμπείρως ἐσχηκότες ἐν φυλακῇ δικαίως ἂν εἴημεν.
因为几乎所有的战争都会引发政体的瓦解、争执以及任何人无法预料的各种伤害,如果有人曾对此有过经验,我们也同样有过,我们理所当然应当保持警惕。
ἀκούω δὲ καὶ τοὺς προγόνους ἡμῶν τοὺς ἐπʼ ἐκείνων τῶν καιρῶν ἀποστῆναι Σαλαμῖνος Μεγαρεῦσι χρόνον ἔστιν ὃν, κἄν τις εἴπῃ κομίζεσθαι, τεθνάναι ψήφισμα ποιήσασθαι.
我还听说,我们那个时代的先祖曾一度为了墨加拉人而撤离萨拉米斯,并制定了一项法令:如果有人提议收复它,就要被处以死刑。
ὅπου δὲ καὶ τῶν οἰκείων παραχωρῆσαι καὶ προέσθαι ἔσθʼ ὅτε δεῖ καὶ συμφέρει, πῶς ἀλλοτρίων γε κακῶν ἄξιον κληρονομῆναι, καὶ τούτων μὲν ἂν τῶν νῦν καλούντων ἡμᾶς πικρῶς ἔχειν τοῖς ἐμβάλλουσιν εἰς τὴν Ἀττικὴν, εἰ τοῦθʼ ὁποτέροις οὖν αὐτῶν ἐπῆλθε ποιῆσαι, αὐτοὺς δʼ εἰς πόλεμον καὶ ταραχὴν ἀκατάστατον ἡμᾶς αὐτοὺς ἐμβαλεῖν εἰκῆ, καὶ ταῦτʼ εἰδότας ὡς ἄρξασθαι μὲν πολέμου ῥᾴδιον, ἀπαλλαγῆναι δὲ οὐδὲν οὕτω χαλεπόν;
在有时甚至必须且有利于让步和放弃自己的财产的情况下,我们又怎能值得去继承他人的灾祸呢? 而且这些现在召唤我们的人,如果他们中的任何一方想到要入侵阿提卡,他们都会对入侵者切齿痛恨,可他们自己却在明知战争容易开始而抽身最为困难的情况下,无谓地将我们自己抛入战争和动荡不安的混乱之中?
οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μὲν τοὺς κινδύνους αὑτῶν ὄντες κύριοι, φεύγουσι δʼ ἐπʼ ἄλλοις γενόμενοι· τούτων δʼ οὐδέτερον εὖ φρονούντων ἐστίν.
因为大多数人在自己主宰自己的时候会选择危险,但在受制于人时却又逃避危险;而这两者都不是明智之人的表现。
ἡμῖν δὲ συχνὸν μὲν χρόνον ἡ χώρα κεκάκωται, πολὺν δʼ
而对我们来说,国土已经遭受了相当长时间的蹂躏,在长久的……

词汇与语法注释

  1. 473κληρονόμους εἶναι — 伴随中性分词 προσῆκον(与 ἐστίν 连用作无人称)的带不定式结构。不定式 εἶναι 的逻辑主语是宾格的 κληρονόμους(省略了 ὑμᾶς,或作为宾格表语),意思是“你们成为继承人”。与格的 ὑμῖν 依存于 προσῆκον ἐστιν(“对你们来说是相称的”)。这种格位交错的句法结构需要仔细梳理。
  2. 473ἐκέλευον δʼ ἂν — 未完成过去时直陈式 ἐκέλευον 加上语气词 ἄν 构成了与现在事实相反的虚拟条件句的主句(apodosis)。从句(protasis)是接下来的 εἰ μὴ... ἐπεπείσμην(过去完成时直陈式,表示过去的信念状态或持续的反事实状态)。其表达的是:“我本人也会建议……如果我没有坚信……”。
  3. 474τούτων μὲν ἂν... πικρῶς ἔχειν — 这是一个与“αὐτοὺς δʼ... ἐμβαλεῖν”并列的带不定式从句,两者都取决于开头的反问句“πῶς... ἄξιον”(怎能值得……?[不值得])。属格的 τούτων 是一个提前先取(prolepsis)结构,用以强调随后条件句(“εἰ τοῦθʼ...”)的主语,而语气词 ἄν 与不定式 πικρῶς ἔχειν 结合,构成潜在不定式(“他们将会切齿痛恨”)。理清这一从句与接下来的“αὐτοὺς δʼ...”之间的并列结构至关重要。
  4. 474καὶ ταῦτʼ εἰδότας — 这是一个宾格分词短语,与宾格的“ἡμᾶς αὐτοὺς”(前置不定式“ἐμβαλεῖν”的主语)一致。它带有让步或伴随状况的语气(“而且是在明知……的情况下”)。在长句中,确定这种距离较远的分词修饰哪个名词,对于把握句子主干至关重要。

引用这一段

阿里斯·台德斯, 留克特拉演说五 §473-474. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg037.humanitext-grc2:473-474

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。